| 2:1 | καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν | Anno tertiodecimo Nabuchodonosor regis, vigesima et secunda die mensis primi, factum est verbum in domo Nabuchodonosor regis Assyriorum ut defenderet se. | ወአመ፡ ዐሠርቱ፡ ወሰመንቱ፡ ዓመት፡ በሰብዑ፡ ለጽልመት፡ ቀዳማይ፡ ወርኅ፡ ኮነ፡ ነገር፡ በቤተ፡ ናቡከደነፆር፡ ንጉሠ፡ ፋርስ፡ ከመ፡ ይትበቀል፡ ለኵሉ፡ ምድር፡ በከመ፡ ይቤ። | καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονοσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν |
|---|
| 2:2 | καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ’ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ | Vocavitque omnes majores natu, omnesque duces et bellatores suos, et habuit cum eis mysterium consilii sui : | ወጸውኦሙ፡ ለኵሎሙ፡ መገብቱ፡ ወመላእክቲሁ፡ ወተናገረ፡ ምስሌሆሙ፡ ምሥጢረ፡ ምክሩ፡ ወነበበ፡ ኵሎ፡ እኪተ፡ ላዕለ፡ ምድር። | καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ’ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ |
|---|
| 2:3 | καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ | dixitque cogitationem suam in eo esse, ut omnem terram suo subjugaret imperio. | ወእሙንቱ፡ አሕለቁ፡ ከመ፡ ይሥርውዎ፡ ለኵሉ፡ ዘሥላ፡ ላዕለ፡ እለ፡ ኢተደለዉ፡ በቃለ፡ አፉሁ። | καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ |
|---|
| 2:4 | καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ ἐκάλεσεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων τὸν Ολοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ δεύτερον ὄντα μετ’ αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν | Quod dictum cum placuisset omnibus, vocavit Nabuchodonosor rex Holofernem principem militiæ suæ, | ወእምዝ፡ ሶበ፡ አኅለቀ፡ ምክሮ፡ ጸውዖ፡ ናቡከደነፆር፡ ንጉሠ፡ ፋርስ፡ ለሆሎፎርኒስ፡ መልአከ፡ ኃይሉ፡ ዘእምታሕቴሁ። | καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ ἐκάλεσεν Ναβουχοδονοσορ βασιλεὺς Ἀσσυρίων τὸν Ολοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ δεύτερον ὄντα μετ’ αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν |
|---|
| 2:5 | τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ κύριος πάσης τῆς γῆς ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο | et dixit ei : Egredere adversus omne regnum occidentis, et contra eos præcipue, qui contempserunt imperium meum. | ወይቤሎ፡ ከመዝ፡ ይቤ፡ ንጉሥ፡ ዓቢይ፡ እግዚኦ፡ ኵሉ፡ ብሔር፡ ናሁ፡ ትወጽእ፡ እምቅድመ፡ ገጽየ፡ ወትነሥእ፡ ምስሌከ፡ ዕደወ፡ ምዕመናነ፡ በኃይሎሙ፡ አጋራውያን፡ ዐሠርተ፼፡ ወ፳፻ተ፡ ወመስተፅዕናነ፡ አፍራስ፡ ምስለ፡ አፍራሲሆሙ፡ ዐሠርተ፼፡ ወ፳፻ተ፡ ወሰብአ፡ ሐፅ፡ ዐሠርተ፼፡ ወ፳፻ተ። | τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας ὁ κύριος πάσης τῆς γῆς ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύι αὐτῶν πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο |
|---|
| 2:6 | καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου | Non parcet oculus tuus ulli regno, omnemque urbem munitam subjugabis mihi. | ወትወጽእ፡ እምኔየ፡ ውስተ፡ ኵላ፡ ምድር፡ እንተ፡ መንገለ፡ ዓረብ፡ እስመ፡ ዐበዩ፡ ተአዝዞ፡ ለቃለ፡ አፉየ። | καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου |
