| 8:1 | καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱοῦ Ωξ υἱοῦ Ιωσηφ υἱοῦ Οζιηλ υἱοῦ Ελκια υἱοῦ Ανανιου υἱοῦ Γεδεων υἱοῦ Ραφαϊν υἱοῦ Αχιτωβ υἱοῦ Ηλιου υἱοῦ Χελκιου υἱοῦ Ελιαβ υἱοῦ Ναθαναηλ υἱοῦ Σαλαμιηλ υἱοῦ Σαρασαδαι υἱοῦ Ισραηλ | Et factum est cum audisset hæc verba Judith vidua, quæ erat filia Merari filii Idox filii Joseph filii Oziæ filii Elai filii Jamnor filii Gedeon filii Raphaim filii Achitob filii Melchiæ filii Enan filii Nathaniæ filii Salathiel filii Simeon filii Ruben, | ወሰምዓት፡ በኪያሆን፡ መዋዕል፡ ዮዲት፡ ወለተ፡ ሜራሪ፡ ወልደ፡ ሆክስ፡ ወልደ፡ ዮሴፍ፡ ወልደ፡ ዖዝያን፡ ወልደ፡ ሕልቅያ፡ ወልድ፡ አናንዩ፡ ወልደ፡ ጋዲዮን፡ ወልደ፡ ራዎይል፡ ወልደ፡ ሐቂቶ፡ ወልደ፡ ኤልያስ፡ ወልደ፡ ኤልያብ፡ ወልደ፡ ናትናኤል፡ ወልደ፡ ሰላምያል፡ ወልደ፡ ሰለስዳይ፡ ወልደ፡ እሥራኤል። | καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱοῦ Ωξ υἱοῦ Ιωσηφ υἱοῦ Οζιηλ υἱοῦ Ελκια υἱοῦ Ανανιου υἱοῦ Γεδεων υἱοῦ Ραφαϊν υἱοῦ Αχιτωβ υἱοῦ Ηλιου υἱοῦ Χελκιου υἱοῦ Ελιαβ υἱοῦ Ναθαναηλ υἱοῦ Σαλαμιηλ υἱοῦ Σαρασαδαι υἱοῦ Ισραηλ |
|---|
| 8:2 | καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσης τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν | et vir ejus fuit Manasses, qui mortuus est in diebus messis hordeaceæ : | ወምታሰ፡ ምናሴ፡ ዘእምነገዳ፡ ወእምሀገራ፡ ወሞተ፡ በመዋዕለ፡ ማዕረረ፡ ሰገም። | καὶ ὁ ἀνὴρ αὐτῆς Μανασσης τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν |
|---|
| 8:3 | ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τῷ πεδίῳ καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθαϊμ καὶ Βαλαμων | instabat enim super alligantes manipulos in campo, et venit æstus super caput ejus, et mortuus est in Bethulia civitate sua, et sepultus est illic cum patribus suis. | እስመ፡ ወዐለ፡ ገዳመ፡ ኀበ፡ እለ፡ የአሥሩ፡ ከላስስተ፡ ወመጽአ፡ ላዕለ፡ ርእሱ፡ ሐሩር፡ ወአድወዮ፡ ወሰከበ፡ ወሞተ፡ ወቤጤልዋ፡ ሀገሩ፡ ወቀበርዎ፡ ምስለ፡ አበዊሁ፡ ውስተ፡ አፀዶሙ፡ ዶታይም፡ ወበላሞን። | ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τῷ πεδίῳ καὶ ὁ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθαϊμ καὶ Βαλαμων |
|---|
| 8:4 | καὶ ἦν Ιουδιθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας | Erat autem Judith relicta ejus vidua jam annis tribus et mensibus sex. | ወነበረት፡ ዮዲት፡ መበለተ፡ ውስተ፡ ቤታ፡ ሠሉሰ፡ ወረቡዐ፡ ዕለተ። | καὶ ἦν Ιουδιθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας |
|---|
| 8:5 | καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον καὶ ἦν ἐπ’ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς | Et in superioribus domus suæ fecit sibi secretum cubiculum, in quo cum puellis suis clausa morabatur, | ወገብረት፡ ላቲ፡ ዐሪሠ፡ ውስተ፡ ናሕሰ፡ ቤታ፡ ወቀነተት፡ ሠቀ፡ ውስተ፡ ሐቌሃ፡ ወለብሰት፡ አልባሰ፡ መበለታ። | καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον καὶ ἦν ἐπ’ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς |
|---|
