使徒行傳·使徒行傳 第 2 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。五旬節到了,門徒都聚集在一處。
2:1 Καὶ ἐν τῷ συνπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό.五旬節到了,門徒都聚集在一處。Now when the day of Pentecost had come, they were all with one accord in one place.
2:2 καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι·忽然,從天上有響聲下來,好像一陣大風吹過,充滿了他們所坐的屋子,Suddenly there came from the sky a sound like the rushing of a mighty wind, and it filled all the house where they were sitting.
2:3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν,又有舌頭如火焰顯現出來,分開落在他們各人頭上。Tongues like fire appeared and were distributed to them, and one sat on each of them.
2:4 καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.他們就都被聖靈充滿,按着聖靈所賜的口才說起別國的話來。They were all filled with the Holy Spirit and began to speak with other languages, as the Spirit gave them the ability to speak.
2:5 Ἦσαν δὲ εἰς Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·那時,有虔誠的猶太人從天下各國來,住在耶路撒冷。Now there were dwelling in Jerusalem Jews, devout men, from every nation under the sky.
2:6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.這聲音一響,眾人都來聚集,各人聽見門徒用眾人的鄉談說話,就甚納悶;When this sound was heard, the multitude came together and were bewildered, because everyone heard them speaking in his own language.
2:7 ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες, οὐχ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;都驚訝希奇說:「看哪,這說話的不都是加利利人嗎?They were all amazed and marveled, saying to one another, “Behold, aren’t all these who speak Galileans?
2:8 καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;我們各人怎麼聽見他們說我們生來所用的鄉談呢?How do we hear, everyone in our own native language?
2:9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμεῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,我們帕提亞人、米底亞人、以攔人,和住在美索不達米亞、猶太、加帕多家、本都、亞細亞、Parthians, Medes, Elamites, and people from Mesopotamia, Judea, Cappadocia, Pontus, Asia,
2:10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι,弗呂家、旁非利亞、埃及的人,並靠近古利奈的利比亞一帶地方的人,從羅馬來的客旅中,或是猶太人,或是進猶太教的人,Phrygia, Pamphylia, Egypt, the parts of Libya around Cyrene, visitors from Rome, both Jews and proselytes,
2:11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.克里特和阿拉伯人,都聽見他們用我們的鄉談,講說上帝的大作為。」Cretans and Arabians—we hear them speaking in our languages the mighty works of God!”
2:12 ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες, τί θέλει τοῦτο εἶναι;眾人就都驚訝猜疑,彼此說:「這是甚麼意思呢?」They were all amazed and were perplexed, saying to one another, “What does this mean?”
2:13 ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι γλεύκους μεμεστωμένοι εἰσίν.還有人譏誚說:「他們無非是新酒灌滿了。」Others, mocking, said, “They are filled with new wine.”
2:14 Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς, ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.彼得和十一個使徒站起,高聲說:「猶太人和一切住在耶路撒冷的人哪,這件事你們當知道,也當側耳聽我的話。But Peter, standing up with the eleven, lifted up his voice and spoke out to them, “You men of Judea and all you who dwell at Jerusalem, let this be known to you, and listen to my words.
2:15 οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,你們想這些人是醉了;其實不是醉了,因為時候剛到巳初。For these aren’t drunken, as you suppose, seeing it is only the third hour of the day.
2:16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ,這正是先知約珥所說的:But this is what has been spoken through the prophet Joel:
2:17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·上帝說:在末後的日子, 我要將我的靈澆灌凡有血氣的。 你們的兒女要說預言; 你們的少年人要見異象; 老年人要做異夢。‘It will be in the last days, says God, that I will pour out my Spirit on all flesh. Your sons and your daughters will prophesy. Your young men will see visions. Your old men will dream dreams.
2:18 καίγε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν.在那些日子, 我要將我的靈澆灌我的僕人和使女, 他們就要說預言。Yes, and on my servants and on my handmaidens in those days, I will pour out my Spirit, and they will prophesy.
2:19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·在天上,我要顯出奇事; 在地下, 我要顯出神蹟; 有血,有火,有煙霧。I will show wonders in the sky above, and signs on the earth beneath: blood, and fire, and billows of smoke.
2:20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα. πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην.日頭要變為黑暗, 月亮要變為血; 這都在主大而明顯的日子未到以前。The sun will be turned into darkness, and the moon into blood, before the great and glorious day of the Lord comes.
2:21 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.到那時候, 凡求告主名的,就必得救。It will be that whoever will call on the name of the Lord will be saved.’
2:22 Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,「以色列人哪,請聽我的話:上帝藉着拿撒勒人耶穌在你們中間施行異能、奇事、神蹟,將他證明出來,這是你們自己知道的。“Men of Israel, hear these words! Jesus of Nazareth, a man approved by God to you by mighty works and wonders and signs which God did by him among you, even as you yourselves know,
2:23 τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,他既按着上帝的定旨先見被交與人,你們就藉着無法之人的手,把他釘在十字架上,殺了。him, being delivered up by the determined counsel and foreknowledge of God, you have taken by the hand of lawless men, crucified and killed;
2:24 ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ·上帝卻將死的痛苦解釋了,叫他復活,因為他原不能被死拘禁。whom God raised up, having freed him from the agony of death, because it was not possible that he should be held by it.
