箴言 第 28 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。不敬虔的人無人追趕也逃跑;義人卻像獅子一樣坦然無懼。
28:1 φεύγει ἀσεβὴς μηδενὸς διώκοντος δίκαιος δὲ ὥσπερ λέων πέποιθεν不敬虔的人無人追趕也逃跑;義人卻像獅子一樣坦然無懼。The ungodly flees when no one pursues, but the righteous is confident like a lion.
28:2 δῑ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς因不敬虔之人的罪,爭訟就興起;通達人卻能止息這些事。Through the sins of the ungodly, lawsuits are stirred up, but a shrewd man will quench them.
28:3 ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής在不敬虔的事上強悍的人欺壓窮人,如同暴烈而無益的雨。A man bold in acts of ungodliness oppresses the poor, like a violent and unprofitable rain.
28:4 οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος照樣,離棄律法的人稱讚不敬虔;愛律法的人卻為自己築起牆垣。So those who forsake the law praise ungodliness, but those who love the law put a wall around themselves.
28:5 ἄνδρες κακοὶ οὐ νοήσουσιν κρίμα οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί惡人不明白公理;尋求主的人卻在凡事上通達。Evil men will not understand judgment, but those who seek the Lord will understand in everything.
28:6 κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς行在真理中的窮人,勝過虛謊的富人。Better is a poor man walking in truth than a rich man who is false.
28:7 φυλάσσει νόμον υἱὸς συνετός ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα聰明的兒子謹守律法;牧養放蕩的,卻羞辱他的父親。An understanding son keeps the law, but he who shepherds debauchery dishonors his father.
28:8 ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν藉利息和增值加增自己財富的,是為那憐憫窮人的積聚財富。He who multiplies his wealth by interest and increase gathers it for the one who has mercy on the poor.
28:9 ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται轉耳不聽律法的,他自己的禱告也成了可憎惡的。He who turns his ear away from listening to the law has himself made his prayer an abomination.
28:10 ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά引誘正直人走上惡路的,必自己掉在毀壞裡;不法的人必從美物旁邊經過,卻不得進入其中。He who leads the upright astray in an evil way will himself fall into destruction; and the lawless will pass by good things and will not enter into them.
28:11 σοφὸς παρ’ ἑαυτῷ ἀνὴρ πλούσιος πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ富足人自以為有智慧,有悟性的窮人卻能看透他。A rich man is wise in his own eyes, but a discerning poor man sees through him.
28:12 διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι因義人的幫助,就大有榮耀;在不敬虔之人的地方,人卻被擄獲。Through the help of the righteous great glory comes about, but in the places of the ungodly men are caught.
28:13 ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται遮掩自己不敬虔之事的,必不亨通;陳明責備的,必蒙人愛。He who covers over his own ungodliness will not prosper, but he who declares reproofs will be loved.
28:14 μακάριος ἀνήρ ὃς καταπτήσσει πάντα δῑ εὐλάβειαν ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς因敬畏而在凡事上戰兢的人有福了;心剛硬的必陷在禍患中。Blessed is the man who shrinks from everything out of reverence, but he who is hard of heart will fall into evils.
28:15 λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ飢餓的獅子、乾渴的狼,就是那本身貧窮卻轄制貧乏之民的人。A hungry lion and a thirsty wolf — such is he who, being himself poor, tyrannizes a needy nation.
28:16 βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται缺少收入的君王是大勒索者;恨惡不義的人必長久存活。A king lacking revenues is a great extortioner, but he who hates injustice will live a long time.
28:17 ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ παίδευε υἱόν καὶ ἀγαπήσει σε καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ為犯殺人之罪的人作保的,必成為逃亡的,不得安穩。要管教你的兒子,他就必愛你,並使你的魂有華美;你不可順從不法的國民。He who goes surety for a man charged with murder will be a fugitive and not in safety. Discipline your son, and he will love you and will give adornment to your soul; you shall not obey a lawless nation.
28:18 ὁ πορευόμενος δικαίως βεβοήθηται ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται行事公義的人已蒙幫助;行在彎曲道路上的人必被纏住。He who walks righteously has been helped, but he who walks in crooked ways will be entangled.
28:19 ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας耕種自己土地的必得飽食;追求閒散的必飽受貧窮。He who works his own land will be filled with bread, but he who pursues idleness will be filled with poverty.
28:20 ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται可信可靠的人必多得祝福;作惡的人必不免受罰。A trustworthy man will be blessed much, but the evil man will not go unpunished.
28:21 ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα不顧義人情面的,是不好的;這樣的人必為一塊餅賣人。He who has no regard for the faces of the righteous is not good; such a one will sell a man for a morsel of bread.
28:22 σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ嫉妒的人急於發財,卻不知道憐憫人的必勝過他。A grudging man hastens to be rich, and does not know that a merciful man will get the better of him.
28:23 ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος責備人行徑的,比那用舌頭諂媚的更得恩寵。He who reproves a man's ways will have more favor than one who flatters with the tongue.
28:24 ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς丟棄父母、還以為自己沒有犯罪的,這人是不敬虔之人的同夥。He who casts off father or mother and thinks he does not sin, this man is a partner of an ungodly man.
28:25 ἄπληστος ἀνὴρ κρίνει εἰκῇ ὃς δὲ πέποιθεν ἐπὶ κύριον ἐν ἐπιμελείᾳ ἔσται貪得無厭的人妄加判斷;倚靠主的人卻必蒙看顧。An insatiable man judges rashly, but he who trusts in the Lord will be in good care.
28:26 ὃς πέποιθεν θρασείᾳ καρδίᾳ ὁ τοιοῦτος ἄφρων ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται心裡狂妄而自恃的,這樣的人是愚昧的;憑智慧行事的,必蒙拯救。He who trusts in a bold heart, such a one is a fool, but he who walks in wisdom will be saved.
28:27 ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ ἔσται賙濟窮人的必不缺乏;轉眼不看的必大受困乏。He who gives to the poor will not be in need, but he who turns away his eye will be in great distress.
28:28 ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι在不敬虔之人的地方,義人就歎息;他們滅亡的時候,義人就增多。In the places of the ungodly the righteous groan, but at their destruction the righteous will be multiplied.