| 8:6 | καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ | et habens super lumbos suos cilicium, jejunabat omnibus diebus vitæ suæ, præter sabbata et neomenias et festa domus Israël. | ወትጸውም፡ ኵሎ፡ መዋዕለ፡ መበለታ፡ እንበለ፡ እንተ፡ ቅድመ፡ ሰንበት፡ ወሰንበተኒ፡ ወእንተ፡ ቅድመ፡ ሠርቅ፡ ወሠርቀኒ፡ ወበዓላተኒ፡ ወትፍሥሕተ፡ ቤተ፡ እሥራኤል። | καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ |
|---|
| 8:7 | καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ’ αὐτῶν | Erat autem eleganti aspectu nimis, cui vir suus reliquerat divitias multas, et familiam copiosam, ac possessiones armentis boum, et gregibus ovium plenas. | ወሠናይት፡ ይእቲ፡ ራዕያ፡ ወላህያ፡ ገጻ፡ ጥቀ፡ ፈድፋደ፡ ወኀደገ፡ ላቲ፡ ምናሴ፡ ምታ፡ ወርቀ፡ ወብሩረ፡ ደቀ፡ ወአዋልደ፡ እንስሳ፡ ወገራውሀ፡ ወነበረት፡ ላዕሌሆሙ። | καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτῇ Μανασσης ὁ ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ’ αὐτῶν |
|---|
| 8:8 | καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν ὅτι ἐφοβεῖτο τὸν θεὸν σφόδρα | Et erat hæc in omnibus famosissima, quoniam timebat Dominum valde, nec erat qui loqueretur de illa verbum malum. | ወአልቦ፡ ዘያወጽእ፡ ላዕሌሃ፡ ቃለ፡ ሕሱመ፡ እስመ፡ ትፈርሆ፡ ለእግዚአብሔር፡ ፈድፋደ። | καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν ὅτι ἐφοβεῖτο τὸν θεὸν σφόδρα |
|---|
| 8:9 | καὶ ἤκουσεν τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα ὅτι ὠλιγοψύχησαν ἐν τῇ σπάνει τῶν ὑδάτων καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιθ οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις | Hæc itaque cum audisset quoniam Ozias promisisset quod transacto quinto die traderet civitatem, misit ad presbyteros Chabri et Charmi. | ወሰምዐት፡ ዘይቤሉ፡ ሕዝብ፡ ላዕለ፡ መልአኮሙ፡ እኩየ፡ እስመ፡ አንበዘት፡ ነፍሶሙ፡ በእንተ፡ ዘኀልቀ፡ ማይ፡ ወሰምዐት፡ ዮዲት፡ ኵሎ፡ ቃለ፡ ዘይቤሎሙ፡ ዖዝያን፡ ዘከመ፡ መሐለ፡ ሎሙ፡ ከመ፡ እምድኅረ፡ ሐሙስ፡ መዋዕል፡ ያገብኡ፡ ሀገሮሙ፡ ለፋርስ። | καὶ ἤκουσεν τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα ὅτι ὠλιγοψύχησαν ἐν τῇ σπάνει τῶν ὑδάτων καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιθ οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις |
|---|
| 8:10 | καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς | Et venerunt ad illam, et dixit illis : Quod est hoc verbum, in quo consensit Ozias, ut tradat civitatem Assyriis si intra quinque dies non venerit vobis adjutorium ? | ወፈነወት፡ ወጸውዓታ፡ ለሐፃኒታ፡ እንተ፡ ተዐቅብ፡ ኵሎ፡ ንዋያ፡ ወጸውዓቶሙ፡ ለክብሪን፡ ወለከርሚን፡ ወለሊቃውንተ፡ ሀገራ። | καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς |
|---|
| 8:11 | καὶ ἦλθον πρὸς αὐτήν καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον τοῦτον ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ θεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ κύριος βοήθειαν ὑμῖν | et qui estis vos, qui tentatis Dominum ? | ወመጽኡ፡ ኀቤሃ፡ ወትቤሎሙ፡ ስምዑኒ፡ መኳንንቲሆሙ፡ ለእለ፡ ይነብሩ፡ ቤጤልዋ፡ እስመ፡ ኢኮነ፡ ጽድቀ፡ ቃልክሙ፡ ዘነበብክሙ፡ በቅድመ፡ ሕዝብ፡ ዮም፡ ወአቀምክሙ፡ በዝንቱ፡ ዘነበብክሙ፡ መሐላ፡ ማዕከሌክሙ፡ ወማዕከለ፡ እግዚአብሔር፡ ከመ፡ ታግብኡ፡ ሀገረክሙ፡ ለፀርክሙ፡ ለእመ፡ ኢረዳክሙ፡ እግዚአብሔር፡ በእላንቱ፡ ሐሙስ፡ መዋዕል። | καὶ ἦλθον πρὸς αὐτήν καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον τοῦτον ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ θεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ κύριος βοήθειαν ὑμῖν |
