詩篇 第 77 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。為着終結。論到耶杜頓。亞薩的詩。
77:0 εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τῷ Ασαφ ψαλμός為着終結。論到耶杜頓。亞薩的詩。For the end. Over Idithoun. Of Asaph. A psalm.
77:1 φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι我用我的聲音向主呼求;我用我的聲音向神呼求,他就側耳聽我。With my voice I cried out to the Lord; with my voice to God, and he gave heed to me.
77:2 ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου在我患難的日子,我尋求了神;夜間我在他面前伸出雙手,我並沒有受欺騙。我的魂不肯受安慰。In the day of my affliction I sought out God; with my hands by night before him, and I was not deceived. My soul refused to be comforted.
77:3 ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου διάψαλμα我記念神,就歡喜;我默想,我的靈便疲乏。間奏I remembered God and was glad; I mused, and my spirit grew faint. Interlude
77:4 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα我的眼睛在夜更之先就醒了;我煩擾不安,說不出話來。My eyes anticipated the night watches; I was troubled and did not speak.
77:5 διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα我思想古時的日子,也記念亙古的年歲,並且默想。I considered days of old, and I remembered everlasting years, and I meditated.
77:6 νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου夜間我心裡默想,我的靈也仔細搜尋。By night I mused with my heart, and my spirit dug deep.
77:7 μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι難道主要永遠丟棄,不再施恩了麼?Will the Lord reject for the ages, and will he no longer be favorable?
77:8 ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν難道他的憐憫要永遠斷絕,直到世世代代麼?Or will he cut off his mercy to the end, from generation to generation?
77:9 ἢ ἐπιλήσεται τοῦ οἰκτιρῆσαι ὁ θεὸς ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ διάψαλμα難道神忘記了施憐恤麼?難道他在怒氣中止住了他的慈憐麼?間奏Or will God forget to show pity? Or will he in his anger withhold his compassions? Interlude
77:10 καὶ εἶπα νῦν ἠρξάμην αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου我便說:現在我才開始;這是至高者右手的改變。And I said, "Now I have begun; this is the change of the right hand of the Most High."
77:11 ἐμνήσθην τῶν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου我記念主的作為;我要從起初記念你的奇事。I remembered the works of the Lord, for I will remember your wondrous deeds from the beginning.
77:12 καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω我要默想你一切的作為,我要思想你的行事。And I will meditate on all your works, and I will muse on your practices.
77:13 ὁ θεός ἐν τῷ ἁγίῳ ἡ ὁδός σου τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν神啊,你的道路在聖所之中;有何神大如我們的神呢?O God, your way is in the holy place; what god is great like our God?
77:14 σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου你是行奇事的神;你在萬民中彰顯了你的能力。You are the God who does wondrous things; you made known your power among the peoples.
77:15 ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα你用你的膀臂救贖了你的百姓,就是雅各和約瑟的子孫。間奏You redeemed your people with your arm, the sons of Jacob and Joseph. Interlude
77:16 εἴδοσάν σε ὕδατα ὁ θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλῆθος ἤχους ὑδάτων神啊,眾水看見了你,眾水看見你就懼怕,深淵也都煩擾;水聲澎湃。The waters saw you, O God; the waters saw you and were afraid, and the deeps were troubled; a multitude of the sound of waters.
77:17 φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται密雲發出聲音,你的箭也四處飛行。The clouds gave forth a sound, for indeed your arrows travel through.
77:18 φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ你雷轟的聲音在輪中;你的閃電照亮了世界;大地搖撼戰抖。The voice of your thunder was in the wheel; your lightnings lit up the world; the earth was shaken and became trembling.
77:19 ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται你的道路在海中,你的路徑在大水之中;你的腳蹤無人知道。Your way was in the sea, and your paths in many waters, and your footprints shall not be known.
77:20 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ααρων你曾藉摩西和亞倫的手,引導你的百姓如同羊群。You guided your people like sheep by the hand of Moses and Aaron.