列王紀上 第 8 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。所羅門建造耶和華的殿和自己的宮完畢,過了二十年,那時所羅門王把以色列的眾長老招聚到錫安,要把耶和華的約櫃從大衛城抬上來;大衛城就是錫安。
8:1 καὶ ἐγένετο ἐν τῷ συντελέσαι Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης κυρίου ἐκ πόλεως Δαυιδ αὕτη ἐστὶν Σιων所羅門建造耶和華的殿和自己的宮完畢,過了二十年,那時所羅門王把以色列的眾長老招聚到錫安,要把耶和華的約櫃從大衛城抬上來;大衛城就是錫安。And it happened, when Salomon had finished building the house of the Lord and his own house, after twenty years, that then King Salomon assembled all the elders of Israel in Sion, to bring up the ark of the covenant of the Lord out of the city of Dauid — this is Sion.
8:2 ἐν μηνὶ Αθανιν在亞他寧月。In the month Athanin.
8:3 καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν祭司就抬起約櫃,And the priests took up the ark,
8:4 καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου又抬了見證的帳幕,和見證帳幕裡一切聖潔的器皿。and the tent of witness, and all the holy vessels that were in the tent of witness.
8:5 καὶ ὁ βασιλεὺς καὶ πᾶς Ισραηλ ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες πρόβατα καὶ βόας ἀναρίθμητα王和以色列眾人都在約櫃前,獻上無數的羊和牛。And the king and all Israel were before the ark, sacrificing sheep and oxen beyond number.
8:6 καὶ εἰσφέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν χερουβιν祭司把約櫃抬進它的地方,進到殿的內殿,就是至聖所,安在基路伯的翅膀底下。And the priests bring in the ark to its place, into the inner sanctuary of the house, into the holy of holies, under the wings of the cheroubin.
8:7 ὅτι τὰ χερουβιν διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ καὶ περιεκάλυπτον τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωθεν因為基路伯把翅膀張開在約櫃的地方之上,基路伯從上面遮蓋著約櫃和它的聖物。For the cheroubin had their wings spread out over the place of the ark, and the cheroubin covered over the ark and over its holy things from above.
8:8 καὶ ὑπερεῖχον τὰ ἡγιασμένα καὶ ἐνεβλέποντο αἱ κεφαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ καὶ οὐκ ὠπτάνοντο ἔξω那些分別為聖之物伸了出來,那些分別為聖之物的頭從聖所朝著內殿的前面可以看見,在外面卻看不見。And the consecrated things projected, and the heads of the consecrated things were seen from the holy place toward the front of the inner sanctuary, but they were not seen outside.
8:9 οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίθιναι πλάκες τῆς διαθήκης ἃς ἔθηκεν ἐκεῖ Μωυσῆς ἐν Χωρηβ ἃ διέθετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου約櫃裡除了兩塊石版以外,別無他物;那是約版,是摩西在何烈放在那裡的,就是以色列人出埃及地的時候,耶和華與他們所立的約。There was nothing in the ark except two stone tablets, the tablets of the covenant, which Moyses placed there at Choreb, which the Lord covenanted with the sons of Israel when they came out of the land of Egypt.
8:10 καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου καὶ ἡ νεφέλη ἔπλησεν τὸν οἶκον祭司從聖所出來的時候,有雲充滿了殿。And it happened, when the priests came out of the holy place, that the cloud filled the house.
8:11 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον祭司因那雲的緣故不能站立供職,因為耶和華的榮光充滿了殿。And the priests could not stand to minister because of the cloud, for the glory of the Lord filled the house.
8:14 καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ισραηλ καὶ πᾶσα ἐκκλησία Ισραηλ εἱστήκει王轉過臉來,為以色列眾人祝福;以色列全會眾都站著。And the king turned his face and blessed all Israel, and the whole assembly of Israel was standing.
