馬加比一書 第 5 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。四圍的外邦人聽見祭壇已經建好、聖所已照從前重新奉獻,就大大發怒。
5:1 καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον καὶ ὠργίσθησαν σφόδρα四圍的外邦人聽見祭壇已經建好、聖所已照從前重新奉獻,就大大發怒。And it came to pass, when the Gentiles round about heard that the altar was built, and the sanctuary dedicated as aforetime, they were exceeding angry.
5:2 καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν他們商議要除滅住在他們中間的雅各族人,就開始在百姓中殺戮滅絕。And they took counsel to destroy the race of Jacob that was in the midst of them, and they began to kill and destroy among the people.
5:3 καὶ ἐπολέμει Ιουδας πρὸς τοὺς υἱοὺς Ησαυ ἐν τῇ Ιδουμαίᾳ τὴν Ακραβαττήνην ὅτι περιεκάθηντο τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν猶大攻打以土買亞克拉巴田的以掃子孫,因為他們圍困以色列。他重重地擊殺他們,挫敗他們,奪取了他們的擄物。And Judas fought against the children of Esau in Idumaea at Akrabattine, because they besieged Israel: and he struck them with a great slaughter, and brought down their pride, and took their spoils.
5:4 καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιαν οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς他記起比安子孫的惡行,他們曾在路上埋伏,成為百姓的網羅和絆腳石。And he remembered the wickedness of the children of Baean, who were to the people a snare and a stumbling block, lying in wait for them in the ways.
5:5 καὶ συνεκλείσθησαν ὑπ’ αὐτοῦ εἰς τοὺς πύργους καὶ παρενέβαλεν ἐπ’ αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν他把他們圍困在樓臺中,安營攻擊他們,把他們完全毀滅,又放火焚燒那地的樓臺,連同其中的一切人都燒了。And they were shut up by him in the towers; and he encamped against them, and destroyed them utterly, and burned with fire the towers of the place, with all that were therein.
5:6 καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ Τιμόθεον ἡγούμενον αὐτῶν他過河去攻擊亞捫人,遇見一支強大的軍隊和許多百姓,提摩太作他們的首領。And he passed over to the children of Ammon, and found a mighty band, and much people, with Timotheus for their leader.
5:7 καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτούς他與他們多次交戰,他們在他面前潰敗,他就擊殺了他們,And he fought many battles with them, and they were discomfited before his face; and he struck them,
5:8 καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν攻取了雅謝和屬它的村莊,然後回到猶大去。and got possession of Jazer, and the villages thereof, and returned again into Judea.
5:9 καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδ ἐπὶ τὸν Ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς καὶ ἔφυγον εἰς Δαθεμα τὸ ὀχύρωμα基列地的外邦人聚集起來,要攻擊在他們境內的以色列人,除滅他們。以色列人就逃到大田瑪堡壘去,And the Gentiles that were in Gilead gathered themselves together against the Israelites that were on their borders, to destroy them. And they fled to the stronghold of Dathema,
5:10 καὶ ἀπέστειλαν γράμματα πρὸς Ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες ἐπισυνηγμένα ἐστὶν ἐφ’ ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς並差人送信給猶大和他的弟兄們,說:「四圍的外邦人聚集起來要除滅我們,and sent letters to Judas and his kindred, saying, The Gentiles that are round about us are gathered together against us to destroy us:
5:11 καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν他們正預備前來攻取我們所逃進避難的堡壘,提摩太作他們軍隊的首領。and they are preparing to come and get possession of the stronghold whereunto we are fled for refuge, and Timotheus is the leader of their army.
5:12 νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος如今請你來,把我們從他們手中救出來,因為我們中間已有許多人陣亡了。Now therefore come and deliver us from their hand, for many of us are fallen.
5:13 καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τουβίου τεθανάτωνται καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν我們一切住在土比之地的弟兄都被殺了,他們的妻子、兒女和財物都被擄去,在那裡約有一千人喪命。」And all our kindred that were in the land of Tubias have been put to death; and they have carried into captivity their wives and their children and their stuff; and they destroyed there about a thousand men.
5:14 ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα信還在誦讀的時候,又有別的使者從加利利來,撕裂著衣服,照樣報告,While the letters were yet reading, behold, there came other messengers from Galilee with their clothes tore, bringing a report after this wise,
5:15 λέγοντες ἐπισυνῆχθαι ἐπ’ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσαν Γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς說:「托勒買、推羅、西頓和外邦人加利利各地的人都聚集起來攻擊我們,要把我們滅盡。」saying, That there were gathered together against them those of Ptolemais, and of Tyre, and of Sidon, and all Galilee of the Gentiles to consume them.
5:16 ὡς δὲ ἤκουσεν Ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ’ αὐτῶν猶大和百姓聽見這些話,就召開大會,商議該怎樣幫助那些遭難、被人攻擊的弟兄。Now when Judas and the people heard these words, there assembled together a great congregation, to consult what they should do for their kindred, that were in tribulation, and were assaulted of them.
5:17 καὶ εἶπεν Ιουδας Σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ Γαλιλαίᾳ ἐγὼ δὲ καὶ Ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν猶大對他的弟兄西門說:「你為自己挑選一些人,去拯救那在加利利的弟兄;我和我的弟兄約拿單要往基列地去。」And Judas said to Simon his brother, Choose you out men, and go and deliver your kindred that are in Galilee, but I and Jonathan my brother will go into the land of Gilead.
