以賽亞書 第 26 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。當那日,人在猶大地必唱這歌說:看哪,有堅固的城;他必以我們的拯救為牆垣和外郭。
26:1 τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ιουδα λέγοντες ἰδοὺ πόλις ὀχυρά καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος當那日,人在猶大地必唱這歌說:看哪,有堅固的城;他必以我們的拯救為牆垣和外郭。In that day they shall sing this song in the land of Ioudas, saying: Behold, a strong city; and he will make our salvation a wall and an outer wall.
26:2 ἀνοίξατε πύλας εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν你們要敞開城門,使守公義、守真理的百姓得以進入,Open the gates; let a people enter that keeps righteousness and keeps truth,
26:3 ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην ὅτι ἐπὶ σοὶ就是持守真理、保守和平的;因為他們在你身上laying hold of truth and keeping peace; because upon you
26:4 ἤλπισαν κύριε ἕως τοῦ αἰῶνος ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος存了指望,主啊,直到永遠;你是至大、永遠的神。they hoped, O Lord, forever, the great, the everlasting God.
26:5 ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους你使住在高處的人降卑,把他們帶了下來;你必拆毀堅固的城,使它們降到地面。You who humbled them brought down those who dwell in high places; you will cast down strong cities and bring them down to the ground.
26:6 καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινῶν溫柔人和卑微人的腳必踐踏它們。And the feet of the meek and lowly shall trample them.
26:7 ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν敬虔人的道路成了平直的,敬虔人的路也是預備好的。The way of the pious became straight, and the way of the pious is made ready.
26:8 ἡ γὰρ ὁδὸς κυρίου κρίσις ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ因為主的道路就是審判。我們仰望你的名,也仰望你的記念,For the way of the Lord is judgement. We hoped in your name and in the remembrance
26:9 ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ ὁ θεός διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς就是我們心裡所切慕的。神啊,我的靈從夜間就切切尋求你,因為你的典章在地上是光。地上的居民哪,你們要學習公義。which our soul desires. From the night my spirit rises early to you, O God, because your ordinances are a light upon the earth. Learn righteousness, you who dwell on the earth.
26:10 πέπαυται γὰρ ὁ ἀσεβής οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσῃ ἀρθήτω ὁ ἀσεβής ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου因為不敬虔的人已經止息;他必不在地上學習公義,也必不行真理。願不敬虔的人被除去,免得他看見主的榮耀。For the impious one has ceased; he will never learn righteousness on the earth, he will never do truth. Let the impious one be taken away, so that he may not see the glory of the Lord.
26:11 κύριε ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔδεισαν γνόντες δὲ αἰσχυνθήσονται ζῆλος λήμψεται λαὸν ἀπαίδευτον καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται主啊,你的膀臂高舉,他們卻不知道;他們知道了必蒙羞。嫉恨必抓住無知的民,如今火必吞滅那些敵對的人。O Lord, your arm is lifted high, and they did not know it; but when they come to know, they shall be put to shame. Jealousy shall seize an untaught people, and now fire shall devour the adversaries.
26:12 κύριε ὁ θεὸς ἡμῶν εἰρήνην δὸς ἡμῖν πάντα γὰρ ἀπέδωκας ἡμῖν主我們的神啊,求你賜我們平安,因為你已把一切都償還給我們。O Lord our God, give us peace, for you have rendered all things to us.
26:13 κύριε ὁ θεὸς ἡμῶν κτῆσαι ἡμᾶς κύριε ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν τὸ ὄνομά σου ὀνομάζομεν主我們的神啊,求你得著我們為業;主啊,除你以外我們不認識別的;我們只稱呼你的名。O Lord our God, take possession of us; O Lord, apart from you we know no other; we name your name.
26:14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσιν διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν但死人必不得見生命,醫生也不能叫他們起來;因此你降下災禍,毀滅了他們,除掉了他們一切的男丁。But the dead shall not see life, nor shall physicians raise them up; therefore you brought it on and destroyed them and took away every male of theirs.
26:15 πρόσθες αὐτοῖς κακά κύριε πρόσθες κακὰ πᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς主啊,求你加增災禍給他們,加增災禍給地上一切尊貴的人。Add evils to them, O Lord, add evils to all the glorious of the earth.
26:16 κύριε ἐν θλίψει ἐμνήσθην σου ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν主啊,我在患難中記念你;在小小的患難中,你的管教臨到我們。O Lord, in affliction I remembered you; in slight affliction your discipline was upon us.
26:17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου διὰ τὸν φόβον σου κύριε婦人臨產、在陣痛中呼喊;主啊,我們因敬畏你,向你所親愛的也成了這樣。And as a woman in labour draws near to give birth and cried out in her pangs, so we became to your beloved because of the fear of you, O Lord.
26:18 ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς我們懷了孕,經歷陣痛,就生產了;我們在地上作成了你救恩的靈。但地上的居民必仆倒。We conceived and travailed and gave birth; we brought forth the spirit of your salvation upon the earth. But those who dwell on the earth shall fall.
26:19 ἀναστήσονται οἱ νεκροί καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται死人必復活,在墳墓裡的必被喚起,在地裡的必歡喜;因為從你而來的甘露是他們的醫治,不敬虔之人的地卻要傾倒。The dead shall rise, and those in the tombs shall be raised, and those in the earth shall rejoice; for the dew that comes from you is healing to them, but the land of the impious shall fall.
26:20 βάδιζε λαός μου εἴσελθε εἰς τὰ ταμίειά σου ἀπόκλεισον τὴν θύραν σου ἀποκρύβηθι μικρὸν ὅσον ὅσον ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου我的百姓啊,你去進入你的內室,關上你的門,暫且躲藏片時,等到主的忿怒過去。Go, my people, enter into your chambers, shut your door, hide yourself for a very little while, until the wrath of the Lord has passed by.
26:21 ἰδοὺ γὰρ κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους看哪,主從聖所降忿怒在地上的居民身上;地必顯露其中的血,不再掩蓋被殺的人。For behold, the Lord from the holy place brings wrath upon those who dwell on the earth; and the earth shall uncover her blood and shall not cover over those who have been slain.