以賽亞書 第 27 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。當那日,神必用他聖潔、巨大、強壯的刀,懲罰那龍,就是那逃竄的蛇;懲罰那龍,就是那彎曲的蛇;他必殺滅那龍。
27:1 τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα當那日,神必用他聖潔、巨大、強壯的刀,懲罰那龍,就是那逃竄的蛇;懲罰那龍,就是那彎曲的蛇;他必殺滅那龍。In that day God will bring the holy and great and strong sword upon the dragon, the fleeing serpent, upon the dragon, the crooked serpent; and he will slay the dragon.
27:2 τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτῆς當那日,必有美好的葡萄園,是人所喜愛的,可以為它唱起歌來。In that day there shall be a fine vineyard, a delight, to lead off a song about it.
27:3 ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιῶ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος我是堅固的城,是被圍困的城;我澆灌它也是徒然,因為它必在夜間被攻取,白日城牆必倒塌。I am a strong city, a city under siege; in vain do I water her, for she shall be captured by night, and by day the wall shall fall.
27:4 οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν κατακέκαυμαι沒有一個不抓住她的。誰派我在田間看守禾稭呢?因這仇敵的緣故,我已經棄絕了她。所以主神成就了他所定規的一切。我已經被燒盡了。There is no one who has not laid hold of her. Who will set me to guard stubble in a field? Because of this hostility I have rejected her. Therefore, for this reason the Lord God has done all that he ordained. I have been burned up.
27:5 βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ ποιήσωμεν εἰρήνην αὐτῷ ποιήσωμεν εἰρήνην住在其中的人必呼喊說:我們與他和好罷,我們和好罷。Those who dwell in her shall cry out: Let us make peace with him, let us make peace.
27:6 οἱ ἐρχόμενοι τέκνα Ιακωβ βλαστήσει καὶ ἐξανθήσει Ισραηλ καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ那要來的,就是雅各的兒女;以色列必發芽開花,世界必充滿他的果子。Those who are coming are the children of Iakob; Israel shall sprout and blossom, and the inhabited world shall be filled with his fruit.
27:7 μὴ ὡς αὐτὸς ἐπάταξεν καὶ αὐτὸς οὕτως πληγήσεται καὶ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται難道他要照他所擊打人的,自己也照樣被擊打嗎?照他所殺的,自己也照樣被殺嗎?Shall he himself be struck just as he struck, and be slain just as he slew?
27:8 μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ他必以爭戰和責備打發他們離去。那用嚴厲的靈謀算、要以忿怒的靈殺滅他們的,不就是你嗎?Fighting and reproaching, he will send them away. Were you not the one who devised with the harsh spirit to slay them with a spirit of wrath?
27:9 διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν因此雅各的不法必被除去;我除掉他罪的時候,這就是他所得的福:那時他們要把祭壇的一切石頭打碎如同細灰,他們的樹木必不存留,他們的偶像也必被砍倒,如同遠處的樹林。Therefore the lawlessness of Iakob shall be taken away, and this is his blessing, when I take away his sin, when they make all the stones of the altars broken in pieces like fine dust; and their trees shall not remain, and their idols shall be cut down like a distant thicket.
27:10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα καὶ ἐκεῖ ἀναπαύσονται那有人居住的羊群必被放散,像被撇下的羊群一樣;它必長久成為牧場,羊群要在那裡安歇。The inhabited flock, let loose, shall be like a flock left behind; and for a long time it shall be for pasture, and there they shall rest.
27:11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ὁ ποιήσας αὐτούς οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ過些時候,其中必沒有青綠之物,因為都枯乾了。從觀望之處來的婦女們哪,你們來罷!因為這不是有悟性的民;所以造他們的必不憐恤他們,塑造他們的也必不施憐憫。And after a time there shall be nothing green in her, because it is withered. Women coming from a spectacle, come! For it is not a people that has understanding; therefore the one who made them will not have compassion on them, and the one who formed them will not show mercy.
27:12 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα到那日,主必從大河的水道直到利挪哥路拉築起攔阻;你們卻要將以色列人一個一個地聚集起來。And it shall be in that day: the Lord will fence in from the channel of the river as far as Rhinokoroura; but you, gather the sons of Israel one by one.
27:13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ到那日,人必吹大號;那些在亞述地失喪的,和那些在埃及失喪的,都必來到,在耶路撒冷的聖山上敬拜主。And it shall be in that day: they shall trumpet with the great trumpet, and those who were lost in the land of the Assyrians and those who were lost in Egypt shall come, and they shall worship the Lord on the holy mountain in Ierousalem.