詩篇 第 56 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。歸於終結,為那遠離聖所的子民,大衛的,作石柱銘文,當外族人在迦特捉住他的時候。
56:0 εἰς τὸ τέλος ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου τῷ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ歸於終結,為那遠離聖所的子民,大衛的,作石柱銘文,當外族人在迦特捉住他的時候。To the end. Concerning the people that was removed far from the holy places. Of David, for a stele inscription, when the foreigners seized him in Geth.
56:1 ἐλέησόν με κύριε ὅτι κατεπάτησέν με ἄνθρωπος ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με主啊,求你憐憫我,因為有人踐踏我;他終日爭戰,欺壓我。Have mercy on me, O Lord, for a man has trampled me; all day long he warred and afflicted me.
56:2 κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους我的仇敵終日踐踏我,因為從高處攻擊我的人甚多。My enemies trampled me all day long, for many are those who fight against me from on high.
56:3 ἡμέρας φοβηθήσομαι ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ白日我必懼怕,我卻要指望你。By day I shall be afraid, but I will hope in you.
56:4 ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν ἐπὶ τῷ θεῷ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ在神裡我要稱讚我的話語;我終日指望神,必不懼怕。血肉之體能把我怎麼樣呢?In God I will praise my words; all day long I have hoped in God; I will not fear. What can flesh do to me?
56:5 ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν他們終日憎惡我的話語,他們一切的意念都是要加害於我。All day long they abhorred my words; all their thoughts were against me for evil.
56:6 παροικήσουσιν καὶ κατακρύψουσιν αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν καθάπερ ὑπέμειναν τὴν ψυχήν μου他們必聚居埋伏,窺探我的腳蹤,正如他們等候要害我的魂。They will lodge and hide themselves; they will watch my heel, just as they waited for my soul.
56:7 ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς ἐν ὀργῇ λαοὺς κατάξεις ὁ θεός你決不會拯救他們;神啊,求你在怒中把萬民擊落。For nothing will you save them; in anger you will bring down peoples, O God.
56:8 τὴν ζωήν μου ἐξήγγειλά σοι ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου我把我的生命向你陳明;你把我的眼淚擺在你面前,正如在你的應許之中。I declared my life to you; you set my tears before you, as also in your promise.
56:9 ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ我呼求你的那日,我的仇敵都必轉身退後。看哪,我知道你是我的神。My enemies will turn back on the day when I call upon you. Behold, I know that you are my God.
56:10 ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον在神裡我要稱讚言語;在主裡我要稱讚話語。In God I will praise a word; in the Lord I will praise a word.
56:11 ἐπὶ τῷ θεῷ ἤλπισα οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος我指望神,必不懼怕。人能把我怎麼樣呢?In God I have hoped; I will not fear. What can man do to me?
56:12 ἐν ἐμοί ὁ θεός αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι神啊,我所許的願都在我身上,我要向你獻上讚美。O God, the vows I will pay are upon me; I will render praise to you.
56:13 ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων因為你救我的魂脫離死亡,使我的腳不致滑跌,好叫我在活人的光中,在神面前蒙悅納。For you delivered my soul from death, and my feet from stumbling, that I may be well pleasing before God in the light of the living.