| 13:1 | ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ | Qui tetigerit picem inquinabitur ab ea : et qui communicaverit superbo induet superbiam. | ዘገሰሰ፡ ፒሳ፡ ይትአኀዝ፡ ቦቱ፡ ወዘተዐረኮ፡ ለዕቡይ፡ ይከውን፡ ከማሁ። | ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ |
|---|
| 13:2 | βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται | Pondus super se tollat qui honestiori se communicat, et ditiori te ne socius fueris. | ኢታንሥእ፡ ክቡደ፡ ወኢትሰከም፡ ላዕሌከ፡ ወኢትደምር፡ ንዋየከ፡ ምስለ፡ ዘይኄይለከ፡ ወዘይብዕለከ፡ በአይቴ፡ ይትዐረክ፡ መቅጹት፡ ምስለ፡ ጽሕርት፡ እስመ፡ ለሊሃ፡ ትጐድዕ፡ ወለሊሃ፡ ትኬልሕ፡ ወለሊሃ፡ ትሰብር። | βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει τί κοινωνήσει χύτρα πρὸς λέβητα αὕτη προσκρούσει καὶ αὕτη συντριβήσεται |
|---|
| 13:3 | πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται | Quid communicabit cacabus ad ollam ? quando enim se colliserint, confringetur. | ወከማሁ፡ ባዕልኒ፡ ለሊሁ፡ ይገፍዕ፡ ወለሊሁ፡ ይትመዐዕ፡ ወነዳይሰ፡ ለሊሁ፡ ይትገፋዕ፡ ወለሊሁ፡ ይገኒ። | πλούσιος ἠδίκησεν καὶ αὐτὸς προσενεβριμήσατο πτωχὸς ἠδίκηται καὶ αὐτὸς προσδεηθήσεται |
|---|
| 13:4 | ἐὰν χρησιμεύσῃς ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς καταλείψει σε | Dives injuste egit, et fremet : pauper autem læsus tacebit. | ወለእመ፡ ብከ፡ ዘትበቊዖ፡ ያቀርበከ፡ ኀቤሁ፡ ወእመሰ፡ ተጸነስከ፡ ኢይኔጽረከ፡ እንከ። | ἐὰν χρησιμεύσῃς ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς καταλείψει σε |
|---|
| 13:5 | ἐὰν ἔχῃς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει | Si largitus fueris, assumet te : et si non habueris, derelinquet te. | ወለእመ፡ ብከ፡ የኀብር፡ ምስሌከ፡ ወየኀልቅ፡ ለከ፡ ዘዚኣከ፡ ወዓዲ፡ ኢያነክረከ። | ἐὰν ἔχῃς συμβιώσεταί σοι καὶ ἀποκενώσει σε καὶ αὐτὸς οὐ πονέσει |
|---|
| 13:6 | χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου | Si habes, convivet tecum, et evacuabit te : et ipse non dolebit super te. | ወለእመ፡ ቦ፡ ትካዝ፡ ዘይቴክዝ፡ ይየውሀከ፡ ወብዙኀ፡ ያስተሴፍወከ፡ ወይሥሕቅ፡ ለከ፡ ወሠናየ፡ ይትናገረከ፡ ወምንተ፡ ትፈቅድ፡ ይብለከ። | χρείαν ἔσχηκέν σου καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα λαλήσει σοι καλὰ καὶ ἐρεῖ τίς ἡ χρεία σου |
|---|
| 13:7 | καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί | Si necessarius illi fueris, supplantabit te, et subridens spem dabit, narrans tibi bona, et dicet : Quid opus est tibi ? | ወበመብልዑ፡ የኀይጠከ፡ ምዕረ፡ ወካዕበ፡ ወሥልሰ፡ ያሰፍጠከ፡ ወእም፡ ዝ፡ ድኅረ፡ ይገብእ፡ ኢይስማዕከ፡ ወእመኒ፡ ርእየከ፡ ይሥሕቅ፡ ላዕሌከ፡ ወየሐውስ፡ ርእሶ፡ ለከ። | καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί |
|---|
| 13:8 | πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου | Et confundet te in cibis suis, donec te exinaniat bis et ter : et in novissimo deridebit te, et postea videns derelinquet te, et caput suum movebit ad te. | ተዐቀብ፡ ኢያስሕትከ፡ ወኢይየውህከ፡ ወኢታብእ፡ ሐዘነ፡ ማእከለ፡ ትፍሥሕትከ። | πρόσεχε μὴ ἀποπλανηθῇς καὶ μὴ ταπεινωθῇς ἐν ἀφροσύνῃ σου |
