以西結書 第 20 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。第七年五月初十日,有以色列家長老中的幾個人來求問耶和華,坐在我面前。
20:1 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐν τῷ πέμπτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἦλθον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ ἐπερωτῆσαι τὸν κύριον καὶ ἐκάθισαν πρὸ προσώπου μου第七年五月初十日,有以色列家長老中的幾個人來求問耶和華,坐在我面前。And it happened in the seventh year, in the fifth month, on the tenth of the month, that men from the elders of the house of Israel came to inquire of the Lord, and they sat before me.
20:2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων耶和華的話臨到我,說:And the word of the Lord came to me, saying:
20:3 υἱὲ ἀνθρώπου λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσθε ζῶ ἐγὼ εἰ ἀποκριθήσομαι ὑμῖν λέγει κύριος「人子啊,你要對以色列的長老說話,告訴他們:『主耶和華如此說:你們來是要求問我嗎?』耶和華說:我指著自己永活起誓,我必不答應你們。Son of man, speak to the elders of Israel and say to them: Thus says the Lord: Have you come to inquire of me? As I live, I will not answer you, says the Lord.
20:4 εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει υἱὲ ἀνθρώπου τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς人子啊,我豈要嚴嚴地報應他們嗎?你要向他們證明他們列祖的不法之事,Shall I surely take vengeance on them, son of man? Testify to them concerning the lawless deeds of their fathers,
20:5 καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἀφ’ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ισραηλ καὶ ἐγνωρίσθην τῷ σπέρματι οἴκου Ιακωβ καὶ ἐγνώσθην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων ἐγὼ κύριος ὁ θεὸς ὑμῶν對他們說:『主耶和華如此說:當我揀選以色列家的那日,向雅各家的後裔顯明自己,在埃及地使他們認識我,我用我的手扶持他們,說:我是耶和華你們的神。and say to them: Thus says the Lord: On the day when I chose the house of Israel and made myself known to the seed of the house of Iakob and was made known to them in the land of Egypt, I took hold of them with my hand, saying: I am the Lord your God.
20:6 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ἡτοίμασα αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν在那日我用我的手扶持他們,要領他們出埃及地,進入我為他們預備的地,就是流奶與蜜之地,它在萬地之中如同蜂房。On that day I took hold of them with my hand, to bring them out of the land of Egypt into the land which I had prepared for them, a land flowing with milk and honey — it is a honeycomb beyond every land.
20:7 καὶ εἶπα πρὸς αὐτούς ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτοῦ ἀπορριψάτω καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσθε ἐγὼ κύριος ὁ θεὸς ὑμῶν我對他們說:你們各人要丟棄自己眼中可憎之物,不可因埃及的行徑玷污自己。我是耶和華你們的神。And I said to them: Let each one cast away the abominations of his eyes, and do not defile yourselves with the practices of Egypt. I am the Lord your God.
20:8 καὶ ἀπέστησαν ἀπ’ ἐμοῦ καὶ οὐκ ἠθέλησαν εἰσακοῦσαί μου τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ’ αὐτοὺς τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου他們卻背叛我,不肯聽從我。他們沒有丟棄自己眼中可憎之物,也沒有離棄埃及的行徑。我就說,我要在埃及地中間將我的烈怒傾倒在他們身上,向他們發盡我的忿怒。But they revolted from me and were unwilling to listen to me; they did not cast away the abominations of their eyes, nor did they forsake the practices of Egypt. And I said I would pour out my wrath upon them, to accomplish my anger against them in the midst of the land of Egypt.
20:9 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν ἐν οἷς ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου但我這樣行,是為使我的名完全不在列國面前被褻瀆,就是在他們所寄居的列國中間;我曾在那些列國眼前向他們顯明自己,要領他們出埃及地。But I acted so that my name should not be profaned at all before the nations among whom they are, in whose sight I made myself known to them, so as to bring them out of the land of Egypt.
20:10 καὶ ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον於是我領他們出埃及地,把他們帶到曠野。And I brought them out of the land of Egypt and led them into the wilderness.
20:11 καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς ὅσα ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς我將我的律例賜給他們,又使他們認識我的典章;人若遵行這些,就必因此存活。And I gave them my ordinances and made known to them my judgments, which if a person does them, he shall also live by them.
20:12 καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς我也將我的安息日賜給他們,作我與他們中間的記號,使他們知道我是叫他們成聖的耶和華。And I also gave them my sabbaths, to be a sign between me and them, that they might know that I am the Lord who sanctifies them.
