| 14:1 | μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου | Sed post triennii tempus, cognovit Judas et qui cum eo erant Demetrium Seleuci cum multitudine valida et navibus per portam Tripolis ascendisse ad loca opportuna, | μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου |
|---|
| 14:2 | κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν | et tenuisse regiones adversus Antiochum, et ducem ejus Lysiam. | κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν |
|---|
| 14:3 | Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος | Alcimus autem quidam, qui summus sacerdos fuerat, sed voluntarie coinquinatus est temporibus commistionis, considerans nullo modo sibi esse salutem neque accessum ad altare, | Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος |
|---|
| 14:4 | ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν | venit ad regem Demetrium centesimo quinquagesimo anno, offerens ei coronam auream et palmam, super hæc et thallos, qui templi esse videbantur. Et ipsa quidem die siluit. | ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν |
|---|
| 14:5 | καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι πρὸς ταῦτα ἔφη | Tempus autem opportunum dementiæ suæ nactus, convocatus a Demetrio ad consilium, et interrogatus quibus rebus et consiliis Judæi niterentur, | καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι πρὸς ταῦτα ἔφη |
|---|
| 14:6 | οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν | respondit : Ipsi qui dicuntur Assidæi Judæorum, quibus præest Judas Machabæus, bella nutriunt, et seditiones movent, nec patiuntur regnum esse quietum : | οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν |
|---|
| 14:7 | ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δεῦρο νῦν ἐλήλυθα | nam et ego defraudatus parentum gloria (dico autem summo sacerdotio) huc veni : | ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δεῦρο νῦν ἐλήλυθα |
|---|
| 14:8 | πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ | primo quidem utilitatibus regis fidem servans, secundo autem etiam civibus consulens : nam illorum pravitate universum genus nostrum non minime vexatur. | πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ |
|---|
| 14:9 | ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ βασιλεῦ καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ’ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν | Sed oro his singulis, o rex, cognitis, et regioni et generi, secundum humanitatem tuam pervulgatam omnibus, prospice : | ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ βασιλεῦ καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ’ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν |
|---|
| 14:10 | ἄχρι γὰρ Ιουδας περίεστιν ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα | nam, quamdiu superest Judas, impossibile est pacem esse negotiis. | ἄχρι γὰρ Ιουδας περίεστιν ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα |
|---|
| 14:11 | τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον | Talibus autem ab hoc dictis, et ceteri amici hostiliter se habentes adversus Judam, inflammaverunt Demetrium. | τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον |
|---|
| 14:12 | προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν | Qui statim Nicanorem præpositum elephantorum ducem misit in Judæam : | προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν |
|---|
| 14:13 | δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ | datis mandatis ut ipsum quidem Judam caperet : eos vero qui cum illo erant, dispergeret, et constitueret Alcimum maximi templi summum sacerdotem. | δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ |
|---|
| 14:14 | οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι | Tunc gentes quæ de Judæa fugerant Judam, gregatim se Nicanori miscebant, miserias et clades Judæorum prosperitates rerum suarum existimantes. | οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι |
|---|
| 14:15 | ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν ἀεὶ δὲ μετ’ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος | Audito itaque Judæi Nicanoris adventu, et conventu nationum, conspersi terra rogabant eum qui populum suum constituit, ut in æternum custodiret, quique suam portionem signis evidentibus protegit. | ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν ἀεὶ δὲ μετ’ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος |
|---|
| 14:16 | προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου | Imperante autem duce, statim inde moverunt, conveneruntque ad castellum Dessau. | προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου |
|---|
| 14:17 | Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς | Simon vero frater Judæ commiserat cum Nicanore : sed conterritus est repentino adventu adversariorum. | Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς |
|---|
| 14:18 | ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν ὑπευλαβεῖτο τὴν κρίσιν δῑ αἱμάτων ποιήσασθαι | Nicanor tamen, audiens virtutem comitum Judæ, et animi magnitudinem quam pro patriæ certaminibus habebant, sanguine judicium facere metuebat. | ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν ὑπευλαβεῖτο τὴν κρίσιν δῑ αἱμάτων ποιήσασθαι |
|---|
| 14:19 | διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς | Quam ob rem præmisit Posidonium, et Theodotium, et Matthiam, ut darent dextras atque acciperent. | διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς |
|---|
| 14:20 | πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις | Et cum diu de his consilium ageretur, et ipse dux ad multitudinem retulisset, omnium una fuit sententia amicitiis annuere. | πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις |
|---|
| 14:21 | ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ’ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό καὶ προῆλθεν παρ’ ἑκάστου δίφραξ ἔθεσαν δίφρους | Itaque diem constituerunt, qua secreto inter se agerent : et singulis sellæ prolatæ sunt, et positæ. | ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ’ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό καὶ προῆλθεν παρ’ ἑκάστου δίφραξ ἔθεσαν δίφρους |
|---|
| 14:22 | διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν | Præcepit autem Judas armatos esse locis opportunis, ne forte ab hostibus repente mali aliquid oriretur : et congruum colloquium fecerunt. | διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν |
|---|
| 14:23 | διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν | Morabatur autem Nicanor Jerosolymis, nihilque inique agebat : gregesque turbarum quæ congregatæ fuerant, dimisit. | διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν |
|---|
