馬加比一書 第 11 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。埃及王聚集了大軍,多如海邊的沙,又有許多船隻,想要用詭詐奪取亞歷山大的國,併入自己的國。
11:1 καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ埃及王聚集了大軍,多如海邊的沙,又有許多船隻,想要用詭詐奪取亞歷山大的國,併入自己的國。And the king of Egypt gathered together great forces, as the sand which is by the sea shore, and many ships, and sought to make himself master of Alexander’s kingdom by deceit, and to add it to his own kingdom.
11:2 καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι他用和平的話進入敘利亞,各城的人都給他開門,出來迎接他,因為亞歷山大王曾下令要他們迎接他,因他是他的岳父。And he went forth into Syria with words of peace, and they of the cities opened to him, and met him; For king Alexander’s commandment was that they should meet him, because he was his father-in-law.
11:3 ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει托勒密進入托勒買各城時,在每座城裡安置軍隊把守。Now as he entered into the cities of Ptolemais, he set his forces for a garrison in each city.
11:4 ὡς δὲ ἤγγισαν Αζώτου ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ他臨近亞瑣都時,他們指給他看那被火焚燒的大袞廟,以及亞瑣都和它的郊邑被拆毀,屍體拋棄各處,並那些在戰爭中被燒死的人,因為他們把屍首堆在他經過的路上。But when he came near to Azotus, they showed him the temple of Dagon burned with fire, and Azotus and the suburbs thereof pulled down, and the bodies cast abroad, and those who had been burned, whom he burned in the war, for they had made heaps of them in his way.
11:5 καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ιωναθαν εἰς τὸ ψογίσαι αὐτόν καὶ ἐσίγησεν ὁ βασιλεύς他們把約拿單所行的事告訴王,要使王怪責他,王卻緘默不言。And they told the king what things Jonathan had done, that they might cast blame on him: and the king held his peace.
11:6 καὶ συνήντησεν Ιωναθαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ約拿單隆重地在約帕迎見王,他們彼此問安,在那裡住宿。And Jonathan met the king with pomp at Joppa, and they saluted one another, and they slept there.
11:7 καὶ ἐπορεύθη Ιωναθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ約拿單陪王到了那稱為伊流提路的河,然後回耶路撒冷去。And Jonathan went with the king as far as the river that is called Eleutherus, and returned to Jerusalem.
11:8 ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς托勒密王佔據了沿海的城邑,直到海邊的西流基,並向亞歷山大圖謀惡計。But king Ptolemy became master of the cities upon the sea coast, to Selucia which is by the sea, and he devised evil plans concerning Alexander.
11:9 καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν εἶχεν Ἀλέξανδρος καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου他差使者去見底米丟王,說:「來吧,讓我們彼此立約。我要把我女兒,就是亞歷山大現今的妻子,給你,你就可作你父親之國的王。And he sent ambassadors to king Demetrius, saying, Come, let us make a covenant with one another, and I will give you my daughter whom Alexander has, and you shall reign over your father’s kingdom;
11:10 μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου ἐζήτησεν γὰρ ἀποκτεῖναί με我已後悔把女兒給了他,因為他想要殺我。」for I have repented that I gave my daughter to him, for he sought to kill me.
11:11 καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ他這樣怪責亞歷山大,是因為亞歷山大覬覦他的國。And he cast blame on him, because he coveted his kingdom.
11:12 καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώθη τῷ Ἀλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν他把女兒從亞歷山大那裡奪回,給了底米丟,與亞歷山大疏遠了,他們的仇恨就公開顯露出來。And taking his daughter from him, he gave her to Demetrius, and was estranged from Alexander, and their enmity was openly seen.
11:13 καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας托勒密進入安提阿,戴上亞細亞的冠冕;他把兩個冠冕戴在頭上,就是埃及和亞細亞的冠冕。And Ptolemy entered into Antioch, and put on himself the diadem of Asia; and he put two diadems upon his head, the diadem of Egypt and that of Asia.
11:14 Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων那時亞歷山大王正在基利家,因為那地方的人背叛了。But king Alexander was in Cilicia at that season, because they of those parts were in revolt.
11:15 καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ’ αὐτὸν ἐν πολέμῳ καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν亞歷山大聽見了,就來與他交戰。托勒密率軍迎戰,用強盛的軍力擊敗了他。And Alexander heard of it, and he came against him in war: and Ptolemy led forth his army, and met him with a strong force, and put him to flight.
11:16 καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη亞歷山大逃往阿拉伯,要在那裡藏身,托勒密王卻高升了。And Alexander fled into Arabia, that he might be sheltered there; but king Ptolemy was exalted.
11:17 καὶ ἀφεῖλεν Ζαβδιηλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ阿拉伯人撒底業砍下亞歷山大的頭,差送給托勒密。And Zabdiel the Arabian took off Alexander’s head, and sent it to Ptolemy.
11:18 καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν過了三天,托勒密王也死了。他在堡壘中的人都被堡壘中的人殺了。And king Ptolemy died the third day after, and those who were in his strongholds were slain by those who were in the strongholds.
11:19 καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ底米丟就在一百六十七年作王。And Demetrius reigned in the hundred and threescore and seventh year.
