| 12:1 | ἐὰν εὖ ποιῇς γνῶθι τίνι ποιεῖς καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου | Si benefeceris, scito cui feceris, et erit gratia in bonis tuis multa. | አመ፡ ትገብር፡ ሠናየ፡ አእምር፡ ለዘትገብር፡ በዘትረክብ፡ ዕሴተ፡ ሠናይትከ። | ἐὰν εὖ ποιῇς γνῶθι τίνι ποιεῖς καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου |
|---|
| 12:2 | εὖ ποίησον εὐσεβεῖ καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ’ αὐτοῦ ἀλλὰ παρὰ τοῦ ὑψίστου | Benefac justo, et invenies retributionem magnam : et si non ab ipso, certe a Domino. | ግበር፡ ለጻድቅ፡ ወትረክብ፡ ዕሴተከ፡ ወእመ፡ ኢረከብከ፡ በኀቤሁ፡ ትረክብ፡ በኀበ፡ ፈጣሪሁ። | εὖ ποίησον εὐσεβεῖ καὶ εὑρήσεις ἀνταπόδομα καὶ εἰ μὴ παρ’ αὐτοῦ ἀλλὰ παρὰ τοῦ ὑψίστου |
|---|
| 12:3 | οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ | Non est enim ei bene qui assiduus est in malis, et eleemosynas non danti : quoniam et Altissimus odio habet peccatores, et misertus est pœnitentibus. | አልቦቱ፡ ሠናይ፡ በኀበ፡ ዘይገብራ፡ ለእኪት፡ ወበኀበ፡ ዘኢይገብር፡ ምጽዋተ። | οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ |
|---|
| 12:4 | δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ | Da misericordi, et ne suscipias peccatorem : et impiis et peccatoribus reddet vindictam, custodiens eos in diem vindictæ. | ሀብ፡ ለጻድቅ፡ ከመ፡ ኢይንሣእከ፡ ኃጥእ። | δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ |
|---|
| 12:5 | εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ | Da bono, et non receperis peccatorem. | አሠኒ፡ ለነዳይ፡ ወኢተሀብ፡ ለእኩይ፡ አፅርዕ፡ እክለከ፡ ከመ፡ ኢይንሣእከ፡ ውእቱ፡ ከመ፡ ኢይማእከ፡ በንዋይከ፡ እስመ፡ ካዕበተ፡ ትረክባ፡ ለእኪት፡ በኀቤሁ፡ ዕሴተ፡ ኵሉ፡ ሠናይትከ፡ እንተ፡ ገበርከ፡ ሎቱ። | εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ |
|---|
| 12:6 | ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν | Benefac humili, et non dederis impio : prohibe panes illi dari, ne in ipsis potentior te sit : | እስመ፡ እግዚአብሔር፡ ይጸልኦሙ፡ ለኃጥኣን፡ ወይትቤቀሎሙ፡ ለእኩያን። | ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν |
|---|
| 12:7 | δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ | nam duplicia mala invenies in omnibus bonis quæcumque feceris illi, quoniam et Altissimus odio habet peccatores, et impiis reddet vindictam. | ሀብ፡ ለጻድቅ፡ እምተሀብ፡ ለኃጥእ። | δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ |
|---|
| 12:8 | οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός | Non agnoscetur in bonis amicus, et non abscondetur in malis inimicus. | ኢያምሥጥከ፡ ዐርክከ፡ አመ፡ ትፍሥሕትከ፡ ወኢይትኅባእከ፡ ጸላኢከ፡ አመ፡ ምንዳቤከ። | οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός |
|---|
| 12:9 | ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται | In bonis viri, inimici illius in tristitia : et in malitia illius, amicus agnitus est. | ትፍሥሕትከ፡ ያቈስሎሙ፡ ለጸላእትከ፡ ወተጽናስከ፡ ይሰድዶሙ፡ ለአዕርክቲከ። | ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται |
|---|
| 12:10 | μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα ὡς γὰρ ὁ χαλκὸς ἰοῦται οὕτως ἡ πονηρία αὐτοῦ | Non credas inimico tuo in æternum : sicut enim æramentum æruginat nequitia illius : | ኢትትአመኖ፡ ለጸላኢከ፡ ለዝሉፉ፡ እስመ፡ ከመ፡ ዛሕለ፡ ብርት፡ እከየ፡ ልቡ። | μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα ὡς γὰρ ὁ χαλκὸς ἰοῦται οὕτως ἡ πονηρία αὐτοῦ |