|---|
| 8:12 | καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων | non est iste sermo qui misericordiam provocet, sed potius qui iram excitet, et furorem accendat. | ወይእዜኒ፡ ምንተኑ፡ አንትሙ፡ እለ፡ ታሜክርዎ፡ ለእግዚአብሔር፡ ዮም፡ በዛቲ፡ ዕለት፡ ወቆምክሙ፡ ማእከለ፡ እግዚአብሔር፡ ወማዕከለ፡ ደቀቀ፡ እጓለ፡ እመሕያው። | καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων |
|---|
| 8:13 | καὶ νῦν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος | Posuistis vos tempus miserationis Domini, et in arbitrium vestrum, diem constituistis ei. | ወይእዜኒ፡ የሐትት፡ እግዚአብሔር፡ ለሊሁ፡ ወአንትሙሰ፡ አልቦ፡ ዘተአምሩ፡ ለዝሉፉ። | καὶ νῦν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος |
|---|
| 8:14 | ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε καὶ πῶς τὸν θεόν ὃς ἐποίησεν πάντα ταῦτα ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε μηδαμῶς ἀδελφοί μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμῶν | Sed quia patiens Dominus est, in hoc ipso pœniteamus, et indulgentiam ejus fusis lacrimis postulemus : | ዘእመቀ፡ ልቡ፡ ለእጓለ፡ እመሕያው፡ ኢተአምሩ፡ ወምክረ፡ ሕሊናሁ፡ ኢትሬእዩ፡ እፎ፡ ለእግዚአብሔር፡ ትትኃሠሥዎ፡ ዘውእቱ፡ ገብረ፡ ዘንተ፡ ኵሎ፡ ወልበ፡ ዚአሁ፡ ትፈቅዱ፡ ታእምሩ፡ ወምክረ፡ ዚአሁ፡ ተኃሥሡ፡ ትርከቡ፡ ሐሰ፡ ለክሙ፡ አኃውየ፡ ኢታምዕዕዎ፡ ለእግዚአብሔር፡ አምላክነ። | ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε καὶ πῶς τὸν θεόν ὃς ἐποίησεν πάντα ταῦτα ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε μηδαμῶς ἀδελφοί μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμῶν |
|---|
| 8:15 | ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν | non enim quasi homo sic Deus comminabitur, neque sicut filius hominis ad iracundiam inflammabitur. | እመኒ፡ ፈቀደ፡ ይርድእነ፡ እስከ፡ እማንቱ፡ ሐሙስ፡ መዋዕል፡ ሥሉጥ፡ ውእቱ፡ በዘፈቀደ፡ ያድኅነነ፡ ወእመኒ፡ በኵሉ፡ መዋዕሊነ፡ ወእመኒ፡ ይሤርወነ፡ በቅድመ፡ ፀርነ። | ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις ἢ καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν |
|---|
| 8:16 | ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδ’ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι | Et ideo humiliemus illi animas nostras, et in spiritu constituti humiliato, servientes illi | ወአንትሙሂ፡ ዳዕሙ፡ ኢታመክርዎ፡ ለእግዚአብሔር፡ አምላክክሙ፡ እስመ፡ አኮ፡ እግዚአብሔር፡ ከመ፡ ሰብእ፡ ዘይትሜአክ፡ ወኢኮነ፡ ከመ፡ ወልደ፡ እጓለ፡ እመሕያው፡ ዘይትቄየም። | ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεὸς ἀπειληθῆναι οὐδ’ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι |
|---|
| 8:17 | διόπερ ἀναμένοντες τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν ἐὰν ᾖ αὐτῷ ἀρεστόν | dicamus flentes Domino, ut secundum voluntatem suam sic faciat nobiscum misericordiam suam : ut sicut conturbatum est cor nostrum in superbia eorum, ita etiam de nostra humilitate gloriemur : | ወባሕቱ፡ ጽንሑ፡ መድኃኒተ፡ ዘእምኀቤሁ፡ ወጸውዕዎ፡ ይርድአነ፡ ወይስምዓነ፡ ቃለነ፡ እመ፡ ፈቀደ፡ ያድኅነነ። | διόπερ ἀναμένοντες τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν ἐὰν ᾖ αὐτῷ ἀρεστόν |