|---|
| 2:7 | καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπ’ αὐτοὺς καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς | Tunc Holofernes vocavit duces et magistratus virtutis Assyriorum, et dinumeravit viros in expeditionem sicut præcepit ei rex, centum viginti millia peditum pugnatorum, et equitum sagittariorum duodecim millia. | ወትሰብክ፡ ሎሙ፡ ያስተዳልዉ፡ ሊተ፡ ብሔረ፡ ወማየ፡ እስመ፡ እመጽእ፡ በመዓትየ፡ ላዕሌሆሙ፡ ወእከድን፡ ገጻ፡ ለምድር፡ በእግረ፡ ኃይልየ፡ ወእሬስዮሙ፡ ሕብልያ፡ ወበርበረ። | καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπ’ αὐτοὺς καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς |
|---|
| 2:8 | καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν καὶ πᾶς χειμάρρους καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται | Omnemque expeditionem suam fecit præire in multitudine innumerabilium camelorum, cum his quæ exercitibus sufficerent copiose, boum quoque armenta, gregesque ovium, quorum non erat numerus. | ወአብድንቲሆሙኒ፡ ይመልእ፡ ውስተ፡ ቈላቲሆሙ፡ ወውስተ፡ አፍላግ፡ ይመልዕ፡ አብድንቲሆሙ፡ ወበተከዚኒ። | καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν καὶ πᾶς χειμάρρους καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται |
|---|
| 2:9 | καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς | Frumentum ex omni Syria in transitu suo parari constituit. | ወእዘርዎሙ፡ ለፄዋሆሙ፡ እስከ፡ አጽናፈ፡ ምድር። | καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς |
|---|
| 2:10 | σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν καὶ ἐκδώσουσίν σοι ἑαυτούς καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν | Aurum vero et argentum de domo regis assumpsit multum nimis. | ወአንተሰ፡ ቅድም፡ ወንሣእ፡ ኵሎ፡ ደወሎሙ፡ ሊተ፡ ወያገብኡ፡ ርእሶሙ፡ ኀቤከ፡ ወዕቀቦሙ፡ ሊተ፡ እስከ፡ ዕለተ፡ እትቤቀሎሙ። | σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν καὶ ἐκδώσουσίν σοι ἑαυτούς καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν |
|---|
| 2:11 | ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου τοῦ δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου | Et profectus est ipse, et omnis exercitus cum quadrigis, et equitibus, et sagittariis : qui cooperuerunt faciem terræ sicut locustæ. | እስመ፡ ኢትምሕኮሙ፡ ዓይንከ፡ ለእለ፡ አጽረሩ፡ ከመ፡ ትቅትሎሙ፡ ወትበርብሮሙ፡ ውስተ፡ ኵሉ፡ ምድርከ። | ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου τοῦ δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου |
|---|
| 2:12 | ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου | Cumque pertransisset fines Assyriorum, venit ad magnos montes Ange, qui sunt a sinistro Ciliciæ : ascenditque omnia castella eorum, et obtinuit omnem munitionem. | እስመ፡ ሕያው፡ አነ፡ ወጽኑዕ፡ መንግሥትየ፡ ከመ፡ እግበር፡ ዘንተ፡ በእዴየ፡ በከመ፡ ነበብኩ። | ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου |
|---|