|---|
| 13:9 | προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται | Humiliare Deo, et exspecta manus ejus. | ዘይቤለከ፡ ዐቢይ፡ ኦሆ፡ በሎ፡ ለግእዙ፡ ወለእመኒ፡ ጸውዐከ፡ ኢትእበዮ፡ ወፈድፋደ፡ ያፈቅረከ። | προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται |
|---|
| 13:10 | μὴ ἔμπιπτε μὴ ἀπωσθῇς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθῇς | Attende ne seductus in stultitiam humilieris. | ኢትርሐቅኒ፡ ወኢትስሐትኒ፡ ወኢታጐንዲ፡ ርሒቆቶ፡ ከመ፡ ኢይርሳዕከ። | μὴ ἔμπιπτε μὴ ἀπωσθῇς καὶ μὴ μακρὰν ἀφίστω ἵνα μὴ ἐπιλησθῇς |
|---|
| 13:11 | μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ’ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε | Noli esse humilis in sapientia tua, ne humiliatus in stultitiam seducaris. | ወኢታፈድፍድ፡ ተናግሮ፡ ምስሌሁ፡ ወኢትትአመኖ፡ በብዝኀ፡ ነገሩ፡ እስመ፡ በብዝኀ፡ ነገሩ፡ ያሜክረከ፡ ወከመ፡ ዘይሥሕቅ፡ ምስሌከ፡ የሐትተከ። | μὴ ἔπεχε ἰσηγορεῖσθαι μετ’ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε |
|---|
| 13:12 | ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν | Advocatus a potentiore, discede : ex hoc enim magis te advocabit. | አልቦቱ፡ ሣህል፡ ለዘያወፅእ፡ ምክረ፡ ቢጹ፡ እስመ፡ ኢየሐዝኖ፡ ተሞቅሖቱ፡ ወመንሱቱ። | ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν |
|---|
| 13:13 | συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς | Ne improbus sis, ne impingaris : et ne longe sis ab eo, ne eas in oblivionem. | ዑቅ፡ ወተዐቀብ፡ በሕቁ፡ እስመ፡ ምስለ፡ ቀታሊከ፡ ተሐውር። | συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς |
|---|
| 13:14 | — | Ne retineas ex æquo loqui cum illo, nec credas multis verbis illius : ex multa enim loquela tentabit te, et subridens interrogabit te de absconditis tuis. | — | — |
|---|
| 13:15 | πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ | Immitis animus illius conservabit verba tua : et non parcet de malitia, et de vinculis. | ኵሉ፡ እንስሳ፡ ያፈቅር፡ ዘመዶ፡ ወኵሉ፡ ሰብእ፡ ያፈቅር፡ ቢጾ። | πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ |
|---|
| 13:16 | πᾶσα σὰρξ κατὰ γένος συνάγεται καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ | Cave tibi, et attende diligenter auditui tuo, quoniam cum subversione tua ambulas : | ወኵሉ፡ ነፍስ፡ ይትጋባእ፡ ምስለ፡ ዘከማሁ፡ ወሰብእኒ፡ ምስለ፡ ዘይዘውጎ፡ ይተሉ። | πᾶσα σὰρξ κατὰ γένος συνάγεται καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ |
|---|
| 13:17 | τί κοινωνήσει λύκος ἀμνῷ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ | audiens vero illa, quasi in somnis vide, et vigilabis. | በአይቴ፡ ይትዐረክ፡ ተኵላ፡ ምስለ፡ በግዕ፡ ከማሁ፡ ኃጥእ፡ ምስለ፡ ጻድቅ። | τί κοινωνήσει λύκος ἀμνῷ οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ |
|---|
