詩篇 第 52 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。當以東人多益來告訴掃羅,對他說:大衛到了亞比米勒家的時候。
52:0 ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ ἦλθεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ當以東人多益來告訴掃羅,對他說:大衛到了亞比米勒家的時候。When Doek the Idumean came and told Saul, and said to him: David has come to the house of Abimelech.
52:1 τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατός ἀνομίαν ὅλην τὴν ἡμέραν勇士啊,你為何以作惡自誇?你終日行不法的事。Why do you boast in malice, O mighty one, in lawlessness all day long?
52:2 ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον你的舌頭圖謀不義,如同磨快的剃刀,行出詭詐。Your tongue devised injustice; like a sharpened razor you worked deceit.
52:3 ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην διάψαλμα你愛惡勝過愛善,愛不義勝過說公義。間奏You loved evil more than goodness, injustice more than speaking righteousness. Interlude
52:4 ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ γλῶσσαν δολίαν詭詐的舌頭啊,你愛一切叫人沉淪的話。You loved all words that drown, O deceitful tongue.
52:5 διὰ τοῦτο ὁ θεὸς καθελεῖ σε εἰς τέλος ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων διάψαλμα因此神必把你徹底拆毀,把你拔起,將你從帳棚中遷走,把你的根從活人之地除去。間奏Therefore God will tear you down completely; he will pluck you up and remove you from your tent, and your root from the land of the living. Interlude
52:6 καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ’ αὐτὸν γελάσονται καὶ ἐροῦσιν義人要看見而懼怕,並要嗤笑他,說:And the righteous will see and fear, and will laugh at him, and say:
52:7 ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ’ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ看哪,這就是那不以神為自己幫助的人,他倒指望自己豐盛的財富,在自己的虛妄上逞強。Behold the man who did not make God his helper, but hoped in the abundance of his wealth, and grew strong in his vanity.
52:8 ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος至於我,就像神殿中多結果子的橄欖樹;我永永遠遠指望神的慈愛。But I am like a fruitful olive tree in the house of God; I hoped in the mercy of God forever and unto ages of ages.
52:9 ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα ὅτι ἐποίησας καὶ ὑπομενῶ τὸ ὄνομά σου ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου我要永遠稱謝你,因為你行了這事;我要仰望你的名,因為在你聖民面前這名本為美善。I will give you thanks forever, because you have acted; and I will wait on your name, for it is good before your holy ones.