詩篇 第 71 章,希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。大衛的詩,屬約拿達子孫和首批被擄之人的。神啊,我素來仰望你;求你叫我永不蒙羞。
71:1 τῷ Δαυιδ υἱῶν Ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα大衛的詩,屬約拿達子孫和首批被擄之人的。神啊,我素來仰望你;求你叫我永不蒙羞。To David; of the sons of Jonadab and of the first ones taken captive. O God, in you I have hoped; let me never be put to shame.
71:2 ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με求你憑你的公義搭救我,救拔我;求你側耳聽我,拯救我。In your righteousness deliver me and rescue me; incline your ear to me and save me.
71:3 γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ求你作我護衛的神,作我堅固的處所,好拯救我;因為你是我的穩固保障,是我的避難所。Be for me a protecting God and a strong place to save me, for you are my firm support and my refuge.
71:4 ὁ θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος我的神啊,求你救我脫離罪人的手,脫離違法和不義之人的手。O my God, deliver me from the hand of the sinner, from the hand of the lawbreaker and the wrongdoer.
71:5 ὅτι σὺ εἶ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου主啊,因為你是我忍耐所盼的;主是我從幼年以來的盼望。For you are my patient hope, O Lord; the Lord is my hope from my youth.
71:6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός我從出母胎就倚靠你;從我母腹中你就是遮庇我的。我要常常頌讚你。On you I have been supported from the womb; from my mother's belly you are my protector; my praise is of you continually.
71:7 ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς καὶ σὺ βοηθὸς κραταιός許多人以我為怪異的兆頭,但你是我剛強的幫助。I have become as a portent to many, but you are my strong helper.
71:8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου願我的口充滿讚美,好叫我終日歌頌你的榮耀、你的威榮。Let my mouth be filled with praise, that I may sing of your glory all the day long, of your majesty.
71:9 μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με我年老的時候,求你不要丟棄我;我力量衰退的時候,求你不要離棄我。Do not cast me off in the time of old age; when my strength fails, do not forsake me.
71:10 ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ因為我的仇敵議論我,那些窺伺我魂的也一同商議,For my enemies spoke against me, and those who watch for my soul took counsel together,
71:11 λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος說:神已經離棄他了;你們追趕他,捉住他吧,因為沒有人搭救。saying, God has forsaken him; pursue and seize him, for there is no one to deliver.
71:12 ὁ θεός μὴ μακρύνῃς ἀπ’ ἐμοῦ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες神啊,求你不要遠離我;我的神啊,求你留意幫助我。O God, do not be far from me; O my God, attend to my help.
71:13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι願那些誣告我魂的抱愧滅亡;願那些謀害我的披上羞愧和蒙羞。Let those who slander my soul be ashamed and consumed; let those who seek my harm be clothed with shame and disgrace.
71:14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου我卻要常常盼望,並要加增對你一切的讚美。But I will hope continually, and will add to all your praise.
71:15 τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας我的口要終日傳揚你的公義、你的拯救,因為我不懂得文墨之學。My mouth shall declare your righteousness, all the day your salvation, for I do not know letters.
71:16 εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου κύριε μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου我要進入主的大能之中;主啊,我要單單題說你的公義。I will enter into the might of the Lord; O Lord, I will make mention of your righteousness alone.
71:17 ἐδίδαξάς με ὁ θεός ἐκ νεότητός μου καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου神啊,自我幼年你就教導我,直到如今,我仍要傳揚你奇妙的作為。O God, you have taught me from my youth, and until now I declare your wondrous works.
71:18 καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου神啊,直到我年老髮白,求你不要離棄我,等我把你的膀臂傳給將要來的每一世代,把你的大能和你的公義傳開。And to old age and grey hairs, O God, do not forsake me, until I declare your arm to every generation that is coming, your might and your righteousness.
71:19 ὁ θεός ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα ὁ θεός τίς ὅμοιός σοι神啊,你所行的大事高及至高之處;神啊,誰能像你呢?O God, the great things you have done reach to the highest heights; O God, who is like you?
71:20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με你曾使我看見何等多、又大又惡的患難;你卻轉回使我復活,又從地的深淵中再把我領上來。How many afflictions, many and evil, you have shown me; yet you turned and made me alive, and from the depths of the earth you brought me up again.
71:21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με你增添了你的尊大,又轉回安慰我,並從地的深淵中再把我領上來。You increased your greatness, and you turned and comforted me, and from the depths of the earth you brought me up again.
71:22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου ὁ θεός ψαλῶ σοι ἐν κιθάρᾳ ὁ ἅγιος τοῦ Ισραηλ神啊,我也要用琴瑟的器樂稱謝你,稱謝你的真實;以色列的聖者啊,我要用豎琴歌頌你。And I also will give thanks to you with an instrument of psalmody, to your truth, O God; I will sing praise to you with the lyre, O Holy One of Israel.
71:23 ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω我歌頌你的時候,我的嘴唇必歡騰,我的魂,就是你所救贖的,也必歡騰。My lips shall exult when I sing praise to you, and my soul, which you have redeemed.
71:24 ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι並且我的舌頭要終日默想你的公義,因為那些謀害我的人已經抱愧蒙羞。Moreover my tongue shall meditate on your righteousness all the day, when those who seek my harm are put to shame and humiliated.