| 14:24 | καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο | Habebat autem Judam semper carum ex animo, et erat viro inclinatus. | καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο |
|---|
| 14:25 | παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι ἐγάμησεν εὐστάθησεν ἐκοινώνησεν βίου | Rogavitque eum ducere uxorem, filiosque procreare. Nuptias fecit : quiete egit, communiterque vivebant. | παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι ἐγάμησεν εὐστάθησεν ἐκοινώνησεν βίου |
|---|
| 14:26 | ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι | Alcimus autem, videns caritatem illorum ad invicem et conventiones, venit ad Demetrium, et dicebat Nicanorem rebus alienis assentire, Judamque regni insidiatorem successorem sibi destinasse. | ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι |
|---|
| 14:27 | ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως | Itaque rex exasperatus, et pessimis hujus criminationibus irritatus, scripsit Nicanori, dicens graviter quidem se ferre de amicitiæ conventione, jubere tamen Machabæum citius vinctum mittere Antiochiam. | ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως |
|---|
| 14:28 | προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος | Quibus cognitis, Nicanor consternabatur, et graviter ferebat, si ea quæ convenerant irrita faceret, nihil læsus a viro : | προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος |
|---|
| 14:29 | ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ’ ἐπιτελέσαι | sed quia regi resistere non poterat, opportunitatem observabat qua præceptum perficeret. | ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ’ ἐπιτελέσαι |
|---|
| 14:30 | ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα | At Machabæus, videns secum austerius agere Nicanorem, et consuetum occursum ferocius exhibentem, intelligens non ex bono esse austeritatem istam, paucis suorum congregatis, occultavit se a Nicanore. | ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα |
|---|
| 14:31 | συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα | Quod cum ille cognovit, fortiter se a viro præventum, venit ad maximum et sanctissimum templum : et sacerdotibus solitas hostias offerentibus, jussit sibi tradi virum. | συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα |
|---|
| 14:32 | τῶν δὲ μεθ’ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ’ ἔστιν ὁ ζητούμενος | Quibus cum juramento dicentibus nescire se ubi esset qui quærebatur, extendens manum ad templum, | τῶν δὲ μεθ’ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ’ ἔστιν ὁ ζητούμενος |
|---|
| 14:33 | προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ’ ὤμοσεν ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω | juravit, dicens : Nisi Judam mihi vinctum tradideritis, istud Dei fanum in planitiem deducam, et altare effodiam, et templum hoc Libero patri consecrabo. | προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ’ ὤμοσεν ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω |
|---|
| 14:34 | τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες | Et his dictis abiit. Sacerdotes autem protendentes manus in cælum, invocabant eum qui semper propugnator esset gentis ipsorum, hæc dicentes : | τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες |
|---|
| 14:35 | σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι | Tu, Domine universorum, qui nullius indiges, voluisti templum habitationis tuæ fieri in nobis. | σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι |
|---|
| 14:36 | καὶ νῦν ἅγιε παντὸς ἁγιασμοῦ κύριε διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον | Et nunc, Sancte sanctorum, omnium Domine, conserva in æternum impollutam domum istam, quæ nuper mundata est. | καὶ νῦν ἅγιε παντὸς ἁγιασμοῦ κύριε διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον |
|---|
| 14:37 | Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος | Razias autem quidam de senioribus ab Jerosolymis delatus est Nicanori, vir amator civitatis, et bene audiens : qui pro affectu pater Judæorum appellabatur. | Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος |
|---|
| 14:38 | ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαϊσμοῦ καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας | Hic multis temporibus continentiæ propositum tenuit in Judaismo, corpusque et animam tradere contentus pro perseverantia. | ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαϊσμοῦ καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας |
|---|
| 14:39 | βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν | Volens autem Nicanor manifestare odium quod habebat in Judæos, misit milites quingentos ut eum comprehenderent. | βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν |
|---|
| 14:40 | ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν | Putabat enim, si illum decepisset, se cladem Judæis maximam illaturum. | ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν |
|---|
| 14:41 | τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος | Turbis autem irruere in domum ejus, et januam dirumpere : atque ignem admovere cupientibus, cum jam comprehenderetur, gladio se petiit, | τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος |
|---|
| 14:42 | εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι | eligens nobiliter mori potius quam subditus fieri peccatoribus, et contra natales suos indignis injuriis agi. | εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι |
|---|
| 14:43 | τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους | Sed cum per festinationem non certo ictu plagam dedisset, et turbæ intra ostia irrumperent, recurrens audacter ad murum præcipitavit semetipsum viriliter in turbas : | τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους |
|---|
| 14:44 | τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθεν κατὰ μέσον τὸν κενεῶνα | quibus velociter locum dantibus casui ejus, venit per mediam cervicem. | τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθεν κατὰ μέσον τὸν κενεῶνα |
|---|
| 14:45 | ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος | Et cum adhuc spiraret, accensus animo, surrexit, et cum sanguis ejus magno fluxu deflueret, et gravissimis vulneribus esset saucius, cursu turbam pertransiit : | ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος |
|---|
| 14:46 | παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν | et stans supra quamdam petram præruptam, et jam exsanguis effectus, complexus intestina sua, utrisque manibus projecit super turbas, invocans dominatorem vitæ ac spiritus ut hæc illi iterum redderet : atque ita vita defunctus est. | παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν |
|---|