箴言 第 29 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。責備人的,勝過硬著頸項的人;因為那人一旦忽然發作,就無法醫治。
29:1 κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις責備人的,勝過硬著頸項的人;因為那人一旦忽然發作,就無法醫治。A man who reproves is better than a stiff-necked man; for when that one is suddenly inflamed, there is no healing.
29:2 ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες義人受稱讚,萬民就歡喜;不敬虔的人掌權,眾人就歎息。When the righteous are praised, peoples will rejoice; but when the ungodly rule, men groan.
29:3 ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον人愛慕智慧,他父親就歡喜;牧養妓女的,必喪失財富。When a man loves wisdom, his father rejoices; but he who shepherds harlots will destroy wealth.
29:4 βασιλεὺς δίκαιος ἀνίστησιν χώραν ἀνὴρ δὲ παράνομος κατασκάπτει公義的君王使國土興起;不法的人卻將它拆毀。A righteous king raises up a land, but a lawless man tears it down.
29:5 ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν在自己朋友面前張設網羅的,是把網羅罩在自己的腳上。He who sets a net before the face of his own friend casts it around his own feet.
29:6 ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται犯罪的人有大網羅;義人卻必在喜樂歡欣之中。For a sinning man there is a great snare, but the righteous will be in joy and gladness.
29:7 ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς ὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων義人曉得為貧乏人施行判斷;不敬虔的人卻不明白知識,窮人也沒有能辨識的心思。The righteous man knows how to judge for the needy, but the ungodly will not understand knowledge; and the poor man has no discerning mind.
29:8 ἄνδρες λοιμοὶ ἐξέκαυσαν πόλιν σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν敗壞的人點燃城邑;智慧人卻使怒氣轉消。Pestilent men have set a city ablaze, but the wise have turned away wrath.
29:9 ἀνὴρ σοφὸς κρίνει ἔθνη ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει智慧人審判列國;愚劣的人發怒卻被人譏笑,自己也不戰兢。A wise man judges nations, but a worthless man in his anger is laughed at and does not cower.
29:10 ἄνδρες αἱμάτων μέτοχοι μισήσουσιν ὅσιον οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ流人血的同夥必恨惡虔誠人;正直的人卻要尋求他的魂。Men who share in bloodshed will hate a holy man, but the upright will seek out his soul.
29:11 ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων σοφὸς δὲ ταμιεύεται κατὰ μέρος愚昧人把怒氣全然發出;智慧人卻按分寸收藏。A fool brings out all his wrath, but a wise man stores it up bit by bit.
29:12 βασιλέως ὑπακούοντος λόγον ἄδικον πάντες οἱ ὑπ’ αὐτὸν παράνομοι君王若聽從不義的話,他手下的人都成為不法的。When a king listens to an unjust word, all who are under him are lawless.
29:13 δανιστοῦ καὶ χρεοφειλέτου ἀλλήλοις συνελθόντων ἐπισκοπὴν ποιεῖται ἀμφοτέρων ὁ κύριος債主和欠債的彼此相會,主就鑒察他們二人。When creditor and debtor come together with each other, the Lord makes an inspection of them both.
29:14 βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται君王憑真理審判窮人,他的寶座必被堅立為見證。When a king judges the poor in truth, his throne will be established for a testimony.
29:15 πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ鞭打與責備賜下智慧;但迷途的孩子使他的父母蒙羞。Blows and reproofs give wisdom; but a child who goes astray shames his parents.
29:16 πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται不敬虔的人多,罪過就多;但那些人跌倒的時候,義人卻滿心懼怕。When the ungodly are many, sins become many; but the righteous, when those fall, become full of fear.
29:17 παίδευε υἱόν σου καὶ ἀναπαύσει σε καὶ δώσει κόσμον τῇ ψυχῇ σου管教你的兒子,他必使你得安息,又將華美賜給你的魂。Discipline your son, and he will give you rest, and he will give adornment to your soul.
29:18 οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός違法的邦國必沒有解釋者;但遵守律法的人最為有福。There will be no interpreter for a lawless nation; but he who keeps the law is most blessed.
29:19 λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός ἐὰν γὰρ καὶ νοήσῃ ἀλλ’ οὐχ ὑπακούσεται頑梗的家僕不會因言語受管教;因為他就算明白了,仍舊不順從。A stubborn household servant will not be disciplined by words; for even if he understands, still he will not obey.
29:20 ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ你若看見言語急躁的人,要知道愚昧人比他更有指望。If you see a man hasty in words, know that a fool has more hope than he.
29:21 ὃς κατασπαταλᾷ ἐκ παιδός οἰκέτης ἔσται ἔσχατον δὲ ὀδυνηθήσεται ἐφ’ ἑαυτῷ從小嬌生慣養的,必成為家僕,到末了必為自己憂傷。He who lives in luxury from childhood will be a household servant, and in the end he will grieve over himself.
29:22 ἀνὴρ θυμώδης ὀρύσσει νεῖκος ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας暴怒的人挖出爭端,易怒的人掘出諸般罪過。A hot-tempered man digs up strife, and an irascible man has dug out sins.
29:23 ὕβρις ἄνδρα ταπεινοῖ τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριος狂傲使人降卑,但主以榮耀扶持心思謙卑的人。Insolence brings a man low, but the Lord upholds the humble-minded with glory.
29:24 ὃς μερίζεται κλέπτῃ μισεῖ τὴν ἑαυτοῦ ψυχήν ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν與賊同分的,恨惡自己的魂;他們若在誓言擺明之時聽見了卻不去報告——He who shares with a thief hates his own soul; and if, when the oath has been set forth, they having heard it do not report it—
29:25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν ὁ δὲ πεποιθὼς ἐπὶ κύριον εὐφρανθήσεται ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται他們因懼怕人、在人面前羞愧,就被絆倒了;但倚靠主的必歡喜。不敬虔使人失足;倚靠主宰的必得拯救。fearing and being ashamed before men, they were tripped up; but he who trusts in the Lord will be glad. Ungodliness gives a man a stumble; but he who has trusted in the Master will be saved.
29:26 πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων παρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί許多人逢迎掌權者的臉面,但人所得的公正是從主而來。Many court the faces of rulers, but what is just for a man comes from the Lord.
29:27 βδέλυγμα δικαίοις ἀνὴρ ἄδικος βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός不義的人是義人所憎惡的;正直的道路是不法之人所憎惡的。An unjust man is an abomination to the righteous, and a way that goes straight is an abomination to the lawless.