以賽亞書 第 31 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。禍哉,那些下埃及求幫助的人!他們倚靠馬匹,倚靠戰車,因為戰車眾多,又倚靠極其眾多的馬匹;他們卻不倚靠以色列的聖者,也不尋求神。
31:1 οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ’ ἵπποις πλῆθος σφόδρα καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν禍哉,那些下埃及求幫助的人!他們倚靠馬匹,倚靠戰車,因為戰車眾多,又倚靠極其眾多的馬匹;他們卻不倚靠以色列的聖者,也不尋求神。Woe to those who go down to Egypt for help, who trust in horses and in chariots — for they are many — and in horses, a very great multitude; but they were not trusting in the Holy One of Israel, and they did not seek out God.
31:2 καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ καὶ ἐπαναστήσεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν他本是智慧的,卻降災禍在他們身上;他的話絕不廢去。他必起來攻擊惡人的家,並攻擊他們虛妄的指望。And he, being wise, was bringing evils upon them, and his word shall by no means be annulled; and he will rise up against the houses of wicked men and against their vain hope.
31:3 Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθοῦντες καὶ ἅμα πάντες ἀπολοῦνται埃及人是人,不是神;他們的馬是血肉,並不是幫助。主必伸手攻擊他們,幫助人的必疲乏,他們都要一同滅亡。An Egyptian is a man and not God; horses' flesh, and there is no help. But the Lord will bring his hand upon them, and those who help shall grow weary, and all together they shall perish.
31:4 ὅτι οὕτως εἶπέν μοι κύριος ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς因為主對我這樣說:獅子或幼獅為牠所抓的食物吼叫,向著食物咆哮,直到山嶺都滿了牠的聲音,他們就被打敗,因牠盛怒而驚惶;照樣,萬軍之主必降臨,在錫安山上、在她的眾山上出兵爭戰。For thus the Lord said to me: Just as when the lion or the lion's cub roars over the prey it has seized, and cries out over it until the mountains are filled with its voice, and they were defeated and terrified at the greatness of its rage — so shall the Lord Sabaoth come down to wage war upon Mount Zion, upon her mountains.
31:5 ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει如同飛鳥翱翔,主也必這樣護衛耶路撒冷;他必搭救、保全、拯救。As birds flying, so the Lord will shield Jerusalem; and he will deliver and preserve and save.
31:6 ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον你們這些圖謀深沉且不法之計的人哪,要回轉。Turn back, you who devise deep and lawless counsel.
31:7 ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν因為在那日,人必棄絕自己手所造的銀像和金像。For in that day men shall renounce their handmade things, the silver ones and the golden ones, which their hands made.
31:8 καὶ πεσεῖται Ασσουρ οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα亞述必仆倒,不是因人的刀,也不是因世人的刀吞滅他;他必逃跑,卻不是在刀劍面前逃跑,他的少年人必成為敗亡的。And Assour shall fall; not a man's sword, nor a human sword shall devour him; and he shall flee, but not from before a sword, and the young men shall be for defeat.
31:9 πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται ὁ δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ因為他們必被磐石圍困如同被營壘圍住,必然敗亡;逃跑的必被擒拿。主如此說:凡在錫安有後裔、在耶路撒冷有家人的,便為有福。For they shall be surrounded by a rock as by a palisade, and shall be defeated, and the one who flees shall be captured. Thus says the Lord: Blessed is he who has seed in Zion and kinsfolk in Jerusalem.