撒母耳記上 第 14 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。有一日,掃羅的兒子約拿單對拿他兵器的僕人說:來吧,我們過到那邊非利士人的米撒去。但他沒有告訴父親。
14:1 καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ιωναθαν υἱὸς Σαουλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν有一日,掃羅的兒子約拿單對拿他兵器的僕人說:來吧,我們過到那邊非利士人的米撒去。但他沒有告訴父親。And a day comes, and Ionathan son of Saul said to the lad who bore his armour, Come, and let us cross over to the messab of the Philistines that is on that other side. But he did not tell his father.
14:2 καὶ Σαουλ ἐκάθητο ἐπ’ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων καὶ ἦσαν μετ’ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες掃羅坐在山岡的儘邊,在米磯崙的石榴樹下,跟隨他的約有六百人。And Saul was sitting at the edge of the hill under the pomegranate tree that is in Magdon; and with him were about six hundred men.
14:3 καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι ἱερεὺς τοῦ θεοῦ ἐν Σηλωμ αἴρων εφουδ καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωναθαν亞希突的兒子亞希亞是在示羅作神祭司的,穿著以弗得;亞希突是約基別的兄弟,是非尼哈的兒子、以利的孫子。百姓卻不知道約拿單已經去了。And Achia son of Achitob, brother of Iochabed, son of Phinees, son of Eli, was the priest of God in Selom, bearing an ephod. And the people did not know that Ionathan had gone.
14:4 καὶ ἀνὰ μέσον τῆς διαβάσεως οὗ ἐζήτει Ιωναθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν ὄνομα τῷ ἑνὶ Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννα約拿單想要過到非利士人駐所去,那渡口中間,這邊有一個尖峭的磐石,那邊也有一個尖峭的磐石;一個名叫播薛,另一個名叫西尼。And in the midst of the passage where Ionathan sought to cross over to the garrison of the Philistines, there was a rocky crag on this side and a rocky crag on that side; the name of the one was Bazes and the name of the other Senna.
14:5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεε一條路從北邊通到瑪革瑪,另一條路從南邊通到迦巴。The one way was from the north for one coming to Machmas, and the other way from the south for one coming to Gabee.
14:6 καὶ εἶπεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων εἴ τι ποιήσαι ἡμῖν κύριος ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις約拿單對拿他兵器的僕人說:來吧,我們過到這些未受割禮之人的米撒去;或者耶和華為我們施展作為,因為耶和華施行拯救,不受人多人少的限制。And Ionathan said to the lad who bore his armour, Come, let us cross over to the messab of these uncircumcised; perhaps the Lord will do something for us, for there is nothing that constrains the Lord to save by many or by few.
14:7 καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ποίει πᾶν ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ ἰδοὺ ἐγὼ μετὰ σοῦ ὡς ἡ καρδία σοῦ καρδία μοῦ拿他兵器的僕人對他說:隨你的心意行吧;看哪,我與你同在,你的心怎樣,我的心也怎樣。And the one who bore his armour said to him, Do all that your heart inclines to; behold, I am with you; as your heart is, so is my heart.
14:8 καὶ εἶπεν Ιωναθαν ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς約拿單說:看哪,我們要過到那些人那裡去,必滾下到他們那裡。And Ionathan said, Behold, we are crossing over to the men, and we will roll ourselves down toward them.
14:9 ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν καὶ στησόμεθα ἐφ’ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ’ αὐτούς他們若對我們這樣說:你們站住,等我們告訴你們;我們就站在原處,不上他們那裡去。If they say this to us, Stand still there until we report to you, then we will stand in our place and will not go up against them.
14:10 καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ἀνάβητε πρὸς ἡμᾶς καὶ ἀναβησόμεθα ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν τοῦτο ἡμῖν τὸ σημεῖον他們若這樣說:你們上到我們這裡來;我們就上去,因為耶和華已經把他們交在我們手裡;這就是我們的兆頭。But if they say this to us, Come up to us, then we will go up, for the Lord has delivered them into our hands; this shall be the sign to us.
14:11 καὶ εἰσῆλθον ἀμφότεροι εἰς μεσσαβ τῶν ἀλλοφύλων καὶ λέγουσιν οἱ ἀλλόφυλοι ἰδοὺ οἱ Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν οὗ ἐκρύβησαν ἐκεῖ二人就都進到非利士人的米撒那裡。非利士人說:看哪,希伯來人從他們所藏的洞穴裡出來了。And they both entered the messab of the Philistines, and the Philistines say, Behold, the Hebrews are coming out of their holes where they hid themselves.
14:12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμᾶς καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα καὶ εἶπεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Ισραηλ米撒的人對約拿單和拿他兵器的僕人說:你們上到我們這裡來,我們有話指示你們。約拿單就對拿他兵器的僕人說:跟我上去,因為耶和華已經把他們交在以色列人手裡。And the men of the messab answered Ionathan and the one who bore his armour, and they say, Come up to us, and we will make known to you a thing. And Ionathan said to the one who bore his armour, Come up after me, for the Lord has delivered them into the hands of Israel.
