馬加比四書 第 2 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。這又有甚麼希奇呢?魂裡的貪慾在參與了那美善的事物之後,竟被挫敗了;
2:1 καὶ τί θαυμαστόν εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται這又有甚麼希奇呢?魂裡的貪慾在參與了那美善的事物之後,竟被挫敗了;And what wonder? if the lusts of the soul, after participation with what is beautiful, are frustrated,
2:2 ταύτῃ γοῦν ὁ σώφρων Ιωσηφ ἐπαινεῖται ὅτι διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας正是在這一點上,節制的約瑟受人稱讚,因為他藉著心思勝過了肉體的情慾。on this ground, therefore, the temperate Joseph is praised in that by reasoning, he subdued, on reflection, the indulgence of sense.
2:3 νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον因為他雖然年輕、正當血氣方剛之時,卻藉著理性使情慾的衝動歸於無效。For, although young, and ripe for sexual intercourse, he abrogated by reasoning the stimulus of his passions.
2:4 καὶ οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται ἀλλὰ καὶ πάσης ἐπιθυμίας理性不僅顯然能勝過肉慾的衝動,也能勝過一切的貪慾。And it is not merely the stimulus of sensual indulgence, but that of every desire, that reasoning is able to master.
2:5 λέγει γοῦν ὁ νόμος οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν律法說:「不可貪戀你鄰舍的妻子,也不可貪戀你鄰舍一切所有的。」For instance, the law says, You shall not covet your neighbor’s wife, nor anything that belongs to your neighbor.
2:6 καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἴρηκεν ἡμᾶς ὁ νόμος πολὺ πλέον πείσαιμ’ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν既然律法既已吩咐我們不可貪戀,我就更容易說服你們,理性能掌管貪慾,正如它能掌管那些妨礙公義的情慾一樣。Now, then, since it is the law which has forbidden us to desire, I shall much the more easily persuade you, that reasoning is able to govern our lusts, just as it does the affections which are impediments to justice.
2:7 ἐπεὶ τίνα τις τρόπον μονοφάγος ὢν τὸ ἦθος καὶ γαστρίμαργος ἢ καὶ μέθυσος μεταπαιδεύεται εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός不然,一個本性貪嘴、貪食、甚至醉酒的人,怎能被改正過來呢?豈不正顯明理性是情慾的主宰嗎?Since in what way is a solitary eater, and a glutton, and a drunkard reclaimed, unless it be clear that reasoning is lord of the passions?
2:8 αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος κἂν φιλάργυρός τις ᾖ βιάζεται τὸν αὑτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος舉例來說,一個照律法行事的人,即或他貪財,也必約束自己的本性,無息地借貸給有需要的人,並在安息年來到時免除債務。A man, therefore, who regulates his course by the law, even if he be a lover of money, straightway puts force upon his own disposition; lending to the needy without interest, and cancelling the debt of the incoming Sabbath.
2:9 κἂν φειδωλός τις ᾖ ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας καὶ ἐπὶ τῶν ἑτέρων δὲ ἔστιν ἐπιγνῶναι τοῦτο ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν即或有人吝嗇,他仍被律法藉著理性所掌管,以致他不去拾取收割後遺落的莊稼,也不去摘取葡萄園裡剩餘的果子。從其他事上也能看出這一點,就是理性確能掌管情慾。And should a man be parsimonious, he is ruled by the law acting through reasoning; so that he does not glean his harvest crops, nor vintage: and in reference to other points we may perceive that it is reasoning that conquers his passions.
2:10 ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δῑ αὐτοὺς因為律法甚至能掌管人對父母的親情,不容人因父母的緣故而出賣美德。For the law conquers even affection toward parents, not surrendering virtue on their account.
2:11 καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ τὴν παρανομίαν αὐτὴν ἀπελέγχων它也能勝過人對妻子的愛情,當這愛情違背律法時,便加以責備。And it prevails over marriage love, condemning it when transgressing law.
2:12 καὶ τῆς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων它也掌管人對兒女的疼愛,當兒女作惡時,便管教他們。And it lords it over the love of parents toward their children, for they punish them for vice; and it domineers over the intimacy of friends, reproving them when wicked.