8:15 καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ σήμερον ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων他說:今日,耶和華以色列的神是應當稱頌的!他曾親口論到我父親大衛說話,又親手成就了,說:And he said: Blessed be the Lord, the God of Israel, today, who spoke with his mouth concerning Dauid my father and with his hands has fulfilled it, saying:
8:16 ἀφ’ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ισραηλ ἐξ Αἰγύπτου οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ εἶναι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην τὸν Δαυιδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ισραηλ自從我領我的百姓以色列出埃及的那日起,我未曾在以色列任何一個支派中揀選一座城,建造殿宇使我的名在那裡;我卻揀選了耶路撒冷,使我的名在那裡;又揀選了大衛,治理我的百姓以色列。From the day I brought out my people Israel from Egypt I did not choose a city in any one tribe of Israel to build a house for my name to be there; but I chose Jerusalem for my name to be there, and I chose Dauid to be over my people Israel.
8:17 καὶ ἐγένετο ἐπὶ τῆς καρδίας Δαυιδ τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ我父親大衛心裡有意,要為耶和華以色列神的名建造殿宇。And it was in the heart of Dauid my father to build a house for the name of the Lord, the God of Israel.
8:18 καὶ εἶπεν κύριος πρὸς Δαυιδ τὸν πατέρα μου ἀνθ’ ὧν ἦλθεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου καλῶς ἐποίησας ὅτι ἐγενήθη ἐπὶ τὴν καρδίαν σου耶和華對我父親大衛說:你既然心裡有意要為我的名建造殿宇,你這樣存心是好的。And the Lord said to Dauid my father: Since it came into your heart to build a house for my name, you did well in that it came into your heart.
8:19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον ἀλλ’ ἣ ὁ υἱός σου ὁ ἐξελθὼν ἐκ τῶν πλευρῶν σου οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου只是你不可建造那殿,惟有從你腰中所出的兒子,他必為我的名建造那殿。Only you shall not build the house, but rather your son who comes out of your loins — he shall build the house for my name.
8:20 καὶ ἀνέστησεν κύριος τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν καὶ ἀνέστην ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τοῦ θρόνου Ισραηλ καθὼς ἐλάλησεν κύριος καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ耶和華堅立了他所說的話;我接續我父親大衛興起,坐在以色列的寶座上,正如耶和華所說的;我也為耶和華以色列神的名建造了這殿。And the Lord has established his word that he spoke; and I have risen up in place of Dauid my father and have sat upon the throne of Israel, as the Lord spoke, and I have built the house for the name of the Lord, the God of Israel.
8:21 καὶ ἐθέμην ἐκεῖ τόπον τῇ κιβωτῷ ἐν ᾗ ἐστιν ἐκεῖ διαθήκη κυρίου ἣν διέθετο κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου我也在那裡為約櫃設了地方,櫃裡有耶和華的約,就是耶和華領我們列祖出埃及地的時候,與他們所立的約。And I have set there a place for the ark, in which is there the covenant of the Lord, which the Lord covenanted with our fathers when he brought them out of the land of Egypt.
8:22 καὶ ἔστη Σαλωμων κατὰ πρόσωπον τοῦ θυσιαστηρίου κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν所羅門在耶和華的壇前,當著以色列全會眾站著,向天張開雙手。And Salomon stood before the altar of the Lord in the presence of the whole assembly of Israel, and spread out his hands toward heaven.
8:23 καὶ εἶπεν κύριε ὁ θεὸς Ισραηλ οὐκ ἔστιν ὡς σὺ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω φυλάσσων διαθήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ他說:耶和華以色列的神啊,天上地下沒有神能像你!你向那全心行在你面前的僕人守約施慈愛;And he said: O Lord, God of Israel, there is no god like you in heaven above or upon the earth below, keeping covenant and mercy for your servant who walks before you with his whole heart;
8:24 ἃ ἐφύλαξας τῷ δούλῳ σου Δαυιδ τῷ πατρί μου καὶ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη這些你向你僕人我父親大衛守住了;你親口說過,也親手成就了,正如今日一樣。the things you have kept for your servant Dauid my father: you spoke with your mouth and with your hands you have fulfilled it, as it is this day.