|---|
| 12:11 | καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν | et si humiliatus vadat curvus, adjice animum tuum, et custodi te ab illo. | ወእመኒ፡ ተጸነስከ፡ ይፀመደከ፡ እንዘ፡ ኢይንእደከ፡ አጽንዓ፡ ለነፍስከ፡ ወተዐቀቦ፡ ወትከውኖ፡ ከመ፡ መጽሔት፡ ዝሕልተ፡ ወኢይክለከ፡ ለዝሉፉ። | καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν |
|---|
| 12:12 | μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ | Non statuas illum penes te, nec sedeat ad dexteram tuam, ne forte conversus in locum tuum, inquirat cathedram tuam, et in novissimo agnosces verba mea, et in sermonibus meis stimuleris. | ወኢታቅሞ፡ መንገሌከ፡ ከመ፡ ኢይጕዳዕከ፡ ወኢይቁም፡ ውስተ፡ መካንከ፡ ወኢታንብሮ፡ መንገለ፡ የማንከ፡ ከመ፡ ኢይንሣእከ፡ ሢመተከ፡ ወበደኃሪትከ፡ ሀለወከ፡ ታእምሮ፡ ለቃልየ፡ ወትዜከሮ፡ ለተግሣጽየ። | μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου μήποτε ζητήσῃ τὴν καθέδραν σου καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ |
|---|
| 12:13 | τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις | Quis miserebitur incantatori a serpente percusso, et omnibus qui appropiant bestiis ? et sic qui comitatur cum viro iniquo, et obvolutus est in peccatis ejus. | መኑ፡ ያስተምህሮ፡ ለአርዌ፡ ምድር፡ ወለኵሉ፡ አርዌ፡ እኩይ። | τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις |
|---|
| 12:14 | οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ | Una hora tecum permanebit : si autem declinaveris, non supportabit. | ከማሁ፡ ዘየሐውርኒ፡ ምስለ፡ ብእሲ፡ ኃጥእ፡ ወይዴመር፡ ምስለ፡ ኀጢአቱ። | οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ |
|---|
| 12:15 | ὥραν μετὰ σοῦ διαμενεῖ καὶ ἐὰν ἐκκλίνῃς οὐ μὴ καρτερήσῃ | In labiis suis indulcat inimicus, et in corde suo insidiatur ut subvertat te in foveam. | ለእንተ፡ ምዕር፡ ይቀውም፡ ምስሌከ፡ ጸላኢከ፡ ወእስከ፡ ትትመየጥ፡ ኢትሬእዮ፡ እንከ፡ ወኢይትዔገሥ፡ ምስሌከ። | ὥραν μετὰ σοῦ διαμενεῖ καὶ ἐὰν ἐκκλίνῃς οὐ μὴ καρτερήσῃ |
|---|
| 12:16 | καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός καὶ ἐὰν εὕρῃ καιρόν οὐκ ἐμπλησθήσεται ἀφ’ αἵματος | In oculis suis lacrimatur inimicus, et si invenerit tempus, non satiabitur sanguine. | በከናፍሪሁሰ፡ ያስተጥዕም፡ ለከ፡ ቃሎ፡ ጸላኢከ፡ ወበልቡ፡ ይመክር፡ ውስተ፡ ግብ፡ ያውድቀ፡ ወበዐይኑሂ፡ ያነብዕ፡ ለከ፡ ጸላኢከ፡ ወእም፡ ከመ፡ አስሐተከ፡ ኢይጸግብ፡ እምደምከ። | καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός καὶ ἐὰν εὕρῃ καιρόν οὐκ ἐμπλησθήσεται ἀφ’ αἵματος |
|---|
| 12:17 | κακὰ ἐὰν ὑπαντήσῃ σοι εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου | Et si incurrerint tibi mala, invenies eum illic priorem. | ወእመኒ፡ ተመንደብከ፡ ቅድመ፡ ኵሉ፡ ትረክቦ፡ ቅድመ፡ ገጽከ፡ ወቅድመ፡ ዘይረድአከ፡ ያቴሕት፡ ርእሶ፡ ታሕተ፡ ሰኰናከ። | κακὰ ἐὰν ὑπαντήσῃ σοι εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου |
|---|
| 12:18 | τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ | In oculis suis lacrimatur inimicus, et quasi adjuvans suffodiet plantas tuas. | ወይጠፍሕ፡ በእደዊሁ፡ ወየሐውስ፡ ርእሶ፡ ወእምዝ፡ ይመይጥ፡ ገጾ፡ ወይትቃጸበከ። | τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ |
|---|