約伯記 第 10 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。我心靈困倦,唉哼歎息,要向他傾吐我的言語;我被心靈的苦楚壓住,就要說話。
10:1 κάμνων τῇ ψυχῇ μου στένων ἐπαφήσω ἐπ’ αὐτὸν τὰ ῥήματά μου λαλήσω πικρίᾳ ψυχῆς μου συνεχόμενος我心靈困倦,唉哼歎息,要向他傾吐我的言語;我被心靈的苦楚壓住,就要說話。Weary in my soul, groaning, I will loose my words upon him; I will speak, gripped by the bitterness of my soul.
10:2 καὶ ἐρῶ πρὸς κύριον μή με ἀσεβεῖν δίδασκε καὶ διὰ τί με οὕτως ἔκρινας我要對主說:不要教我行不敬虔的事;你為何這樣審判我呢?And I will say to the Lord: Do not teach me to be ungodly; and why have you judged me thus?
10:3 ἦ καλόν σοι ἐὰν ἀδικήσω ὅτι ἀπείπω ἔργα χειρῶν σου βουλῇ δὲ ἀσεβῶν προσέσχες我若行不義,對你有甚麼好處呢?你竟棄絕你親手所造的,反倒垂顧不敬虔之人的計謀。Is it good for you if I do wrong, that you have disowned the works of your hands and given heed to the counsel of the ungodly?
10:4 ἦ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέψῃ你觀看豈像必死的人觀看嗎?你察看豈像世人察看嗎?Do you see as a mortal sees, or will you look as a man looks?
10:5 ἦ ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός你的一生豈是人的一生嗎?你的歲數豈是人的歲數嗎?Is your life human, or are your years the years of a man,
10:6 ὅτι ἀνεζήτησας τὴν ἀνομίαν μου καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας以致你查究我的不法,追蹤我的罪過。that you have searched out my lawlessness and tracked down my sins?
10:7 οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος你原知道我沒有行不敬虔的事,但誰能從你手中把人奪去呢?For you know that I have not been ungodly; but who is there that can deliver out of your hands?
10:8 αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με μετὰ ταῦτα μεταβαλών με ἔπαισας你的手塑造了我,造成了我;此後你卻轉過來擊打我。Your hands formed me and made me; and after that you turned and struck me.
10:9 μνήσθητι ὅτι πηλόν με ἔπλασας εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις求你記念,你是用泥土塑造了我,如今又使我歸回塵土。Remember that you formed me as clay, and now you turn me back again to earth.
10:10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας ἐτύρωσας δέ με ἴσα τυρῷ你豈不是把我像奶一樣擠出來,又使我凝結如同乳酪嗎?Did you not milk me out like milk, and curdle me like cheese?
10:11 δέρμα καὶ κρέας με ἐνέδυσας ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας你給我穿上皮肉,又用骨頭和筋把我聯絡起來。You clothed me with skin and flesh, and knit me together with bones and sinews.
10:12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοί ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα你把生命和憐憫賜給我,你的看顧保守了我的靈。And you bestowed life and mercy upon me, and your visitation preserved my spirit.
10:13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι ἀδυνατεῖ δέ σοι οὐθέν你心裡存著這些事;我知道你凡事都能,在你沒有難成的事。These things you have within yourself; I know that you can do all things, and nothing is impossible for you.
10:14 ἐάν τε γὰρ ἁμάρτω φυλάσσεις με ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας我若犯罪,你就看守我,並不以我為脫離不法的無罪之人。For if I sin, you watch me, and you have not held me innocent of lawlessness.
10:15 ἐάν τε γὰρ ἀσεβὴς ὦ οἴμμοι ἐάν τε ὦ δίκαιος οὐ δύναμαι ἀνακύψαι πλήρης γὰρ ἀτιμίας εἰμί我若是不敬虔的,我就有禍了;我若是義的,也不能抬起頭來,因為我滿受羞辱。For if I am ungodly, woe is me; and if I am righteous, I cannot lift up my head, for I am full of dishonour.
10:16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις我被追捕,像獅子被獵去宰殺;你又轉過來,可怕地毀滅我。For I am hunted like a lion for the slaughter; and again you turn and destroy me terribly,
10:17 ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν ἔτασίν μου ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω ἐπήγαγες δὲ ἐπ’ ἐμὲ πειρατήρια你一再對我更新審問,以大怒待我,又使試煉臨到我身上。renewing your scrutiny against me; you have dealt with me in great anger, and brought trials upon me.
10:18 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον ὀφθαλμὸς δέ με οὐκ εἶδεν你為何使我出母腹呢?我為何沒有死去,沒有眼睛看見我呢?Why then did you bring me out of the womb? And why did I not die, with no eye seeing me?
10:19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην我就如同未曾存在一樣;我為何不從母胎直接被帶到墳墓呢?I would have been as though I had never been; why was I not carried from the womb to the grave?
10:20 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου ἔασόν με ἀναπαύσασθαι μικρὸν我一生的年日豈不是短少嗎?求你容我稍微歇息,Is not the time of my life but short? Let me be, that I may rest a little,
10:21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν在我往那不能回轉之處以先,就是往黑暗幽冥之地,before I go where I shall not return, to a land dark and gloomy,
10:22 εἰς γῆν σκότους αἰωνίου οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν就是永遠黑暗之地,那裡沒有光輝,也看不見必死之人的生命。to a land of everlasting darkness, where there is no light, nor any seeing the life of mortals.