2:25 Δαυεὶδ γὰρ λέγει εἰς αὐτόν, προορώμην τὸν κύριον μου ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.大衛指着他說: 我看見主常在我眼前; 他在我右邊,叫我不至於搖動。For David says concerning him, ‘I saw the Lord always before my face, for he is on my right hand, that I should not be moved.
2:26 διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐφ’ ἐλπίδι·所以,我心裏歡喜, 我的靈 快樂; 並且我的肉身要安居在指望中。Therefore my heart was glad, and my tongue rejoiced. Moreover my flesh also will dwell in hope,
2:27 ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.因你必不將我的靈魂撇在陰間, 也不叫你的聖者見朽壞。because you will not leave my soul in Hades, neither will you allow your Holy One to see decay.
2:28 ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.你已將生命的道路指示我, 必叫我因見你的面 得着滿足的快樂。You made known to me the ways of life. You will make me full of gladness with your presence.’
2:29 Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυείδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·「弟兄們!先祖大衛的事,我可以明明地對你們說:他死了,也葬埋了,並且他的墳墓直到今日還在我們這裏。“Brothers, I may tell you freely of the patriarch David, that he both died and was buried, and his tomb is with us to this day.
2:30 προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ,大衛既是先知,又曉得上帝曾向他起誓,要從他的後裔中立一位坐在他的寶座上,Therefore, being a prophet, and knowing that God had sworn with an oath to him that of the fruit of his body, according to the flesh, he would raise up the Christ to sit on his throne,
2:31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.就預先看明這事,講論基督復活說: 他的靈魂不撇在陰間; 他的肉身也不見朽壞。he foreseeing this, spoke about the resurrection of the Christ, that his soul wasn’t left in Hades, and his flesh didn’t see decay.
2:32 τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.這耶穌,上帝已經叫他復活了,我們都為這事作見證。This Jesus God raised up, to which we all are witnesses.
2:33 τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε.他既被上帝的右手高舉 ,又從父受了所應許的聖靈,就把你們所看見所聽見的,澆灌下來。Being therefore exalted by the right hand of God, and having received from the Father the promise of the Holy Spirit, he has poured out this which you now see and hear.
2:34 οὐ γὰρ Δαυεὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, εἶπεν κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου大衛並沒有升到天上,但自己說: 主對我主說: 你坐在我的右邊,For David didn’t ascend into the heavens, but he says himself, ‘The Lord said to my Lord, “Sit by my right hand
2:35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.等我使你仇敵作你的腳凳。until I make your enemies a footstool for your feet.”’
2:36 ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.「故此,以色列全家當確實地知道,你們釘在十字架上的這位耶穌,上帝已經立他為主,為基督了。」“Let all the house of Israel therefore know certainly that God has made him both Lord and Christ, this Jesus whom you crucified.”
2:37 Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;眾人聽見這話,覺得扎心,就對彼得和其餘的使徒說:「弟兄們,我們當怎樣行?」Now when they heard this, they were cut to the heart, and said to Peter and the rest of the apostles, “Brothers, what shall we do?”
2:38 Πέτρος δὲ πρὸς αὐτούς, μετανοήσατε, φησίν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·彼得說:「你們各人要悔改,奉耶穌基督的名受洗,叫你們的罪得赦,就必領受所賜的聖靈;Peter said to them, “Repent and be baptized, every one of you, in the name of Jesus Christ for the forgiveness of sins, and you will receive the gift of the Holy Spirit.
2:39 ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν.因為這應許是給你們和你們的兒女,並一切在遠方的人,就是主-我們上帝所召來的。」For the promise is to you and to your children, and to all who are far off, even as many as the Lord our God will call to himself.”
2:40 ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.彼得還用許多話作見證,勸勉他們說:「你們當救自己脫離這彎曲的世代。」With many other words he testified and exhorted them, saying, “Save yourselves from this crooked generation!”
2:41 οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.於是領受他話的人就受了洗。那一天,門徒約添了三千人,Then those who gladly received his word were baptized. There were added that day about three thousand souls.
2:42 ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.都恆心遵守使徒的教訓,彼此交接,擘餅,祈禱。They continued steadfastly in the apostles’ teaching and fellowship, in the breaking of bread, and prayer.
2:43 Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος· πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο ἐν Ἱερουσαλήμ, φόβος τε ἦν μέγας ἐπὶ πάντας.眾人都懼怕;使徒又行了許多奇事神蹟。Fear came on every soul, and many wonders and signs were done through the apostles.
2:44 καὶ πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά,信的人都在一處,凡物公用,All who believed were together, and had all things in common.
2:45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν·並且賣了田產、家業,照各人所需用的分給各人。They sold their possessions and goods, and distributed them to all, according as anyone had need.
2:46 καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,他們天天同心合意恆切地在殿裏,且在家中擘餅,存着歡喜、誠實的心用飯,Day by day, continuing steadfastly with one accord in the temple, and breaking bread at home, they took their food with gladness and singleness of heart,
2:47 αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό.讚美上帝,得眾民的喜愛。主將得救的人天天加給他們。praising God and having favor with all the people. The Lord added to the assembly day by day those who were being saved.