詩篇 第 83 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。亞薩的詩歌。
83:0 ᾠδὴ ψαλμοῦ τῷ Ασαφ亞薩的詩歌。A song of a psalm, for Asaph.
83:1 ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς ὁ θεός神啊,誰能與你相比?神啊,求你不要靜默,也不要安然不動。O God, who shall be likened to you? Do not keep silence, nor be calm, O God.
83:2 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν因為看哪,你的仇敵喧嚷,恨你的人抬起頭來。For behold, your enemies made an uproar, and those who hate you have lifted up their head.
83:3 ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου他們用詭詐向你的百姓定計,又商議攻擊你的聖民。They craftily devised a plot against your people, and took counsel against your holy ones.
83:4 εἶπαν δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι他們說:來吧,我們把他們從列國中除滅,使以色列的名不再被人記念。They said, Come, let us utterly destroy them from being a nation, and let the name of Israel be remembered no more.
83:5 ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό κατὰ σοῦ διαθήκην διέθεντο他們同心合意一起商議,彼此立約攻擊你,For they took counsel with one accord, together; they made a covenant against you:
83:6 τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται Μωαβ καὶ οἱ Αγαρηνοί就是以東人的帳棚和以實瑪利人,摩押和夏甲人,the tents of the Idumeans and the Ismaelites, Moab and the Hagarenes,
83:7 Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον迦巴勒、亞捫、亞瑪力、非利士人,以及住推羅的人。Gebal and Ammon and Amalek, and the Philistines with those who inhabit Tyre.
83:8 καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ’ αὐτῶν ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ διάψαλμα亞述也與他們聯合,作了羅得子孫的幫助。間奏Indeed Assour also joined together with them; they became a support to the sons of Lot. Interlude
83:9 ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων求你待他們如待米甸,如待西西拉,如基順河邊的耶賓。Do to them as to Madiam, and to Sisara, as Iabin at the wadi Kison.
83:10 ἐξωλεθρεύθησαν ἐν Αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ他們在隱多珥被除滅,成了地上的糞土。They were utterly destroyed at Aendor; they became as dung for the earth.
83:11 θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν求你使他們的首領像俄立和西伊伯,使他們一切的首領像西巴和撒慕拿。Make their rulers like Oreb and Zeb and Zebee and Salmana—all their rulers,
83:12 οἵτινες εἶπαν κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ他們曾說:我們要為自己取得神的聖所為業。who said, Let us take for ourselves the sanctuary of God as an inheritance.
83:13 ὁ θεός μου θοῦ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου我的神啊,求你使他們像旋轉的輪,像風前的碎秸。My God, make them like a wheel, like stubble before the face of the wind.
83:14 ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη如火焚燒樹林,如火燄燒著群山,As fire that burns up a forest, as a flame that would burn up mountains,
83:15 οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς你必照樣用你的暴風追趕他們,用你的怒氣驚擾他們。so you will pursue them with your storm, and terrify them with your anger.
83:16 πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε主啊,求你使他們滿面羞辱,他們就必尋求你的名。Fill their faces with dishonor, and they will seek your name, O Lord.
83:17 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν願他們永永遠遠蒙羞驚惶,願他們慚愧滅亡。Let them be ashamed and dismayed forever and ever; let them be put to shame and perish.
83:18 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν使他們知道:惟獨你名為主,惟有你是全地之上的至高者。And let them know that your name is Lord, that you alone are Most High over all the earth.