20:13 καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ισραηλ ἐν τῇ ἐρήμῳ ἐν τοῖς προστάγμασίν μου πορεύεσθε καὶ οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο ἃ ποιήσει αὐτὰ ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σφόδρα καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ’ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς我在曠野對以色列家說:你們要遵行我的律例。他們卻不遵行,厭棄我的典章,就是人遵行就必因此存活的;他們又大大褻瀆我的安息日。我就說,我要在曠野將我的烈怒傾倒在他們身上,把他們滅盡。And I said to the house of Israel in the wilderness: Walk in my ordinances. But they did not walk in them, and they rejected my judgments, which if a person does them he shall also live by them; and they utterly profaned my sabbaths. And I said I would pour out my wrath upon them in the wilderness, to consume them utterly.
20:14 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν ὧν ἐξήγαγον αὐτοὺς κατ’ ὀφθαλμοὺς αὐτῶν但我這樣行,是為使我的名完全不在列國面前被褻瀆,就是我在他們眼前領以色列人出來的那些列國。But I acted so that my name should not be profaned at all before the nations, in whose sight I brought them out.
20:15 καὶ ἐγὼ ἐξῆρα τὴν χεῖρά μου ἐπ’ αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν我也在曠野向他們舉手起誓,完全不領他們進入我所賜給他們的地,就是流奶與蜜之地,它在萬地之中如同蜂房;And I lifted up my hand against them in the wilderness, that I would not at all bring them into the land which I had given them, a land flowing with milk and honey — it is a honeycomb beyond every land;
20:16 ἀνθ’ ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνθυμημάτων τῶν καρδιῶν αὐτῶν ἐπορεύοντο因為他們厭棄我的典章,不遵行我的律例,褻瀆我的安息日,隨從自己心中的意念而行。because they rejected my judgments and did not walk in my ordinances, and they profaned my sabbaths, and they went after the notions of their hearts.
20:17 καὶ ἐφείσατο ὁ ὀφθαλμός μου ἐπ’ αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ然而我的眼顧惜他們,不將他們抹除,也沒有在曠野把他們滅絕淨盡。Yet my eye spared them from wiping them out, and I did not make an end of them in the wilderness.
20:18 καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσθε καὶ τὰ δικαιώματα αὐτῶν μὴ φυλάσσεσθε καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσθε καὶ μὴ μιαίνεσθε我在曠野對他們的兒女說:不要遵行你們列祖的規條,不要謹守他們的典章,不要與他們的行徑相混,也不要玷污自己。And I said to their children in the wilderness: Do not walk in the customs of your fathers, and do not keep their ordinances, and do not mingle yourselves with their practices, and do not defile yourselves.
20:19 ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ἐν τοῖς προστάγμασίν μου πορεύεσθε καὶ τὰ δικαιώματά μου φυλάσσεσθε καὶ ποιεῖτε αὐτὰ我是耶和華你們的神;你們要遵行我的律例,謹守我的典章,並且去實行。I am the Lord your God; walk in my ordinances and keep my judgments and do them.
20:20 καὶ τὰ σάββατά μου ἁγιάζετε καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν你們要以我的安息日為聖,這必作我與你們中間的記號,使你們知道我是耶和華你們的神。And keep my sabbaths holy, and let it be a sign between me and you, that you may know that I am the Lord your God.
20:21 καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύθησαν καὶ τὰ δικαιώματά μου οὐκ ἐφυλάξαντο τοῦ ποιεῖν αὐτά ἃ ποιήσει ἄνθρωπος καὶ ζήσεται ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ εἶπα τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ’ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ’ αὐτούς他們的兒女卻惹我苦惱,不遵行我的律例,不謹守我的典章去實行,就是人遵行就必因此存活的;他們又褻瀆我的安息日。我就說,我要在曠野將我的烈怒傾倒在他們身上,向他們發盡我的忿怒。But their children embittered me; they did not walk in my ordinances and did not keep my judgments so as to do them, which if a person does he shall also live by them; and they profaned my sabbaths. And I said I would pour out my wrath upon them in the wilderness, to accomplish my anger against them.
20:22 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν ὧν ἐξήγαγον αὐτοὺς κατ’ ὀφθαλμοὺς αὐτῶν但我這樣行,是為使我的名完全不在列國面前被褻瀆,就是我在他們眼前領以色列人出來的那些列國。But I acted so that my name should not be profaned at all before the nations, in whose sight I brought them out.