11:20 ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναθαν τοὺς ἐκ τῆς Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ’ αὐτὴν μηχανὰς πολλάς在那些日子,約拿單聚集猶大人,要攻取耶路撒冷的堡壘,又造了許多攻城器具攻打它。In those days Jonathan gathered together them of Judea, to take the citadel that was at Jerusalem: and he made many engines of war against it.
11:21 καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν有些恨惡本族的不法之徒前往見王,報告說約拿單正圍攻堡壘。And certain that hated their own nation, men that transgressed the law, went to the king, and reported to him that Jonathan was besieging the citadel.
11:22 καὶ ἀκούσας ὠργίσθη ὡς δὲ ἤκουσεν εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναθαν τοῦ μὴ περικαθῆσθαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην王聽見了就發怒,立刻起身來到托勒買,寫信給約拿單,叫他不可圍攻堡壘,要他趕快到托勒買與他相見會談。And he heard, and was angered; but when he heard it, he set forth immediately, and came to Ptolemais, and wrote to Jonathan, that he should not besiege it, and that he should meet him and speak with him at Ptolemais with all speed.
11:23 ὡς δὲ ἤκουσεν Ιωναθαν ἐκέλευσεν περικαθῆσθαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ約拿單聽見了,卻仍吩咐繼續圍攻,又從以色列的長老和祭司中揀選一些人,置身於危險之中,But when Jonathan heard this, he commanded to besiege it still: and he chose certain of the elders of Israel and of the priests, and put himself in peril,
11:24 καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ帶著銀子、金子、衣服和許多別的禮物,前往托勒買見王,在他面前蒙了恩。and taking silver and gold and raiment and various presents besides, went to Ptolemais to the king. And he found favor in his sight.
11:25 καὶ ἐνετύγχανον κατ’ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους本族中有些不法之徒控告他,And certain lawless men of those who were of the nation made complaints against him,
11:26 καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων王卻像他的前人一樣待他,在他一切朋友面前抬舉他,and the king did to him even as his predecessors had done to him, and exalted him in the sight of all his Friends,
11:27 καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι確認他大祭司的職位,並他從前所有的一切尊榮,立他在至尊朋友中為首。and confirmed to him the high priesthood, and all the other honors that he had before, and gave him preeminence among his Chief Friends.
11:28 καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια約拿單求王使猶大、三個區和撒瑪利亞免納貢稅,並應許給他三百他連得。And Jonathan requested of the king, that he would make Judea free from tribute, and the three provinces, and the country of Samaria; and promised him three hundred talents.
11:29 καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον王應允了,就把關於這一切的書信寫給約拿單,內容如下:And the king consented, and wrote letters to Jonathan concerning all these things after this manner:
11:30 βασιλεὺς Δημήτριος Ιωναθαν τῷ ἀδελφῷ χαίρειν καὶ ἔθνει Ιουδαίων「底米丟王問候他的弟兄約拿單和猶太民族。King Demetrius to his brother Jonathan, and to the nation of the Jews, greeting:
11:31 τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε我們已寫給我們的親屬拉斯提尼有關你們的信,現今也抄一份給你們,叫你們知曉。The copy of the letter which we wrote to Lasthenes our kinsman concerning you, we have written also to you, that you⌃ may see it.
11:32 βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν底米丟王問候他的父親拉斯提尼。King Demetrius to Lasthenes his father, greeting:
11:33 τῷ ἔθνει τῶν Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς猶太民族是我們的朋友,向我們守正當的本分,因他們向我們存善意,我們定意善待他們。We have determined to do good to the nation of the Jews, who are our friends, and observe what is just toward us, because of their good will toward us.
11:34 ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν προσετέθησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ’ αὐτῶν τὸ πρότερον κατ’ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων我們確認猶大的境界歸他們所有,並把從撒瑪利亞地加入猶大的三個區,就是亞費利瑪、呂大和拉瑪丁,以及一切屬於它們的,都歸給凡在耶路撒冷獻祭的人,以代替王從前每年從地的出產和樹上果子向他們所收的王稅。We have confirmed therefore to them the borders of Judea, and also the three governments of Aphaerema and Lydda and Ramathaim (these were added to Judea from the country of Samaria), and all things appertaining to them, for all such as do sacrifice in Jerusalem, instead of the king’s dues which the king received of them yearly aforetime from the produce of the earth and the fruits of trees.
11:35 καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους πάντα ἐπαρκέσομεν αὐτοῖς至於其他歸我們的,就是從今以後屬我們的十分之一、稅收、鹽池和歸我們的冠冕稅,這一切我們都賜給他們。And as for the other things that pertain to us from henceforth, of the tenths and the tolls that pertain to us, and the saltpits, and the crowns that pertain to us, all these we will bestow upon them.
11:36 καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον從今以後直到永遠,這些事中沒有一樣可被廢除。And not one of these things shall be annulled from this time forth and forever.
11:37 νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω Ιωναθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ如今你們要留意抄錄這書,交給約拿單,安放在聖山一個顯眼的地方。」Now therefore be careful to make a copy of these things, and let it be given to Jonathan, and let it be set up on the holy mount in a meet and conspicuous place.