| 2:13 | καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά | Effregit autem civitatem opinatissimam Melothi, prædavitque omnes filios Tharsis et filios Ismaël qui erant contra faciem deserti, et ad austrum terræ Cellon. | ወአንተኒ፡ አልቦ፡ ዘተሐድግ፡ ወኢአሐተ፡ እምቃለ፡ እግዚእከ፡ አላ፡ ገቢረ፡ ግበር፡ በከመ፡ አዘዝኩከ፡ ወኢታጐንዲ፡ ገቢሮቶ። | καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά |
|---|
| 2:14 | καὶ ἐξῆλθεν Ολοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ασσουρ | Et transivit Euphraten, et venit in Mesopotamiam : et fregit omnes civitates excelsas quæ erant ibi, a torrente Mambre usquequo perveniatur ad mare : | ወወፅአ፡ ሆሎፎርኒስ፡ እምቅድመ፡ እግዚኡ፡ ወጸውኦሙ፡ ለኵሎሙ፡ ኃያላን፡ ወለኵሎሙ፡ መላእክት፡ ወሠራዊት፡ ወሊቃናተ፡ ኃይሉ፡ ወዘአሶር። | καὶ ἐξῆλθεν Ολοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ασσουρ |
|---|
| 2:15 | καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους | et occupavit terminos ejus, a Cilicia usque ad fines Japheth qui sunt ad austrum. | ወኈለቆሙ፡ ለኅሩያን፡ ዕደው፡ መስተቃትላን፡ በከመ፡ ነበበ፡ እግዚኡ፡ አጋራውያን፡ ዐሠርቱ፡ ፼፡ ወ፳፻ት፡ ወሰብአ፡ ሐጽ፡ ዐሠርቱ፡ ፼፡ ወ፳፻ት። | καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους |
|---|
| 2:16 | καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται | Abduxitque omnes filios Madian, et prædavit omnem locupletationem eorum, omnesque resistentes sibi occidit in ore gladii. | ወአዘዞሙ፡ ለኵሎሙ፡ ከመ፡ ይትቃትሉ፡ ወከመ፡ ይፃብዑ። | καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται |
|---|
| 2:17 | καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν πλῆθος πολὺ σφόδρα καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν ὧν οὐκ ἦν ἀριθμός | Et post hæc descendit in campos Damasci in diebus messis, et succendit omnia sata, omnesque arbores, et vineas fecit incidi : | ወነሥኡ፡ አግማለ፡ ወአዕዱገ፡ ወአብቅለ፡ ለስንቆሙ፡ ብዙኀ፡ ጥቀ፡ ወአባግዓ፡ ወአልሕምተ፡ ወአጣሌ፡ ለሲሳዮሙ፡ ዘአልቦ፡ ኍልቊ። | καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν πλῆθος πολὺ σφόδρα καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν ὧν οὐκ ἦν ἀριθμός |
|---|
| 2:18 | καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα | et cecidit timor illius super omnes inhabitantes terram. | ወአስንቀ፡ ለኵሉ፡ ሰብኡ፡ ወለብዙኃን፡ ወርቀ፡ ወብሩረ፡ እምቤተ፡ ንጉሥ፡ ብዙኃ፡ ጥቀ። | καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα |
|---|
| 2:19 | καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν | — | ወወፅአ፡ ውእቱ፡ ወኵሉ፡ ኃይሉ፡ ወጸብዐ፡ ቅድመ፡ እምንጉሥ፡ ናቡከደነፆር፡ ወከመ፡ ይክድን፡ ኵሎ፡ ገጸ፡ ምድር፡ መንገለ፡ ዓረብ፡ በሠረገላ፡ ወበአፍራስ፡ ወአጋርያን፡ ኅሩያን። | καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν |
|---|
| 2:20 | καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἡ ἄμμος τῆς γῆς οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν | — | ወብዙኃን፡ እለ፡ ኀብሩ፡ ምስሌሆሙ፡ ከመ፡ አንበጣ፡ ወፅኡ፡ ምስሌሆሙ፡ ወከመ፡ ኆፃ፡ ባሕር፡ ወአልቦሙ፡ ኍልቊ፡ እምነ፡ ብዝኆሙ። | καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἡ ἄμμος τῆς γῆς οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν |
|---|
