詩篇 第 84 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。交與終局者,為酒醡而作,可拉子孫的詩。
84:0 εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορε ψαλμός交與終局者,為酒醡而作,可拉子孫的詩。To the end; concerning the winepresses; for the sons of Kore. A psalm.
84:1 ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων萬軍之主啊,你的居所何等可愛!How beloved are your dwellings, O Lord of hosts!
84:2 ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα我的魂切慕主的院宇,甚至衰竭;我的心和我的肉體向永活的神歡騰。My soul longs and faints for the courts of the Lord; my heart and my flesh rejoiced in the living God.
84:3 καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς τὰ θυσιαστήριά σου κύριε τῶν δυνάμεων ὁ βασιλεύς μου καὶ ὁ θεός μου麻雀為自己找著房屋,斑鳩為自己找著窩,好安放雛鳥—就是你的祭壇。萬軍之主,我的王,我的神啊!For even the sparrow found a house for itself, and the turtledove a nest for herself, where she will lay her young—your altars, O Lord of hosts, my King and my God.
84:4 μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε διάψαλμα住在你殿中的人有福了,他們要永永遠遠讚美你。間奏Blessed are those who dwell in your house; forever and ever they will praise you. Interlude
84:5 μακάριος ἀνήρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο主啊,得你扶助的人有福了;他在心中安排了上行之路。Blessed is the man whose support is from you, O Lord; he has set ascents in his heart.
84:6 ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν在哭泣的山谷中,往他所定的地方去;立法者也必賜下福分。In the valley of weeping, to the place which he appointed; for indeed the lawgiver will give blessings.
84:7 πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιων他們必力上加力,眾神之神必在錫安顯現。They will go from strength to strength; the God of gods will be seen in Sion.
84:8 κύριε ὁ θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι ὁ θεὸς Ιακωβ διάψαλμα主,萬軍之神啊,求你垂聽我的禱告;雅各的神啊,求你側耳而聽。間奏O Lord, God of hosts, hear my prayer; give ear, O God of Iakob. Interlude
84:9 ὑπερασπιστὰ ἡμῶν ἰδέ ὁ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου我們的護衛者,神啊,求你觀看,垂顧你受膏者的面。O our protector, see, O God, and look upon the face of your anointed.
84:10 ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν因為在你院中一日,勝過千日。我寧可被丟在神的殿中,也不願住在罪人的帳棚裡。For one day in your courts is better than thousands. I chose to be cast down in the house of God rather than to dwell in the tents of sinners.
84:11 ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος ὁ θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ因為主神喜愛憐憫和真理;主必賜下恩典和榮耀。他必不留下美善不給那行事純全的人。For the Lord God loves mercy and truth; the Lord will give grace and glory; he will not withhold good things from those who walk in innocence.
84:12 κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ萬軍之主啊,倚靠你的人有福了!O Lord of hosts, blessed is the man who hopes in you.