|---|
| 8:18 | ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις | quoniam non sumus secuti peccata patrum nostrorum, qui dereliquerunt Deum suum, et adoraverunt deos alienos, | እስመ፡ ኢተንሥአ፡ በመዋዕሊነ፡ ወአልቦ፡ ዮም፡ ኢሕዝብ፡ ወኢነገድ፡ ወኢብሔር፡ ወኢሀገር፡ እምኔነ፡ እለ፡ ይሰግዱ፡ ለአማልክት፡ ግብረ፡ እደ፡ ሰብእ፡ በከመ፡ ኮነ፡ በመዋዕለ፡ ቀደምት። | ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις |
|---|
| 8:19 | ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν | pro quo scelere dati sunt in gladium, et in rapinam, et in confusionem inimicis suis : nos autem alterum deum nescimus præter ipsum. | ወበእንቲአሁ፡ ኮኑ፡ ለኵናት፡ ወለተበርብሮ፡ አበዊነ፡ ወወድቁ፡ ዓቢየ፡ ድቀተ፡ እምቅድመ፡ ፀሮሙ። | ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν |
|---|
| 8:20 | ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτοῦ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδ’ ἀπὸ τοῦ γένους ἡμῶν | Expectemus humiles consolationem ejus, et exquiret sanguinem nostrum de afflictionibus inimicorum nostrorum, et humiliabit omnes gentes, quæcumque insurgunt contra nos, et faciet illas sine honore Dominus Deus noster. | ወንሕነሰ፡ አልብነ፡ ባዕድ፡ አምላክ፡ እንበሌሁ፡ ወቦቱ፡ ንትአመን፡ ከመ፡ ኢይትዐወረነ፡ አዝማዲነ። | ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτοῦ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδ’ ἀπὸ τοῦ γένους ἡμῶν |
|---|
| 8:21 | ὅτι ἐν τῷ λημφθῆναι ἡμᾶς οὕτως καὶ λημφθήσεται πᾶσα ἡ Ιουδαία καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ αἵματος ἡμῶν | Et nunc fratres, quoniam vos estis presbyteri in populo Dei, et ex vobis pendet anima illorum, ad eloquium vestrum corda eorum erigite, ut memores sint quia tentati sunt patres nostri, ut probarentur si vere colerent Deum suum. | እስመ፡ ከመ፡ ነሥአነ፡ ከማሁ፡ ገብረ፡ ይሁዳ፡ ወተበርበረ፡ ኵሉ፡ ቅድሳቲነ፡ ወይትኃሠሦሙ፡ በእንተ፡ ርኵሶሙ፡ እምነ፡ አፉሆሙ። | ὅτι ἐν τῷ λημφθῆναι ἡμᾶς οὕτως καὶ λημφθήσεται πᾶσα ἡ Ιουδαία καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ αἵματος ἡμῶν |
|---|
| 8:22 | καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς | Memores esse debent quomodo pater noster Abraham tentatus est, et per multas tribulationes probatus, Dei amicus effectus est. | ወተቀትሉ፡ አኃዊነ፡ ወተፄወወ፡ ብሔርነ፡ ወማሰነ፡ ርስትነ፡ ዘይገብእ፡ ውስተ፡ ርስትነ፡ ወውስተ፡ አሕዛብ፡ ኀበ፡ ተቀነይነ፡ ህየ፡ ንከውን፡ ዕቁፋነ፡ ወግዩራነ፡ በቅድመ፡ እለ፡ ያጠርዩነ። | καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς |
|---|
| 8:23 | ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν ἀλλ’ εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμῶν | Sic Isaac, sic Jacob, sic Moyses, et omnes qui placuerunt Deo, per multas tribulationes transierunt fideles. | እንበለ፡ አኰቴት፡ ይከውን፡ ቅኔነ፡ እስመ፡ ትሕትናነ፡ ርእየ፡ እግዚአብሔር፡ አምላክነ። | ὅτι οὐ κατευθυνθήσεται ἡ δουλεία ἡμῶν εἰς χάριν ἀλλ’ εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος ὁ θεὸς ἡμῶν |