2:13 καὶ τῆς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων它也支配人與朋友的交情,當朋友行惡時,便加以斥責。And think it not a strange assertion that reasoning can in behalf of the law conquer even enmity.
2:14 καὶ μὴ νομίσητε παράδοξον εἶναι ὅπου καὶ ἔχθρας ἐπικρατεῖν ὁ λογισμὸς δύναται διὰ τὸν νόμον μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασι διασῴζων καὶ τὰ πεπτωκότα συνεγείρων你們不要以為這是奇談:理性甚至能藉著律法勝過仇恨。它不容人砍伐仇敵田裡耕種的樹木,反倒為敵人保全果樹,使其免遭毀壞,並扶起那已倒下的。It allows not to cut down the cultivated herbage of an enemy, but preserves it from the destroyers, and collects their fallen ruins.
2:15 καὶ τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας理性也顯然能掌管那些更為猛烈的情慾,例如權位慾、虛榮、傲慢、自誇與嫉妒。And reason appears to be master of the more violent passions, as love of empire and empty boasting, and slander.
2:16 πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται ὥσπερ καὶ τὸν θυμόν καὶ γὰρ τούτου δεσπόζει因為節制的心智能排斥這一切惡毒的情慾,正如它排斥忿怒一樣;因為它連忿怒也能掌管。For the temperate understanding repels all these malignant passions, as it does wrath: for it masters even this.
2:17 θυμούμενός γέ τοι Μωυσῆς κατὰ Δαθαν καὶ Αβιρων οὐ θυμῷ τι κατ’ αὐτῶν ἐποίησεν ἀλλὰ λογισμῷ τὸν θυμὸν διῄτησεν摩西雖然對大坍與亞比蘭發怒,卻沒有憑著怒氣加害於他們,乃是以理性節制了自己的怒氣。Thus Moses, when angered against Dathan and Abiram, did nothing to them in wrath, but regulated his anger by reasoning.
2:18 δυνατὸς γὰρ ὁ σώφρων νοῦς ὡς ἔφην κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι τὰ δὲ καὶ ἀκυρῶσαι因為如我所說的,節制的心智能制勝情慾,將其中一些轉化,又將另一些歸於無效。For the temperate mind is able, as I said, to be superior to the passions, and to transfer some, and destroy others.
2:19 ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμῶν πατὴρ Ιακωβ τοὺς περὶ Συμεων καὶ Λευιν αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων ἐπικατάρατος ὁ θυμὸς αὐτῶν不然,我們那至智的先祖雅各為何責備西緬與利未呢?他們不憑理性,竟把示劍全族屠殺,雅各說:「他們的怒氣可咒。」For why, else, does our most wise father Jacob blame Simeon and Levi for having irrationally slain the whole race of the Shechemites, saying, Cursed be their anger.
2:20 εἰ μὴ γὰρ ἐδύνατο τοῦ θυμοῦ ὁ λογισμὸς κρατεῖν οὐκ ἂν εἶπεν οὕτως因為理性若沒有能力制服忿怒,他就不會這樣說了。For if reasoning did not possess the power of subduing angry affections, he would not have spoken thus.
2:21 ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν當神創造人的時候,就在他裡面栽植了情慾與品行。For at the time when God created man, He implanted within him his passions and moral nature.
2:22 ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν同時,神又在這一切之上,藉著各樣感官,將那神聖的領袖,就是心智,設立為君。And at that time He enthroned above all the holy leader mind, through the medium of the senses.
2:23 καὶ τούτῳ νόμον ἔδωκεν καθ’ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν神又賜給這心智一條律法,使它照此而活,便能施行節制、公義、良善與勇敢的統治。And He gave a law to this mind, by living according to which it will maintain a temperate, and just, and good, and manly reign.
2:24 πῶς οὖν εἴποι τις ἄν εἰ τῶν παθῶν δεσπότης ἐστὶν ὁ λογισμός λήθης καὶ ἀγνοίας οὐ κρατεῖ那麼有人會問:「既然理性是情慾的主宰,為何它不能掌管遺忘與無知呢?」How, then, a man may say, if reasoning be master of the passions, has it no control over forgetfulness and ignorance?