| 9:1 | θεὲ πατέρων καὶ κύριε τοῦ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου | Deus patrum meorum, et Domine misericordiæ, qui fecisti omnia verbo tuo, | ወእቤ፡ እምኵሉ፡ ልብየ፡ አምላከ፡ አቡየ፡ ወእግዚኣ፡ ለምሕረት፡ ዘገበርከ፡ ኵሎ፡ ዓለመ፡ በቃልከ። | θεὲ πατέρων καὶ κύριε τοῦ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου |
|---|
| 9:2 | καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων | et sapientia tua constituisti hominem, ut dominaretur creaturæ quæ a te facta est, | ወበጥበብከ፡ ረሰይከ፡ ሰብአ፡ ከመ፡ ይኰንን፡ ዘእምኀቤከ፡ ተገብረ፡ ፍጥረተ። | καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων |
|---|
| 9:3 | καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ | ut disponat orbem terrarum in æquitate et justitia, et in directione cordis judicium judicet : | ወያንሶሱ፡ ውስተ፡ ምድር፡ ወይሥራዕ፡ ዓለመ፡ በኂሩትከ፡ ወበጽድቅከ፡ ወበርትዐ፡ መንፈሰ፡ ኵነኔ፡ ይኴንን። | καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ |
|---|
| 9:4 | δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου | da mihi sedium tuarum assistricem sapientiam, et noli me reprobare a pueris tuis : | ሀበኒ፡ እንተ፡ እምኀበ፡ መናብርቲከ፡ ትነብር፡ ጥበበ። | δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου |
|---|
| 9:5 | ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων | quoniam servus tuus sum ego, et filius ancillæ tuæ ; homo infirmus, et exigui temporis, et minor ad intellectum judicii et legum. | ወኢትመንነኒ፡ እማእከለ፡ አግብርቲከ፡ እስመ፡ አነ፡ ገብርከ፡ ወልደ፡ አመትከ፡ ብእሲ፡ ድውየ፡ ኃይል፡ ወሕፁፀ፡ መዋዕል፡ ወትሑት፡ ለአእምሮ፡ ሕገ፡ ፍትሕ። | ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων |
|---|
| 9:6 | κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται | Nam etsi quis erit consummatus inter filios hominum, si ab illo abfuerit sapientia tua, in nihilum computabitur. | ወለእመኒቦ፡ ዘኮነ፡ ፍጹመ፡ እምውሉደ፡ ሰብእ፡ እምከመ፡ ርኅቅት፡ እምኔሁ፡ ጥበብ፡ እንተ፡ እምኀቤከ፡ እስመ፡ ውእቱ፡ ከመ፡ ወኢምንትኒ፡ እምኮነ። | κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται |
|---|
| 9:7 | σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων | Tu elegisti me regem populo tuo, et judicem filiorum tuorum et filiarum : | አንተ፡ ኃረይከኒ፡ ንጉሠ፡ ለሕዝብከ፡ ወመኰንነ፡ ለውሉድከ፡ ወለአዋልዲከ። | σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων |
|---|
| 9:8 | εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπ’ ἀρχῆς | et dixisti me ædificare templum in monte sancto tuo, et in civitate habitationis tuæ altare : similitudinem tabernaculi sancti tui quod præparasti ab initio. | ወትቤ፡ ይትሐነጽ፡ ቤተ፡ በደብረ፡ መቅደስከ፡ ወውስተ፡ ሀገረ፡ ምዕራፍከ፡ ምሥዋዕ፡ አምሳለ፡ ቅድሳተ፡ ስብሐቲከ፡ እንተ፡ አስተዳሎከ፡ እምፍጥረት። | εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπ’ ἀρχῆς |
|---|
