馬加比三書 第 5 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。那時,王滿懷沉重的忿怒與惱恨,全然不肯改變心意,便召了那管理大象的赫爾蒙來,
5:1 τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος那時,王滿懷沉重的忿怒與惱恨,全然不肯改變心意,便召了那管理大象的赫爾蒙來,Then he called Hermon, who had charge of the elephants. Full of rage, altogether fixed in his furious design,
5:2 ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ιουδαίων吩咐他到次日,用大量的乳香塊和許多未摻水的烈酒,灌餵那五百頭大象,使牠們因飽飲這充足的飲料而狂暴起來,然後牽出來迎著猶大人,使他們遭受滅亡。he commanded him, with a quantity of unmixed wine and handfuls of incense infused to drug the elephants early on the following day. These five hundred elephants were, when infuriated by the copious draughts of frankincense, to be led up to the execution of death upon the Jews.
5:3 ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ιουδαίους王下了這命令之後,便轉去赴宴,召集了那些最親近的友人,和軍中最仇視猶大人的人一同歡飲。The king, after issuing these orders, went to his feasting, and gathered together all those of his friends and of the army who hated the Jews the most.
5:4 ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει那管象官赫爾蒙便嚴格地執行所吩咐的事。The master of the elephants, Hermon, fulfilled his commission punctually.
5:5 οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας那些辦這事的差役,在傍晚出去,捆綁那些受苦之人的手,又設法把他們嚴加看守一夜,以為入夜便可把這民族一舉滅絕。The underlings appointed for the purpose went out about evening and bound the hands of the miserable victims, and took other precautions for their security at night, thinking that the whole race would perish together.
5:6 οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ιουδαῖοι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην那些被鐵鏈四面捆鎖、走投無路的猶大人,在列國看來似乎已毫無蔽護,The heathen believed the Jews to be destitute of all protection; for chains fettered them about.
5:7 τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι便都含淚以不止息的呼聲,求告那全能的主、掌管一切權能、滿有憐憫的神,就是他們的神和父。they invoked the Almighty Lord, and ceaselessly implored with tears their merciful God and Father, Ruler of all, Lord of every power,
5:8 τὴν κατ’ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου求祂以宏大威嚴的顯現,扭轉那向他們發出的不虔謀算,救他們脫離那已逼近腳前、隨時可至的死亡。to overthrow the evil purpose which was gone out against them, and to deliver them by extraordinary manifestation from that death which was in store for them.
5:9 τούτων μὲν οὖν ἐκτενῶς ἡ λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν他們這懇切的祈求就如此上達於天。Their litany so earnest went up to heaven.
5:10 ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ赫爾蒙用大量的烈酒和乳香灌餵那些殘暴的大象,使牠們飽足之後,便清早到宮中向王稟報這事。Then Hermon, who had filled his merciless elephants with copious draughts of mingled wine and frankincense, came early to the palace to certify the kind thereof.
5:11 τὸ δὲ ἀπ’ αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν οἷς ἂν αὐτὸς θελήσῃ ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα但那位從亙古以來、按祂自己的意願將美好的睡眠白晝黑夜賜給凡祂所願之人的主,這時也將一份睡眠降在王身上。He, however, who has sent his good creature sleep from all time by night or by day thus gratifying whom he wills, diffused a portion thereof now upon the king.
5:12 καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος王被主這甘甜深沉的作為緊緊抓住,他那不法的圖謀大大落空,那不可動搖的決意也大大成了虛謊。By this sweet and profound influence of the Lord he was held fast, and thus his unjust purpose was quite frustrated, and his unflinching resolve greatly falsified.
5:13 οἵ τε Ιουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις猶大人逃過了那預定的時刻,便讚美他們聖潔的神,又再求那容易與人和好的主,向狂傲的外邦顯出祂大能膀臂的權勢。But the Jews, having escaped the hour which had been fixed, praised their holy God, and again prayed him who is easily reconciled to display the power of his powerful hand to the overweening Gentiles.
5:14 μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα將近第十時辰的中段,那管理宴客的官見賓客已聚齊,就上前推醒了王。The middle of the tenth hour had well near arrived, when the master-bidder, seeing the guests who were bidden collected, came and shook the king.
5:15 καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος他費了好大的勁才喚醒王,指出宴飲的時刻已經過去,便向他陳明此事。He gained his attention with difficulty, and hinting that the mealtime was getting past, talked the matter over with him.
5:16 ὃν ὁ βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ王思量了這事,便轉去飲酒,吩咐那些來赴宴的人在他面前入席。The king listened to this, and then turning aside to his potations, commanded the guests to sit down before him.
5:17 οὗ καὶ γενομένου παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος這事既成,他便勸眾人盡情歡樂,在這稍晚的宴席時刻盡興作樂。This done, he asked them to enjoy themselves, and to indulge in mirth at this somewhat late hour of the banquet.
5:18 ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες談話越發進展之時,王召了赫爾蒙來,帶著苦毒的恐嚇問他,為甚麼緣故竟容那些猶大人活過了當天。Conversation grew on, and the king sent for Hermon, and enquired of him, with fierce denunciations, why the Jews had been allowed to outlive that day.
5:19 τοῦ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τῶν φίλων αὐτῷ προσμαρτυρησάντων赫爾蒙稟明,他已在夜間把所吩咐的事辦妥了,他的友人也為他作證。Hermon explained that he had done his bidding over night; and in this he was confirmed by his friends.
5:20 τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελοῦσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ιουδαίων ἀφανισμόν王的殘暴比法拉里斯更甚,便說,他們可以為今日的睡眠向他道謝;又說:「即刻照樣為明日預備好大象,要滅絕這些不法的猶大人。」The king, then, with a barbarity exceeding that of Phalaris, said, That they might thank his sleep of that day. Lose no time, and get ready the elephants against tomorrow, as you did before, for the destruction of these accursed Jews.
5:21 εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν王說了這話,在場的人都歡喜,一同表示贊同,隨後各人就回自己家去了。When the king said this, the company present were glad, and approved; and then each man went to his own home.
5:22 καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς他們並未把夜間的時候用來睡覺,反倒用來設計各樣的法子,去戲弄那些看為可憐的人。Nor did they employ the night in sleep, so much as in contriving cruel mockeries for those deemed miserable.
5:23 ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει清晨的雞剛叫,赫爾蒙就把那些野獸披掛整齊,在那大柱廊裡催動牠們。The morning cock had just crowed, and Hermon, having harnessed the brutes, was stimulating them in the great colonnade.
5:24 τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς城裡的羣眾聚集起來,要觀看這極其慘烈的場面,急切地等候黎明。The city crowds were collected together to see the hideous spectacle, and waited impatiently for the dawn.
5:25 οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως猶大人在這片刻被奪命的時刻,含淚伸手向天,以悲哀的歌調發出滿是眼淚的懇求,求那至大的神再次速速幫助他們。The Jews, breathless with momentary suspense, stretched forth their hands, and prayed the Greatest God, in mournful strains, again to help them speedily.
5:26 οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου ὁ Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι日光尚未灑布出來,王正等候他的友人之時,赫爾蒙來到他跟前,叫他出去,稟明王所切望之事已準備就緒。The sun’s rays were not yet shed abroad, and the king was waiting for his friends, when Hermon came to him, calling him out, and saying, That his desires could now be realized.