詩篇 第 108 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。一首詩,大衛的詩歌。
108:0 ᾠδὴ ψαλμοῦ τῷ Δαυιδ一首詩,大衛的詩歌。A song of a psalm. Pertaining to Dauid.
108:1 ἑτοίμη ἡ καρδία μου ὁ θεός ἑτοίμη ἡ καρδία μου ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου神啊,我的心已經預備好了;我的心已經預備好了。我要歌唱,我要用我的榮耀歌頌。My heart is ready, O God, my heart is ready; I will sing and make music in my glory.
108:2 ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα ἐξεγερθήσομαι ὄρθρου琴瑟啊,你們當醒起;我自己要在黎明醒起。Awake, harp and lyre! I myself will awake at dawn.
108:3 ἐξομολογήσομαί σοι ἐν λαοῖς κύριε καὶ ψαλῶ σοι ἐν ἔθνεσιν主啊,我要在萬民中稱謝你,在列國中歌頌你。I will give you thanks among the peoples, O Lord, and I will make music to you among the nations.
108:4 ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου因為你的憐憫大過諸天,你的真實達到雲霄。For your mercy is great above the heavens, and your truth reaches to the clouds.
108:5 ὑψώθητι ἐπὶ τοὺς οὐρανούς ὁ θεός καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου神啊,願你被高舉,過於諸天;願你的榮耀遍及全地。Be exalted above the heavens, O God, and let your glory be over all the earth,
108:6 ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου好使你所親愛的人得救;求你用右手施行拯救,應允我。so that your beloved ones may be delivered. Save with your right hand, and answer me.
108:7 ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω神在他的聖所中說過:我要被高舉;我要分開示劍,丈量帳棚的山谷。God has spoken in his holy place: I will be exalted, and I will divide up Sikima, and I will measure out the valley of the tents.
108:8 ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ ἀντίλημψις τῆς κεφαλῆς μου Ιουδας βασιλεύς μου基列是我的,瑪拿西也是我的;以法蓮是護衛我頭的,猶大是我的君王。Galaad is mine, and Manasse is mine, and Ephraim is the support of my head; Ioudas is my king.
108:9 Μωαβ λέβης τῆς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν摩押是我盼望的鍋;我要向以東伸出我的鞋;非利士人都向我屈服。Moab is the cauldron of my hope; over Idoumaia I will stretch out my sandal; the allophyles have been made subject to me.
108:10 τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας誰能領我進堅固城?誰能引我到以東?Who will lead me away into a fortified city? Who will guide me as far as Idoumaia?
108:11 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμᾶς καὶ οὐκ ἐξελεύσῃ ὁ θεός ἐν ταῖς δυνάμεσιν ἡμῶν神啊,不是你麼?就是那丟棄了我們的你;神啊,你不再與我們的軍隊同去。Is it not you, O God, who rejected us? And you, O God, will not go out with our armies.
108:12 δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου求你賜我們幫助,脫離患難;因為人的拯救是枉然的。Give us help out of affliction, for vain is the salvation of man.
108:13 ἐν τῷ θεῷ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν我們靠著神必行大能的事;他必使我們的仇敵歸於無有。In God we shall do mighty deeds, and he himself will bring our enemies to nothing.