| 13:18 | τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα | Omni vita tua dilige Deum, et invoca illum in salute tua. | ወመኑ፡ ያስተሰናእዎሙ፡ ለከለባት፡ ምስለ፡ አዝእብት፡ ወመኑ፡ ያስተዐርኮ፡ ለነዳይ፡ ምስለ፡ ባዕል። | τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα |
|---|
| 13:19 | κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ οὕτως νομαὶ πλουσίων πτωχοί | Omne animal diligit simile sibi, sic et omnis homo proximum sibi. | ከማሁ፡ ይትዔገሎ፡ ባዕል፡ ለነዳይ። | κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ οὕτως νομαὶ πλουσίων πτωχοί |
|---|
| 13:20 | βδέλυγμα ὑπερηφάνῳ ταπεινότης οὕτως βδέλυγμα πλουσίῳ πτωχός | Omnis caro ad similem sibi conjungetur, et omnis homo simili sui sociabitur. | ያስቆርሮ፡ ዕቡይ፡ ለዘያቴሕት፡ ርእሶ፡ ከማሁ፡ ያስቆርሮ፡ ባዕል፡ ለነዳይ። | βδέλυγμα ὑπερηφάνῳ ταπεινότης οὕτως βδέλυγμα πλουσίῳ πτωχός |
|---|
| 13:21 | πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων | Si communicabit lupus agno aliquando, sic peccator justo. | ባዕል፡ ለእመ፡ ተንተነ፡ ይሰውቅዎ፡ አዕርክቲሁ፡ ወነዳይሰ፡ ለእመኒ፡ ወድቀ፡ ይከይድዎ፡ ቢጹ። | πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλων |
|---|
| 13:22 | πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος | Quæ communicatio sancto homini ad canem ? aut quæ pars diviti ad pauperem ? | ባዕል፡ ለእመ፡ ድኅፀ፡ ብዙኃን፡ ያነሥእዎ፡ ወእመኒ፡ ነበበ፡ ያረትዑ፡ ሎቱ፡ ቃሎ፡ ወነዳይሰ፡ ለእመ፡ ስሕተ፡ ይረግምዎ፡ ወእመኒ፡ ሠናየ፡ ነበበ፡ ኢያጸምእዎ። | πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος |
|---|
| 13:23 | πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν πτωχὸς ἐλάλησεν καὶ εἶπαν τίς οὗτος κἂν προσκόψῃ προσανατρέψουσιν αὐτόν | Venatio leonis onager in eremo : sic et pascua divitum sunt pauperes. | ወባዕልሰ፡ ለእመ፡ ነበበ፡ ኵሉ፡ ያረምም፡ ወይንእዱ፡ ሎቱ፡ ቃሎ፡ ወያበጽሕዎ፡ እስከ፡ ደመና፡ ወነዳይሰ፡ ለእመ፡ ነበበ፡ ሠናይ፡ ምንትኑ፡ ዝንቱ፡ ይብልዎ፡ ወእመኒ፡ ተዐቅፈ፡ ያቴክልዎ። | πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν πτωχὸς ἐλάλησεν καὶ εἶπαν τίς οὗτος κἂν προσκόψῃ προσανατρέψουσιν αὐτόν |
|---|
| 13:24 | ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς | Et sicut abominatio est superbo humilitas, sic et execratio divitis pauper. | ሠናይ፡ ብዕል፡ እንዘ፡ ኢትገብር፡ ኀጢአተ፡ ያሐሥማ፡ ኃጥእ፡ ለንዴቱ፡ በአፉሁ። | ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς |
|---|
| 13:25 | καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά | Dives commotus confirmatur ab amicis suis : humilis autem cum ceciderit, expelletur et a notis. | ልቡ፡ ለሰብእ፡ ይዌልጥ፡ ገጾ፡ ለእመኒ፡ ፍሡሕ፡ ውእቱ፡ ወለእመኒ፡ ትኩዝ፡ ውእቱ። | καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά |
|---|
| 13:26 | ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων | Diviti decepto multi recuperatores : locutus est superbia, et justificaverunt illum. | አሠሩ፡ ለልብ፡ ፍሡሕ፡ ገጽ፡ ብሩህ፡ ወትረክብ፡ ምክረ፡ ጥበብ፡ ሰሪሐከ። | ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων |
|---|