5:18 καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν他留下撒迦利亞的兒子約瑟和亞撒利雅作百姓的首領,帶著其餘的軍隊留守猶大,And he left Joseph the son of Zacharias, and Azarias, as leaders of the people, with the remnant of the army, in Judea, for to keep it.
5:19 καὶ ἐνετείλατο αὐτοῖς λέγων πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς並吩咐他們說:「你們要看守這百姓,在我們回來以前,不可與外邦人交戰。」And he gave commandment to them, saying, Take you⌃ the charge of this people, and fight no battle with the Gentiles until that we come again.
5:20 καὶ ἐμερίσθησαν Σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν Ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν分給西門三千人往加利利去,分給猶大八千人往基列地去。And to Simon were divided three thousand men to go into Galilee, but to Judas eight thousand men to go into the land of Gilead.
5:21 καὶ ἐπορεύθη Σιμων εἰς τὴν Γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ西門往加利利去,與外邦人多次交戰,外邦人在他面前潰敗。And Simon went into Galilee, and fought many battles with the Gentiles, and the Gentiles were discomfited before him.
5:22 καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης Πτολεμαίδος καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν他追趕他們直到托勒買的城門,外邦人中倒下了約三千人,他奪取了他們的擄物。And he pursued them to the gate of Ptolemais; and there fell of the Gentiles about three thousand men, and he took their spoils.
5:23 καὶ παρέλαβεν τοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα ὅσα ἦν αὐτοῖς καὶ ἤγαγεν εἰς τὴν Ιουδαίαν μετ’ εὐφροσύνης μεγάλης他帶著在加利利和亞拔他的猶太人,連同他們的妻子、兒女和一切所有的,歡歡喜喜地領回猶大去。And they took to them those that were in Galilee, and in Arbatta, with their wives and their children, and all that they had, and brought them into Judea with great gladness.
5:24 καὶ Ιουδας ὁ Μακκαβαῖος καὶ Ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ猶大·馬加比和他的弟兄約拿單渡過約旦河,在曠野走了三天的路程,And Judas Maccabaeus and his brother Jonathan passed over Jordan, and went three days’ journey in the wilderness;
5:25 καὶ συνήντησαν τοῖς Ναβαταίοις καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι遇見了拿巴提人。他們平平安安地接待他們,把他們弟兄在基列地所遭遇的一切事都告訴了他們,and they met with the Nabathaeans, and these met them in a peaceful manner, and told them all things that had befallen their kindred in the land of Gilead:
5:26 καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις Χασφω Μακεδ καὶ Καρναιν πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι又說他們中間有許多人被圍困在波斯拉、波索、亞利瑪、迦斯弗、瑪吉和迦尼。這些城都堅固又廣大。and how that many of them were shut up in Bosora, and Bosor, and Alema, Casphor, Maked, and Carnaim; all these cities are strong and great:
5:27 καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδός εἰσιν συνειλημμένοι εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ他們又被圍困在基列地其餘各城裡,那些人定意明日就要安營攻打這些堡壘,把這些人一日之間都攻取除滅。and how that they were shut up in the rest of the cities of the land of Gilead, and that tomorrow they have appointed to encamp against the strongholds, and to take them, and to destroy all these men in one day.
5:28 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον Βοσορρα ἄφνω καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί猶大和他的軍隊就轉往曠野的路,突然到了波斯拉,攻取那城,用刀殺盡一切男丁,奪取了他們一切的擄物,又放火焚燒那城。And Judas and his army turned suddenly by the way of the wilderness to Bosora; and he took the city, and killed all the males with the edge of the sword, and took all their spoils, and burned the city with fire.
5:29 καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα他從那裡趁夜啟程,前行直到那堡壘。And he removed from thence by night, and went till he came to the stronghold.
5:30 καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς οὗ οὐκ ἦν ἀριθμός αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς到了清晨,他們舉目觀看,見有無數的百姓,扛著雲梯和攻城器具,要攻取那堡壘,正在攻打他們。And the morning came, and they lifted up their eyes, and, behold, much people which could not be counted, bearing ladders and engines of war, to take the stronghold; and they were fighting against them.
5:31 καὶ εἶδεν Ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ猶大見戰爭已經打響,城中的呼喊聲伴著號筒和大聲響徹上達於天,And Judas saw that the battle was begun, and that the cry of the city went up to heaven, with trumpets and a great sound,
5:32 καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν就對軍中的人說:「今日你們要為我們的弟兄爭戰。」and he said to the men of his army, Fight this day for your kindred.
5:33 καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ他分三隊從敵人後面出擊,吹響號筒,在禱告中高聲呼喊。And he went forth behind them in three companies, and they sounded with their trumpets, and cried out in prayer.
5:34 καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι Μακκαβαῖός ἐστιν καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας提摩太的軍隊認出那是馬加比,就在他面前逃跑。他重重地擊殺他們,那日他們中間倒下了約八千人。And the army of Timotheus perceived that it was Maccabaeus, and they fled from before him: and he struck them with a great slaughter; and there fell of them on that day about eight thousand men.