14:13 καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ’ αὐτοῦ καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν καὶ ἐπάταξεν αὐτούς καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ約拿單就用手用腳爬上去,拿他兵器的僕人跟隨他。他們望著約拿單的臉,約拿單就擊殺他們,拿他兵器的僕人也在他後面接著殺。And Ionathan went up on his hands and on his feet, and the one who bore his armour with him; and they looked upon the face of Ionathan, and he struck them, and the one who bore his armour kept following up behind him.
14:14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη ἣν ἐπάταξεν Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν τοῦ πεδίου約拿單和拿他兵器的僕人起初所殺的約有二十人,都倒在田間的標槍、彈石和石塊之間。And the first slaughter which Ionathan and the one who bore his armour made was about twenty men, with darts and with sling-stones and with the flints of the plain.
14:15 καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ καὶ πᾶς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν καὶ ἐθάμβησεν ἡ γῆ καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου於是營中、田間都有驚恐;眾百姓,就是在米撒的和那些行毀滅的,都驚惶起來,他們自己也不願動手。地也震動,這驚恐是從耶和華那裡來的。And there was an ecstasy in the camp and in the field; and all the people, those in the messab and the raiders, were amazed, and they themselves were unwilling to act; and the land was astounded, and there came an ecstasy from the Lord.
14:16 καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν掃羅在便雅憫的迦巴的守望兵觀看,看哪,敵軍潰亂,四散奔逃。And the watchmen of Saul in Gabee of Beniamin saw, and behold, the camp was thrown into confusion this way and that.
14:17 καὶ εἶπεν Σαουλ τῷ λαῷ τῷ μετ’ αὐτοῦ ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν καὶ ἐπεσκέψαντο καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ掃羅就對跟隨他的百姓說:你們數點一下,看是誰從你們中間出去了。他們數點的時候,看哪,約拿單和拿他兵器的僕人不在。And Saul said to the people who were with him, Muster now and see who has gone from among you. And they mustered, and behold, Ionathan and the one who bore his armour were not found.
14:18 καὶ εἶπεν Σαουλ τῷ Αχια προσάγαγε τὸ εφουδ ὅτι αὐτὸς ἦρεν τὸ εφουδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ισραηλ掃羅對亞希亞說:把以弗得拿來;因為當日他在以色列人面前帶著以弗得。And Saul said to Achia, Bring near the ephod; for he was bearing the ephod on that day before Israel.
14:19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν καὶ εἶπεν Σαουλ πρὸς τὸν ἱερέα συνάγαγε τὰς χεῖράς σου掃羅正與祭司說話的時候,非利士營中的喧嚷越發大了。掃羅就對祭司說:停手吧。And it came to pass, while Saul was speaking to the priest, that the noise in the camp of the Philistines went on increasing and grew greater; and Saul said to the priest, Withdraw your hands.
14:20 καὶ ἀνεβόησεν Σαουλ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ σύγχυσις μεγάλη σφόδρα掃羅和跟隨他的眾百姓都呼喊起來,來到戰場;看哪,那裡人用刀互相擊殺,大大混亂。And Saul cried out, and all the people who were with him, and they come to the battle; and behold, every man's sword was against his neighbour, a very great confusion.
14:21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναθαν那些從前隸屬非利士人、隨他們上營來的奴僕,如今也轉過來,歸從跟隨掃羅和約拿單的以色列人。And the slaves who had been with the Philistines previously, who had gone up with them into the camp, turned about, and they too were with Israel, with those who were with Saul and Ionathan.
14:22 καὶ πᾶς Ισραηλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον以色列眾人,就是藏在以法蓮山地的,聽見非利士人逃跑,也就都緊追他們,加入爭戰。And all Israel, those hiding in the mount of Ephraim, also heard that the Philistines had fled, and they too joined close behind them in the battle.
14:23 καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαιθων καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ那日耶和華拯救了以色列。戰事蔓延過了拜通;跟隨掃羅的眾百姓約有一萬人,戰事散布在以法蓮山地的全城各處。And the Lord saved Israel in that day; and the battle passed over Baithon, and all the people were with Saul, about ten thousand men, and the battle was scattered throughout the whole city in Mount Ephraim.
14:24 καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας καὶ ἐκδικήσω τὸν ἐχθρόν μου καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου那日掃羅大大地做了糊塗事;他咒詛百姓說:凡在傍晚以前吃餅的人必受咒詛,我必向我的仇敵報仇。於是眾百姓連餅也沒有嘗。And Saul committed a great error of ignorance in that day, and he curses the people, saying, Cursed is the man who eats bread until evening, and I will avenge myself on my enemy. And none of all the people tasted bread.
14:25 καὶ πᾶσα ἡ γῆ ἠρίστα καὶ ιααρ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ遍地的人都在用飯;雅珥是蜂房的樹林,就在田野的前面。And all the land was taking its meal; and Iaar was a forest of a beehive before the face of the field.
14:26 καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα καὶ ἰδοὺ ἐπορεύετο λαλῶν καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου百姓進了蜂房,看哪,他們一路走一路說著話;看哪,卻沒有一個人把手送到口邊,因為百姓懼怕耶和華的誓言。And the people entered into the beehive, and behold, they went along speaking; and behold, there was no one turning his hand to his mouth, because the people feared the oath of the Lord.