歷代志下 第 6 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。那時,所羅門說:「耶和華曾說他要住在幽暗之中。
6:1 τότε εἶπεν Σαλωμων κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόφῳ那時,所羅門說:「耶和華曾說他要住在幽暗之中。Then Salomon said, The Lord said that he would dwell in thick darkness.
6:2 καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας我已經為你的名建造了殿宇,是分別為聖歸你的,是預備好給你永遠居住的。」And I have built a house for your name, holy to you and prepared for you to dwell in forever.
6:3 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ καὶ εὐλόγησεν τὴν πᾶσαν ἐκκλησίαν Ισραηλ καὶ πᾶσα ἐκκλησία Ισραηλ παρειστήκει王轉過臉來,為以色列全會眾祝福,以色列全會眾都站著。And the king turned his face and blessed the whole assembly of Israel, and the whole assembly of Israel stood by.
6:4 καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυιδ τὸν πατέρα μου καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων他說:「耶和華以色列的神是應當稱頌的!他親口向我父大衛說過,又親手成就了,說:And he said, Blessed be the Lord the God of Israel, who spoke with his mouth to David my father and with his hands has fulfilled it, saying,
6:5 ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ『自從我領我的民出埃及地那日以來,我未曾在以色列眾支派中揀選一座城,為我的名在那裡建造殿宇,也未曾揀選一人作我民以色列的君。From the day that I brought up my people out of the land of Egypt I did not choose a city from all the tribes of Israel to build a house for my name to be there, nor did I choose a man to be a leader over my people Israel.
6:6 καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην ἐν Δαυιδ ὥστε εἶναι ἐπάνω τοῦ λαοῦ μου Ισραηλ但我揀選了耶路撒冷,使我的名在那裡;又揀選了大衛,使他在我民以色列之上。』But I chose Jerusalem for my name to be there, and I chose David to be over my people Israel.
6:7 καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυιδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ我父大衛心裡有意要為耶和華以色列神的名建造殿宇。And it came into the heart of David my father to build a house for the name of the Lord God of Israel.
6:8 καὶ εἶπεν κύριος πρὸς Δαυιδ πατέρα μου διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου καλῶς ἐποίησας ὅτι ἐγένετο ἐπὶ καρδίαν σου耶和華卻對我父大衛說:『你心裡有意要為我的名建造殿宇,你這心意是好的;And the Lord said to David my father, Because it came into your heart to build a house for my name, you did well that it came into your heart.
6:9 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον ὅτι ὁ υἱός σου ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου只是你不可建造這殿;惟有你的兒子,就是從你身所生的,他必為我的名建造這殿。』Only you shall not build the house; but your son who will come out of your loins, he shall build the house for my name.
6:10 καὶ ἀνέστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν καὶ ἐγενήθην ἀντὶ Δαυιδ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ισραηλ καθὼς ἐλάλησεν κύριος καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι κυρίου θεοῦ Ισραηλ耶和華成就了他所說的話,使我接續我父大衛,照耶和華所說的坐了以色列的國位,又為耶和華以色列神的名建造了殿宇。And the Lord has established his word that he spoke, and I have arisen in place of David my father and have sat on the throne of Israel, as the Lord spoke, and I have built the house for the name of the Lord God of Israel.
6:11 καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτόν ἐν ᾗ ἐκεῖ διαθήκη κυρίου ἣν διέθετο τῷ Ισραηλ我將櫃安置在那裡,櫃內有耶和華的約,就是他與以色列人所立的。」And I have put the ark there, in which is the covenant of the Lord that he made with Israel.
6:12 καὶ ἔστη κατέναντι τοῦ θυσιαστηρίου κυρίου ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ他站在耶和華的壇前,當著以色列全會眾,張開雙手,And he stood before the altar of the Lord, in front of all the assembly of Israel, and spread out his hands.
6:13 ὅτι ἐποίησεν Σαλωμων βάσιν χαλκῆν καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ πέντε πηχῶν τὸ μῆκος αὐτῆς καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς καὶ ἔστη ἐπ’ αὐτῆς καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν因為所羅門曾造了一個銅臺,安在聖殿院子的當中,長五肘,寬五肘,高三肘。他就站在臺上,當著以色列全會眾屈膝跪下,向天張開雙手,For Salomon had made a bronze platform and set it in the middle of the court of the sanctuary, five cubits its length and five cubits its breadth and three cubits its height; and he stood upon it and fell on his knees before all the assembly of Israel and spread out his hands toward heaven.
6:14 καὶ εἶπεν κύριε ὁ θεὸς Ισραηλ οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισίν σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ說:「耶和華以色列的神啊,天上地下沒有神可以與你相比;你向那些盡心行在你面前的僕人守約施慈愛。and he said, O Lord God of Israel, there is no god like you in heaven or on the earth, keeping the covenant and the mercy for your servants who walk before you with a whole heart,
6:15 ἃ ἐφύλαξας τῷ παιδί σου Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων καὶ ἐλάλησας ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη你向你僕人我父大衛所守的,就是你向他所說的話:你親口說了,也親手成就了,正如今日一樣。which you have kept for your servant David my father, which you spoke to him, saying — you spoke with your mouth and with your hands you have fulfilled it, as it is this day.
6:16 καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ φύλαξον τῷ παιδί σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ισραηλ πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ νόμῳ μου ὡς ἐπορεύθης ἐναντίον μου耶和華以色列的神啊,現在求你向你僕人我父大衛守你所應許的話,說:『你的子孫若謹守自己的道路,遵行我的律法,像你行在我面前一樣,你就不斷有人在我面前坐以色列的國位。』And now, O Lord God of Israel, keep for your servant David my father what you spoke to him, saying, There shall not fail you a man before me sitting on the throne of Israel, only if your sons keep their way, to walk in my law as you have walked before me.
6:17 καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ πιστωθήτω δὴ τὸ ῥῆμά σου ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυιδ耶和華以色列的神啊,現在求你使你向你僕人大衛所說的話得以堅立。And now, O Lord God of Israel, let your word that you spoke to your servant David be confirmed.
6:18 ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι καὶ τίς ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα神真的要與世人同住在地上嗎?天和天上的天尚且不夠你用,何況我所建造的這殿呢?For will God indeed dwell with men on the earth? If the heaven and the heaven of heaven will not suffice you, what then is this house that I have built?
6:19 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου κύριε ὁ θεός τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται ἐναντίον σου σήμερον耶和華我的神啊,求你垂顧你僕人的禱告和我的祈求,垂聽你僕人今日在你面前所獻的祈求和禱告;Yet may you look upon the prayer of your servant and upon my supplication, O Lord God, to hearken to the supplication and the prayer that your servant prays before you today,
6:20 τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός εἰς τὸν τόπον τοῦτον ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται εἰς τὸν τόπον τοῦτον願你的眼目晝夜看顧這殿,看顧這地方,就是你所說要使你的名在那裡得稱呼的,垂聽你僕人向這地方所獻的禱告。that your eyes may be open toward this house day and night, toward this place of which you said that your name should be called upon there, to hear the prayer that your servant prays toward this place.
6:21 καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου καὶ λαοῦ σου Ισραηλ ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ你要垂聽你僕人和你子民以色列的懇求,就是他們向這地方所禱告的;你要在你居住的地方、從天上垂聽,你要垂聽並且施憐憫。And you will hear the petition of your servant and of your people Israel, whatever they pray toward this place; and you will listen in the place of your dwelling, from heaven, and you will hear and be merciful.