8:25 καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ φύλαξον τῷ δούλῳ σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων οὐκ ἐξαρθήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ πλὴν ἐὰν φυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσθαι ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθης ἐνώπιον ἐμοῦ耶和華以色列的神啊,現在求你向你僕人我父親大衛守住你對他所說的話,說:你的後裔中必不斷有人在我面前坐以色列的寶座;只要你的兒女謹守他們的道路,行在我面前,像你行在我面前一樣。And now, O Lord, God of Israel, keep for your servant Dauid my father what you spoke to him, saying: There shall not be taken away from you a man from before me sitting upon the throne of Israel, only if your children keep their ways, to walk before me as you walked before me.
8:26 καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαυιδ τῷ πατρί μου耶和華以色列的神啊,現在求你使你向我父親大衛所說的話得以堅立。And now, O Lord, God of Israel, let your word to Dauid my father be confirmed.
8:27 ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι πλὴν καὶ ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου神真的會與人同住在地上嗎?看哪,天和天上的天尚且不夠你居住,何況我為你的名所建造的這殿呢!For will God truly dwell with men upon the earth? If heaven and the heaven of heaven are not sufficient for you, how much less this house that I have built for your name!
8:28 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου κύριε ὁ θεὸς Ισραηλ ἀκούειν τῆς τέρψεως ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον耶和華以色列的神啊,求你垂顧我的懇求,垂聽你僕人今日在你面前向你祈禱的歡呼。Yet you will look upon my supplication, O Lord, God of Israel, to hear the joyful cry with which your servant prays before you, to you, today;
8:29 τοῦ εἶναι ὀφθαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον ὃν εἶπας ἔσται τὸ ὄνομά μου ἐκεῖ τοῦ εἰσακούειν τῆς προσευχῆς ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός願你的眼睛晝夜向這殿睜開,向你所說「我的名必在那裡」的地方睜開,垂聽你僕人晝夜向這地方所獻的禱告。that your eyes may be open toward this house day and night, toward the place of which you said, My name shall be there, to listen to the prayer that your servant prays toward this place day and night.
8:30 καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ願你垂聽你僕人和你百姓以色列向這地方所獻的一切祈求;求你在你居住的地方,就是在天上垂聽,垂聽而施行,並且施憐憫。And you will listen to the supplication of your servant and of your people Israel, whatever they pray toward this place; and you will listen in the place of your dwelling, in heaven, and you will act and be merciful.
8:31 ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ καὶ ἐὰν λάβῃ ἐπ’ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτόν καὶ ἔλθῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ θυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ人若得罪鄰舍,有人叫他起誓咒詛他,他來到這殿,在你的壇前承認,In whatever anyone sins against his neighbour, and if an oath is laid upon him to curse him, and he comes and makes confession before your altar in this house,
8:32 καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ισραηλ ἀνομηθῆναι ἄνομον δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ求你從天上垂聽,施行審判你的百姓以色列:定惡人為有罪,使他的行為歸到他自己頭上;稱義人為義,照著他的義報應他。then you will listen from heaven and act and judge your people Israel: to condemn the lawless, bringing his way upon his own head; and to justify the righteous, giving to him according to his righteousness.
8:33 ἐν τῷ πταῖσαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχθρῶν ὅτι ἁμαρτήσονταί σοι καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηθήσονται ἐν τῷ οἴκῳ τούτῳ你的百姓以色列因得罪你,在仇敵面前被擊敗;他們若回轉,承認你的名,在這殿裡禱告懇求,When your people Israel are struck down before enemies because they sin against you, and they turn back and confess your name and pray and make supplication in this house,
8:34 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν求你從天上垂聽,赦免你百姓以色列的罪,使他們歸回你賜給他們列祖的地。then you will listen from heaven and be merciful to the sins of your people Israel, and you will bring them back to the land that you gave to their fathers.