以賽亞書 第 52 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。錫安哪,興起,興起,穿上你的力量;錫安哪,耶路撒冷聖城啊,穿上你的榮美;未受割禮的和不潔淨的,必不再從你中間經過。
52:1 ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἡ ἁγία οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος錫安哪,興起,興起,穿上你的力量;錫安哪,耶路撒冷聖城啊,穿上你的榮美;未受割禮的和不潔淨的,必不再從你中間經過。Awake, awake, Zion; put on your strength, Zion; and put on your glory, Jerusalem, the holy city; the uncircumcised and the unclean shall no longer continue to pass through you.
52:2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιων耶路撒冷啊,抖去塵土,起來坐著;被擄的錫安女子啊,解開你頸項上的鎖鍊。Shake off the dust and arise; sit down, Jerusalem; loose the bond from your neck, captive daughter of Zion.
52:3 ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε主這樣說:你們是白白被賣的,也必不用銀子被贖回。For thus says the Lord: You were sold for nothing, and you shall not be redeemed with silver.
52:4 οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν主如此說:我的百姓先前下到埃及,在那裡寄居;後來又被亞述人強行擄去。Thus says the Lord: To Egypt my people went down formerly to sojourn there, and to the Assyrians they were taken by force.
52:5 καὶ νῦν τί ὧδέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δῑ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν主這樣說:現在你們在這裡作什麼呢?我的百姓既是白白被擄去,你們就希奇哀號。主這樣說:我的名因你們的緣故,終日在列國中受褻瀆。And now, why are you here? Thus says the Lord. Because my people were taken for nothing, you marvel and wail. Thus says the Lord: Because of you my name is continually blasphemed among the nations.
52:6 διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν πάρειμι所以在那日,我的百姓必知道我的名,知道我就是那說話的;我在這裡。Therefore my people shall know my name in that day, that I am he who speaks: I am here.
52:7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου ὁ θεός如同山上的時令,如同報平安信息之人的腳蹤,如同報好消息的人;因為我必使人聽見你的拯救,對錫安說:你的神必作王。As a season upon the mountains, as the feet of one who brings good news of a report of peace, as one who brings good news of good things; for I will make your salvation heard, saying to Zion: Your God shall reign.
52:8 ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων因為看守你之人的聲音已經揚起,他們必一同因這聲音歡樂;因為在主憐憫錫安的時候,他們必眼對眼地看見。For the voice of those who guard you has been lifted up, and together they shall rejoice at that voice; for eyes shall look upon eyes when the Lord has mercy on Sion.
52:9 ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ耶路撒冷荒廢之處啊,要一同迸發歡樂,因為主憐憫了她,搭救了耶路撒冷。Let the desolate places of Ierousalem break forth into gladness together, for the Lord has had mercy on her and has delivered Ierousalem.
52:10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ主必在萬國面前顯露他神聖的膀臂,地的各極都要看見那從神而來的拯救。And the Lord shall uncover his holy arm before all the nations, and all the ends of the earth shall see the salvation that is from God.
52:11 ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτῆς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου你們要離開,要離開,從那裡出來,不可觸摸不潔之物;從她中間出來吧。抬著主器皿的人哪,你們要分別出來。Depart, depart, come out from there, and do not touch anything unclean; come out from her midst. Be set apart, you who carry the vessels of the Lord.
52:12 ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ θεὸς Ισραηλ因為你們出來必不在慌亂之中,也不是奔逃而行;因為主必在你們前頭行走,招聚你們的是主以色列的神。For you shall not come out in tumult, nor shall you go in flight; for the Lord shall go before you, and the one who gathers you together is the Lord, the God of Israel.
52:13 ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα看哪,我的僕人必有智慧明悟,他必被高舉,也必大得榮耀。Behold, my servant shall understand, and he shall be exalted and greatly glorified.
52:14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων許多人怎樣因你驚駭,你的容貌在人看來也照樣失去尊榮,你的榮美也在世人眼前如此。Just as many shall be astonished at you, so shall your appearance be without honor among men, and your glory among human beings.
52:15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν許多國民也必這樣為他希奇,君王要因他閉口不言;因為未曾有人向他們傳報關於他的事,他們卻要看見;未曾聽見的,也要明白。So shall many nations marvel at him, and kings shall shut their mouths; for those to whom nothing was announced about him shall see, and those who have not heard shall understand.