|---|
| 8:24 | καὶ νῦν ἀδελφοί ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρισται ἐφ’ ἡμῖν | Illi autem qui tentationes non susceperunt cum timore Domini, et impatientiam suam et improperium murmurationis suæ contra Dominum protulerunt, | ወይእዜኒ፡ አኃዊነ፡ ንግርዎ፡ ለቢጽነ፡ እስመ፡ ኪያነ፡ ያጸምዑ፡ ወኀቤነ፡ ተሰቅለ፡ ነፍሶሙ፡ ወቤተ፡ መቅደስኒ፡ ወምሥዋዕኒ፡ ብነ፡ ያሰምክ። | καὶ νῦν ἀδελφοί ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν ὅτι ἐξ ἡμῶν κρέμαται ἡ ψυχὴ αὐτῶν καὶ τὰ ἅγια καὶ ὁ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρισται ἐφ’ ἡμῖν |
|---|
| 8:25 | παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν | exterminati sunt ab exterminatore, et a serpentibus perierunt. | ወበዝንቱ፡ ኵሉ፡ ናእኵቶ፡ ለእግዚአብሔር፡ ዘያሜክረነ፡ በከመ፡ አበዊነ። | παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν |
|---|
| 8:26 | μνήσθητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ | Et nos ergo non ulciscamur nos pro his quæ patimur, | ተዘከሩ፡ ኵሎ፡ ዘገብረ፡ ምስለ፡ አብርሃም፡ ወመጠነ፡ አመከሮ፡ ለይስሐቅ፡ ወበከመ፡ ኮነ፡ ለያዕቆብ፡ በመስጴጦምያ፡ ዘሶርያ፡ እንዘ፡ ይርኢ፡ አባግዒሁ፡ ለላባ፡ እኁሃ፡ ለእሙ። | μνήσθητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ |
|---|
| 8:27 | ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν ἀλλ’ εἰς νουθέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ | sed reputantes peccatis nostris hæc ipsa supplicia minora esse flagella Domini, quibus quasi servi corripimur ad emendationem, et non ad perditionem nostram evenisse credamus. | እስመ፡ አኮ፡ አመ፡ አምከሮሙ፡ ለእልክቱ፡ ፈተነ፡ ልቦሙ፡ ወለነኒ፡ አኮ፡ ዘገፍዓነ፡ አላ፡ ከመ፡ ይምሐሮሙ፡ ለእለ፡ ይቀርብዎ፡ ይቀሥፎሙ፡ እግዚአብሔር። | ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν ἀλλ’ εἰς νουθέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ |
|---|
| 8:28 | καὶ εἶπεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἶπας ἐν ἀγαθῇ καρδίᾳ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου | Et dixerunt illi Ozias et presbyteri : Omnia quæ locuta es, vera sunt, et non est in sermonibus tuis ulla reprehensio. | ወይቤላ፡ ዖዝያን፡ ኵሎ፡ ዘተናገርኪ፡ በሠናይ፡ ልብ፡ ነበብኪ፡ ወአልቦ፡ ዘይትቃወሞ፡ ለቃልኪ። | καὶ εἶπεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἶπας ἐν ἀγαθῇ καρδίᾳ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου |
|---|
| 8:29 | ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ’ ἀπ’ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου | Nunc ergo ora pro nobis, quoniam mulier sancta es, et timens Deum. | እስመ፡ ኢኮነ፡ እምዮም፡ ዘተሰምዐ፡ ጥበብኪ፡ አላ፡ እምነ፡ ቀዳሚ፡ መዋዕልኪ፡ አእመከ፡ ኵሉ፡ ሰብእ፡ ጥበበኪ፡ እስመ፡ ቡሩክ፡ ውእቱ፡ ፍጥረተ፡ ልብኪ። | ὅτι οὐκ ἐν τῇ σήμερον ἡ σοφία σου πρόδηλός ἐστιν ἀλλ’ ἀπ’ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς ὁ λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου |
|---|
| 8:30 | ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐφ’ ἡμᾶς ὅρκον ὃν οὐ παραβησόμεθα | Et dixit illis Judith : Sicut quod potui loqui, Dei esse cognoscitis, | ወባሕቱ፡ እስመ፡ ፈድፋደ፡ ጸምዑ፡ ሕዝብ፡ አገበሩነ፡ ንግበር፡ ዘከመ፡ ይቤሉነ፡ ወአምጽኡ፡ ላዕሌነ፡ መሐላ፡ ዘኢንክል፡ ክሒደ። | ἀλλὰ ὁ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐφ’ ἡμᾶς ὅρκον ὃν οὐ παραβησόμεθα |
|---|
| 8:31 | καὶ νῦν δεήθητι περὶ ἡμῶν ὅτι γυνὴ εὐσεβὴς εἶ καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν καὶ οὐκ ἐκλείψομεν ἔτι | ita quod facere disposui, probate si ex Deo est, et orate ut firmum faciat Deus consilium meum. | ወይእዜኒ፡ ጸልዩ፡ ለነ፡ እስመ፡ ብእሲት፡ ፈራሂተ፡ እግዚአብሔር፡ አንቲ፡ ወይፌኑ፡ እግዚአብሔር፡ ዝናመ፡ ወይምላዕ፡ ዓዘቃቲነ፡ ወኢንጸማዕ፡ እንከ። | καὶ νῦν δεήθητι περὶ ἡμῶν ὅτι γυνὴ εὐσεβὴς εἶ καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν καὶ οὐκ ἐκλείψομεν ἔτι |
|---|
| 8:32 | καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν | Stabitis vos ad portam nocte ista, et ego exeam cum abra mea : et orate, ut sicut dixistis, in diebus quinque respiciat Dominus populum suum Israël. | ወትቤሎሙ፡ ዮዲት፡ ስምዑኒ፡ ወእገብር፡ ግብረ፡ ዘይትነገር፡ ለትውልደ፡ ትውልድ። | καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρᾶγμα ὃ ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν |
|---|
| 8:33 | ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου καὶ ἐν ταῖς ἡμέραις μεθ’ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου | Vos autem nolo ut scrutemini actum meum, et usque dum renuntiem vobis, nihil aliud fiat, nisi oratio pro me ad Dominum Deum nostrum. | ወአንትሙሰ፡ ቁመ፡ ኀበ፡ አንቀጽ፡ በዛቲ፡ ሌሊት፡ ወእወጽእ፡ አነ፡ ምስለ፡ ቊልዔትየ፡ ወበእልክቱ፡ መዋዕል፡ እለ፡ ትብሉ፡ ያገብእ፡ ሀገረ፡ ለፀርነ፡ ይረድአነ፡ እግዚአብሔር፡ አምላከ፡ እስራኤል፡ በእዴየ። | ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου καὶ ἐν ταῖς ἡμέραις μεθ’ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου |
|---|
| 8:34 | ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου οὐ γὰρ ἐρῶ ὑμῖν ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ | Et dixit ad eam Ozias princeps Juda : Vade in pace, et Dominus sit tecum in ultionem inimicorum nostrorum. Et revertentes abierunt. | ወአንትሙሰ፡ ኢትሕትቱኒ፡ ዘእገብር፡ እስመ፡ ኢይነግረክሙ፡ እንከ፡ የሐልቅ፡ ዘእገብር። | ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου οὐ γὰρ ἐρῶ ὑμῖν ἕως τοῦ τελεσθῆναι ἃ ἐγὼ ποιῶ |
|---|
| 8:35 | καὶ εἶπεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν | — | ወይቤልዋ፡ ዖዝያን፡ ወመላእክቲሆሙ፡ ሑሪ፡ በሰላም፡ ወእግዚአብሔር፡ ምስሌኪ፡ ወቅድሜኪ፡ ይትቤቀል፡ ፀረነ። | καὶ εἶπεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος ὁ θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν |
|---|
| 8:36 | καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν | — | ወገብኡ፡ ወሖሩ፡ ኀበ፡ ቢጾሙ። | καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν |
|---|