哥林多前書·哥林多前書 第 12 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。弟兄們,論到屬靈的恩賜,我不願意你們不明白。
12:1 Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.弟兄們,論到屬靈的恩賜,我不願意你們不明白。Now concerning spiritual things, brothers, I don’t want you to be ignorant.
12:2 οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.你們作外邦人的時候,隨事被牽引,受迷惑,去服事那啞巴偶像,這是你們知道的。You know that when you were heathen, you were led away to those mute idols, however you might be led.
12:3 διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει, ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν, κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.所以我告訴你們,被上帝的靈感動的,沒有說「耶穌是可咒詛」的;若不是被聖靈感動的,也沒有能說「耶穌是主」的。Therefore I make known to you that no man speaking by God’s Spirit says, “Jesus is accursed.” No one can say, “Jesus is Lord,” but by the Holy Spirit.
12:4 Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·恩賜原有分別,聖靈卻是一位。Now there are various kinds of gifts, but the same Spirit.
12:5 καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·職事也有分別,主卻是一位。There are various kinds of service, and the same Lord.
12:6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.功用也有分別,上帝卻是一位,在眾人裏面運行一切的事。There are various kinds of workings, but the same God who works all things in all.
12:7 ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.聖靈顯在各人身上,是叫人得益處。But to each one is given the manifestation of the Spirit for the profit of all.
12:8 ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,這人蒙聖靈賜他智慧的言語,那人也蒙這位聖靈賜他知識的言語,For to one is given through the Spirit the word of wisdom, and to another the word of knowledge according to the same Spirit,
12:9 ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,又有一人蒙這位聖靈賜他信心,還有一人蒙這位聖靈賜他醫病的恩賜,to another faith by the same Spirit, and to another gifts of healings by the same Spirit,
12:10 ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·又叫一人能行異能,又叫一人能作先知,又叫一人能辨別諸靈,又叫一人能說方言,又叫一人能翻方言。and to another workings of miracles, and to another prophecy, and to another discerning of spirits, to another different kinds of languages, and to another the interpretation of languages.
12:11 πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.這一切都是這位聖靈所運行、隨己意分給各人的。But the one and the same Spirit produces all of these, distributing to each one separately as he desires.
12:12 Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός·就如身子是一個,卻有許多肢體;而且肢體雖多,仍是一個身子;基督也是這樣。For as the body is one and has many members, and all the members of the body, being many, are one body; so also is Christ.
12:13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.我們不拘是猶太人,是希臘人,是為奴的,是自主的,都從一位聖靈受洗,成了一個身體,飲於一位聖靈。For in one Spirit we were all baptized into one body, whether Jews or Greeks, whether bond or free; and were all given to drink into one Spirit.
12:14 καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.身子原不是一個肢體,乃是許多肢體。For the body is not one member, but many.
12:15 ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·設若腳說:「我不是手,所以不屬乎身子,」它不能因此就不屬乎身子。If the foot would say, “Because I’m not the hand, I’m not part of the body,” it is not therefore not part of the body.
12:16 καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·設若耳說:「我不是眼,所以不屬乎身子,」它也不能因此就不屬乎身子。If the ear would say, “Because I’m not the eye, I’m not part of the body,” it’s not therefore not part of the body.
12:17 εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;若全身是眼,從哪裏聽聲呢?若全身是耳,從哪裏聞味呢?If the whole body were an eye, where would the hearing be? If the whole were hearing, where would the smelling be?
12:18 νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.但如今,上帝隨自己的意思把肢體俱各安排在身上了。But now God has set the members, each one of them, in the body, just as he desired.
12:19 εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;若都是一個肢體,身子在哪裏呢?If they were all one member, where would the body be?
12:20 νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.但如今肢體是多的,身子卻是一個。But now they are many members, but one body.
12:21 οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω·眼不能對手說:「我用不着你。」頭也不能對腳說:「我用不着你。」The eye can’t tell the hand, “I have no need for you,” or again the head to the feet, “I have no need for you.”
12:22 ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,不但如此,身上肢體人以為軟弱的,更是不可少的。No, much rather, those members of the body which seem to be weaker are necessary.
12:23 καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,身上肢體,我們看為不體面的,越發給它加上體面;不俊美的,越發得着俊美。Those parts of the body which we think to be less honorable, on those we bestow more abundant honor; and our unpresentable parts have more abundant modesty,
12:24 τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,我們俊美的肢體,自然用不着裝飾;但上帝配搭這身子,把加倍的體面給那有缺欠的肢體,while our presentable parts have no such need. But God composed the body together, giving more abundant honor to the inferior part,
12:25 ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη.免得身上分門別類,總要肢體彼此相顧。that there should be no division in the body, but that the members should have the same care for one another.
12:26 καὶ εἴτε πάσχει ἓν μέλος, συνπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συνχαίρει πάντα τὰ μέλη.若一個肢體受苦,所有的肢體就一同受苦;若一個肢體得榮耀,所有的肢體就一同快樂。When one member suffers, all the members suffer with it. When one member is honored, all the members rejoice with it.
12:27 ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.你們就是基督的身子,並且各自作肢體。Now you are the body of Christ, and members individually.
12:28 καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.上帝在教會所設立的:第一是使徒,第二是先知,第三是教師,其次是行異能的,再次是得恩賜醫病的,幫助人的,治理事的,說方言的。God has set some in the assembly: first apostles, second prophets, third teachers, then miracle workers, then gifts of healings, helps, governments, and various kinds of languages.
12:29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;豈都是使徒嗎?豈都是先知嗎?豈都是教師嗎?豈都是行異能的嗎?Are all apostles? Are all prophets? Are all teachers? Are all miracle workers?
12:30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;豈都是得恩賜醫病的嗎?豈都是說方言的嗎?豈都是翻方言的嗎?Do all have gifts of healings? Do all speak with various languages? Do all interpret?
12:31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.你們要切切地求那更大的恩賜。 愛 我現今把最妙的道指示你們。But earnestly desire the best gifts. Moreover, I show a most excellent way to you.