以賽亞書 第 32 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。因為看哪,必有一位公義的王作王,眾首領也必按公理治理。
32:1 ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν因為看哪,必有一位公義的王作王,眾首領也必按公理治理。For behold, a righteous king shall reign, and rulers shall rule with judgment.
32:2 καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου καὶ φανήσεται ἐν Σιων ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ那人必是隱藏自己言語的人,他必被隱藏,如同躲避沖來的水;他必在錫安顯現,如同在乾旱之地湧流的榮耀江河。And the man shall be one who hides his words, and he shall be hidden as from rushing water; and he shall appear in Zion as a rushing river, glorious in a thirsty land.
32:3 καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν他們必不再倚靠人,倒要側耳傾聽。And they shall no longer be trusting in men, but they will give their ears to hear.
32:4 καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην軟弱之人的心必留意傾聽,口吃的舌頭必快快學會說平安的話。And the heart of the weak shall attend to hear, and stammering tongues shall quickly learn to speak peace.
32:5 καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου σίγα人必不再叫愚頑人掌權,你的僕役也必不再說:「閉口。」And they shall no longer tell the fool to rule, and your attendants shall no longer say, 'Be silent.'
32:6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι因為愚頑人必說愚妄的話,他的心必思想虛妄的事,去行不法的事,向主說迷惑的言語,使飢餓的人心靈四散,使口渴之人的心靈空虛。For the fool will speak foolish things, and his heart will devise vain things, to accomplish lawless deeds and to speak delusion toward the Lord, to scatter hungry souls and to leave the thirsting souls empty.
32:7 ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει因為惡人的計謀必圖謀不法的事,用不義的言語毀壞卑微人,在審判中使卑微人的言語歸於無有。For the counsel of the wicked will devise lawless things, to destroy the lowly with unjust words and to scatter the words of the lowly in judgment.
32:8 οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο καὶ αὕτη ἡ βουλὴ μενεῖ但敬虔的人所謀劃的是通達的事,這計謀也必存立。But the pious have devised intelligent things, and this counsel shall remain.
32:9 γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου θυγατέρες ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου富足的婦女啊,起來聽我的聲音!存指望的女子啊,要聽我的話!Rich women, rise up and hear my voice! Daughters in hope, hear my words!
32:10 ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ’ ἐλπίδος ἀνήλωται ὁ τρύγητος πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ你們要在痛苦中帶著指望記念一年的日子;收葡萄的已經完了,撒種的也已停止,不再來到。Make remembrance of a year's days in pain with hope: the vintage has been consumed, the sowing has ceased and shall come no more.
32:11 ἔκστητε λυπήθητε αἱ πεποιθυῖαι ἐκδύσασθε γυμναὶ γένεσθε περιζώσασθε σάκκους τὰς ὀσφύας你們這些自以為穩妥的婦女啊,要驚駭,要憂傷!要脫去衣服,赤身露體,用麻布束腰!Be astonished, be grieved, you who are confident; strip yourselves, become naked, gird sackcloth on your loins.
32:12 καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος你們要為那可喜愛的田地和葡萄樹的果實捶胸哀哭。And beat your breasts over the field of desire and the fruit of the vine.
32:13 ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται πόλις πλουσία我百姓的地必長出荊棘和野草;歡樂必從各家中被奪去——富足的城啊。The land of my people — thorn and grass shall come up; and gladness shall be taken away from every house — O rich city.
32:14 οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος εὐφροσύνη ὄνων ἀγρίων βοσκήματα ποιμένων房屋被撇棄;他們必丟下城中的財富和可愛的房屋;村莊必永遠成為洞穴,成為野驢的樂處、牧人的草場。Houses are forsaken; they shall abandon the wealth of the city and desirable houses; and the villages shall become caves forever, a delight of wild donkeys, pastures for shepherds.
32:15 ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς πνεῦμα ἀφ’ ὑψηλοῦ καὶ ἔσται ἔρημος ὁ Χερμελ καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισθήσεται直等到那從高處來的靈臨到你們;那時赫梅勒必成為曠野,赫梅勒也必被算為樹林。until a spirit from on high comes upon you; and Chermel shall become a wilderness, and Chermel shall be reckoned as a forest.
32:16 καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει公平必安歇在曠野,公義必住在迦密。And judgment shall rest in the wilderness, and righteousness shall dwell in Carmel.
32:17 καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν καὶ πεποιθότες ἕως τοῦ αἰῶνος公義的作為必是平安;公義必持守安歇,人必永遠安然倚靠。And the works of righteousness shall be peace, and righteousness shall hold fast rest, and they shall be confident forever.
32:18 καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς καὶ ἀναπαύσονται μετὰ πλούτου他的百姓必住在平安的城中,安然居住,在財富中得享安息。And his people shall dwell in a city of peace, and shall live there in confidence, and they shall rest with wealth.
32:19 ἡ δὲ χάλαζα ἐὰν καταβῇ οὐκ ἐφ’ ὑμᾶς ἥξει καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ冰雹若降下,也必不臨到你們;住在樹林中的人必像住在平原的人一樣安然。And if hail comes down, it shall not come upon you; and those who dwell in the forests shall be as confident as those in the plain.
32:20 μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ οὗ βοῦς καὶ ὄνος πατεῖ凡在各水邊撒種、又有牛和驢在那裡踐踏的人,便為有福。Blessed are those who sow beside every water, where ox and donkey tread.