| 2:21 | καὶ ἀπῆλθον ἐκ Νινευη ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον τοῦ ὄρους τοῦ ἐπ’ ἀριστερᾷ τῆς ἄνω Κιλικίας | — | ወወፅኡ፡ እምነ፡ ነነዌ፡ ምሕዋረ፡ ሠሉስ፡ ዕለት፡ ውስተ፡ ገጸ፡ ገዳም፡ ዘቤቄጤሌት፡ ወሖረ፡ እምነ፡ ቤቄጤሌት፡ ዘገቦ፡ ደብር፡ ዘመንገለ፡ ጸጋም፡ ዘመልዕልተ፡ ኬልቅያ። | καὶ ἀπῆλθον ἐκ Νινευη ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον τοῦ ὄρους τοῦ ἐπ’ ἀριστερᾷ τῆς ἄνω Κιλικίας |
|---|
| 2:22 | καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν | — | ወነሥአ፡ ኵሎ፡ ኃይሎ፡ አጋርያነ፡ ወሰብአ፡ አፍራስ፡ ወሠረገላቲሁ፡ ወሖረ፡ እምህየ፡ መንገለ፡ አድዋሊሆሙ። | καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν |
|---|
| 2:23 | καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεων | — | ወቀተሎሙ፡ ለፌድ፡ ወለሉድ፡ ወፄወዎሙ፡ ለኵሎሙ፡ ደቂቀ፡ ሬስስ፡ ወለደቂቀ፡ እስማኤል፡ እለ፡ ውስተ፡ ገዳም፡ ዘመንገለ፡ ገጸ፡ አዜብ፡ ዘኤሌዎን። | καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεων |
|---|
| 2:24 | καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Αβρωνα ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν | — | ወአደወ፡ ኤፍራጥስ፡ ወኃለፈ፡ እመስጴጦምያ፡ ወነሠተ፡ ኵሎ፡ አህጉሪሆሙ፡ ዓበይተ፡ ዘመልዕልተ፡ አህጉረ፡ አርባዐኔ፡ እስከ፡ በጽሐ፡ ኀበ፡ ብሔር። | καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Αβρωνα ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν |
|---|
| 2:25 | καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας | — | ወረከበ፡ ደወለ፡ ቄልቅያ፡ ወቀተለ፡ ኵሉ፡ ፀሮ፡ ወሖረ፡ እስከ፡ ደወለ፡ ያፌት፡ ዘመንገለ፡ አዜብ፡ ዘገጸ፡ አረብ። | καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας |
|---|
| 2:26 | καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιαμ καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτῶν καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτῶν | — | ወአገቶሙ፡ ለኵሎሙ፡ ደቂቀ፡ ምድያም፡ ወማኅረከ፡ እንስሳሆሙ፡ ወአውዐየ፡ አብያቲሆሙ። | καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιαμ καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτῶν καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτῶν |
|---|
| 2:27 | καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας | — | ወወረደ፡ ውስተ፡ ገዳም፡ ዘደማስቆ፡ በጊዜ፡ ማዕረረ፡ ሥርናይ፡ ወአውዐየ፡ ኵሎ፡ ገራውሂሆሙ፡ ወአባግዒሆሙሰ፡ ወመራዕይሆሙ፡ አዘዘ፡ የሐብልዩ፡ ወነሠተ፡ አህጉሪሆሙ፡ ወደቂቆሙኒ፡ ነሥአ፡ ወቀተለ፡ ኵሎ፡ ወራዙቶሙ፡ በአፈ፡ ሐፂን፡ ወወድቀት፡ ፍርሃረ፡ ዚአሁ። | καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας |
|---|
| 2:28 | καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν τοὺς ὄντας ἐν Σιδῶνι καὶ ἐν Τύρῳ καὶ τοὺς κατοικοῦντας Σουρ καὶ Οκινα καὶ πάντας τοὺς κατοικοῦντας Ιεμνααν καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκαλῶνι ἐφοβήθησαν αὐτὸν σφόδρα | — | ወድንጋፄ፡ ላዕለ፡ እለ፡ ይነብሩ፡ ውስተ፡ ጰራልያ፡ ወእለ፡ ውስተ፡ ሲዶና፡ ወጢሮስ፡ ወኵሎሙ፡ እለ፡ ይነብሩ፡ ውስተ፡ ደማናሆን፡ ወእለ፡ ውስተ፡ አዛጦን፡ ወአስቀሎና፡ ፈርሁ፡ ጥቀ፡ እምኔሁ። | καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν τοὺς ὄντας ἐν Σιδῶνι καὶ ἐν Τύρῳ καὶ τοὺς κατοικοῦντας Σουρ καὶ Οκινα καὶ πάντας τοὺς κατοικοῦντας Ιεμνααν καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκαλῶνι ἐφοβήθησαν αὐτὸν σφόδρα |
|---|