雅歌 第 1 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。歌中之歌,是屬所羅門的。
1:1 ᾆσμα ᾀσμάτων ὅ ἐστιν τῷ Σαλωμων歌中之歌,是屬所羅門的。The song of songs, which is Solomon's.
1:2 φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον願他用他口中的親吻來親我,因為你的乳比酒更美。Let him kiss me with the kisses of his mouth, for your breasts are better than wine.
1:3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε你膏油的香氣勝過一切香料;你的名是傾倒出來的膏油,因此眾少女都愛你。And the fragrance of your ointments is above all spices; your name is ointment poured out; therefore the young women have loved you.
1:4 εἵλκυσάν σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτοῦ ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον εὐθύτης ἠγάπησέν σε她們拉了你;我們要隨著你奔跑,奔向你膏油的香氣。王領我進了他的內室。我們要因你歡騰喜樂,我們要愛你的乳勝過愛酒。正直愛了你。They have drawn you; after you we will run to the fragrance of your ointments. The king brought me into his chamber. Let us exult and be glad in you; we will love your breasts more than wine. Uprightness has loved you.
1:5 μέλαινά εἰμι καὶ καλή θυγατέρες Ιερουσαλημ ὡς σκηνώματα Κηδαρ ὡς δέρρεις Σαλωμων耶路撒冷的眾女子啊,我是黑的,也是美的,像基達的帳幕,像所羅門的幔子。I am black and beautiful, daughters of Jerusalem, like the tents of Kedar, like the curtains of Solomon.
1:6 μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ὁ ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα不要看我,因為我被曬黑了,因為日頭斜看了我。我母親的眾子向我爭鬧,他們派我作葡萄園的看守女;我自己的葡萄園我卻沒有看守。Do not look at me, because I have been blackened, because the sun looked askance at me. My mother's sons fought against me; they made me a keeper in the vineyards; my own vineyard I have not kept.
1:7 ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου ποῦ ποιμαίνεις ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταίρων σου我心所愛的啊,請告訴我:你在哪裡牧放?晌午你在哪裡歇臥?免得我在你同伴的羊群旁成了蒙著臉的女人。Tell me, you whom my soul has loved, where do you pasture? Where do you lie down at midday? Lest I become as one veiled beside the flocks of your companions.
1:8 ἐὰν μὴ γνῷς σεαυτήν ἡ καλὴ ἐν γυναιξίν ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τῶν ποιμένων女子中極美的啊,你若不認識你自己,就出去,跟著羊群的腳蹤,在牧人的帳幕旁牧放你的小山羊。If you do not know yourself, O beautiful among women, go out yourself in the tracks of the flocks, and pasture your kids beside the tents of the shepherds.
1:9 τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε ἡ πλησίον μου我的伴侶啊,我把你比作法老車輛中我的牝馬。To my mare among Pharaoh's chariots I have likened you, my companion.
1:10 τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες τράχηλός σου ὡς ὁρμίσκοι你的兩腮何等秀美,如同斑鳩;你的頸項如同串珠。How beautiful your cheeks have become, like turtledoves; your neck like strings of beads.
1:11 ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου我們要為你作金的樣式,帶著銀的點飾。We will make you likenesses of gold, with studs of silver.
1:12 ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ王正坐席的時候,我的哪噠發出它的香氣。While the king was at his reclining, my nard gave forth its fragrance.
1:13 ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται我的良人於我如一束沒藥膏,他必宿在我兩乳之間。My beloved is to me a bundle of stacte; he shall lodge between my breasts.
1:14 βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν Εγγαδδι我的良人於我如隱基底葡萄園中一串鳳仙花。My beloved is to me a cluster of henna in the vineyards of Engaddi.
1:15 ἰδοὺ εἶ καλή ἡ πλησίον μου ἰδοὺ εἶ καλή ὀφθαλμοί σου περιστεραί看哪,我的伴侶,你是美的;看哪,你是美的,你的眼睛是鴿子。Behold, you are beautiful, my companion; behold, you are beautiful; your eyes are doves.
1:16 ἰδοὺ εἶ καλός ὁ ἀδελφιδός μου καί γε ὡραῖος πρὸς κλίνη ἡμῶν σύσκιος看哪,我的良人,你是美的,實在是秀美的。我們的床榻是蔭涼的。Behold, you are beautiful, my beloved, and indeed comely. Our bed is shaded.
1:17 δοκοὶ οἴκων ἡμῶν κέδροι φατνώματα ἡμῶν κυπάρισσοι我們房屋的棟梁是香柏木,我們的天花板是柏木。The beams of our houses are cedars, our panelled ceilings are cypresses.