詩篇 第 48 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。可拉子孫的詩歌,為安息週的第二日。
48:0 ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορε δευτέρᾳ σαββάτου可拉子孫的詩歌,為安息週的第二日。A psalm of a song. For the sons of Kore. For the second day of the week.
48:1 μέγας κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὄρει ἁγίῳ αὐτοῦ主本為大,在我們神的城中,在他的聖山上,該受大讚美。Great is the Lord and greatly to be praised in the city of our God, on his holy mountain.
48:2 εὖ ῥιζῶν ἀγαλλιάματι πάσης τῆς γῆς ὄρη Σιων τὰ πλευρὰ τοῦ βορρᾶ ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου扎根穩固,是全地的歡騰——錫安的群山,北面的兩側,就是大君王的城。Well rooted, the exultation of all the earth, are the mountains of Zion, the sides of the north, the city of the great King.
48:3 ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται ὅταν ἀντιλαμβάνηται αὐτῆς神在她的宮殿中被人認識,就是在他扶持她的時候。God is known in her palaces when he takes hold of her.
48:4 ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν ἤλθοσαν ἐπὶ τὸ αὐτό因為看哪,眾王聚集,一同前來。For behold, the kings were assembled; they came together.
48:5 αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν ἐταράχθησαν ἐσαλεύθησαν他們一看見,就這樣驚奇,慌亂震動。They themselves, seeing it so, were amazed; they were troubled; they were shaken.
48:6 τρόμος ἐπελάβετο αὐτῶν ἐκεῖ ὠδῖνες ὡς τικτούσης戰兢在那裡抓住他們,痛苦如同產難的婦人。Trembling took hold of them there, pangs as of a woman in labour.
48:7 ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσις你必用猛烈的風打破他施的船隻。With a violent wind you will shatter the ships of Tharsis.
48:8 καθάπερ ἠκούσαμεν οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων ἐν πόλει τοῦ θεοῦ ἡμῶν ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα διάψαλμα我們從前所聽見的,現在在萬軍之主的城中,在我們神的城中,親眼看見了;神已堅立這城,直到永遠。(間奏)As we have heard, so we have seen in the city of the Lord of hosts, in the city of our God; God founded her forever. Interlude.
48:9 ὑπελάβομεν ὁ θεός τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου神啊,我們在你殿的中間領受了你的慈愛。We received, O God, your mercy in the midst of your temple.
48:10 κατὰ τὸ ὄνομά σου ὁ θεός οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς δικαιοσύνης πλήρης ἡ δεξιά σου神啊,你的名怎樣,你所受的讚美也怎樣,直到地極;你的右手滿了公義。As is your name, O God, so also is your praise, to the ends of the earth; your right hand is full of righteousness.
48:11 εὐφρανθήτω τὸ ὄρος Σιων ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ιουδαίας ἕνεκεν τῶν κριμάτων σου κύριε主啊,因你的判斷,願錫安山歡喜,願猶大的眾女快樂。Let Mount Zion be glad, let the daughters of Judea rejoice, because of your judgements, O Lord.
48:12 κυκλώσατε Σιων καὶ περιλάβετε αὐτήν διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς你們當周遊錫安,四圍環繞她,在她的城樓中述說。Go around Zion and encompass her; recount among her towers.
48:13 θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν你們要把心放在她的能力上,分配她的宮殿,好叫你們傳述給後代。Set your hearts on her power, and distribute her palaces, that you may recount it to another generation.
48:14 ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας因為這神就是我們的神,直到永遠,直到永永遠遠;他必牧養我們,直到萬世。For this is God, our God, forever and ever and ever; he himself will shepherd us for ages.