| 9:9 | καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου | Et tecum sapientia tua, quæ novit opera tua, quæ et affuit tunc cum orbem terrarum faceres, et sciebat quid esset placitum oculis tuis, et quid directum in præceptis tuis. | ወምስሌከ፡ ጥበብ፡ እንተ፡ ተአምር፡ ግብረከ፡ ወሀለወት፡ አመ፡ ትገብር፡ ዓለመ፡ ወይእቲ፡ ትጤይቅ፡ ምንት፡ ውእቱ፡ ዘያሠምረከ፡ ቅድመ፡ አዕይንቲከ፡ ወምንት፡ ውእቱ፡ ዘርቱዕ፡ በትእዛዛቲከ። | καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου |
|---|
| 9:10 | ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαροῦσά μοι κοπιάσῃ καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί | Mitte illam de cælis sanctis tuis, et a sede magnitudinis tuæ, ut mecum sit et mecum laboret, ut sciam quid acceptum sit apud te : | ፈንዋ፡ እምቅዱሳት፡ ሰማያት፡ ከመ፡ ትትነሣእ፡ ወትምጻእ፡ ኀቤየ፡ ፈንዋ፡ እመንበረ፡ ስብሐቲከ፡ ወአእምር፡ ምንት፡ ውእቱ፡ ዘያሠምረከ፡ ከመ፡ ተሃሉ፡ ምስሌየ፡ ወትፃሙ። | ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαροῦσά μοι κοπιάσῃ καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί |
|---|
| 9:11 | οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς | scit enim illa omnia, et intelligit, et deducet me in operibus meis sobrie, et custodiet me in sua potentia. | እስመ፡ ይእቲ፡ ተአምር፡ ኵሎ፡ ግብረከ፡ ዘአንተ፡ ትጤይቅ፡ ወይእቲ፡ ትምርሐኒ፡ በኵሉ፡ ምግባራትየ፡ ንጹሐ፡ ወትዕቀበኒ፡ በክብራ፡ ወይኩን፡ ምግባራትየ፡ ሥሙረ። | οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς |
|---|
| 9:12 | καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου | Et erunt accepta opera mea, et disponam populum tuum juste, et ero dignus sedium patris mei. | ወእኰንን፡ ሕዝበከ፡ በጽድቅ፡ ወእኩን፡ ድልወ፡ ለመናብርተ፡ አበውየ። | καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου |
|---|
| 9:13 | τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος | Quis enim hominum poterit scire consilium Dei ? aut quis poterit cogitare quid velit Deus ? | መኑ፡ ውእቱ፡ ሰብእ፡ ዘየአምር፡ ምክረ፡ እግዚአብሔር፡ ወመኑ፡ ዘይሔሊ፡ ወየአምር፡ ምንተ፡ ይፈቅድ፡ እግዚአብሔር፡ እስመ፡ ሕሊናሆሙ፡ ለመዋትያን፡ ፈራህ፡ ወመብእስ፡ ሕሊናሆሙ። | τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος |
|---|
| 9:14 | λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν | Cogitationes enim mortalium timidæ, et incertæ providentiæ nostræ ; | እስመ፡ ሥጋ፡ ዘይማስን፡ ይከድና፡ ለነፍስ፡ ወይከብዳ፡ ወማኅደር፡ ምድራዊ፡ ይከድን፡ ልበ። | λογισμοὶ γὰρ θνητῶν δειλοί καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν |
|---|
| 9:15 | φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα | corpus enim quod corrumpitur aggravat animam, et terrena inhabitatio deprimit sensum multa cogitantem. | በብዙኅ፡ ፃሕቅ፡ ወትካዝ፡ ወበዕፁብ፡ ለእመ፡ አየነ፡ ንረክብ፡ ምግባረ፡ ዘውስተ፡ ምድር፡ ወንረክብ፡ በፃማ፡ ግብረ፡ እንተ፡ ንገሥሣ፡ በእደዊነ፡ ወዘውስተ፡ ሰማይሰ፡ መኑ፡ ፈተነ፡ ወምክረከመኑ፡ አእመረ። | φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα |
|---|
| 9:16 | καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν | Et difficile æstimamus quæ in terra sunt, et quæ in prospectu sunt invenimus cum labore : quæ autem in cælis sunt, quis investigabit ? | ወሶበ፡ አኮ፡ አንተ፡ እመ፡ ኢወሀብከ፡ ጥበበ፡ ወፈኖከ፡ ኀቤሁ፡ እምአርያም፡ ቅዱሰ፡ መንፈሰከ። | καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν |
|---|
| 9:17 | βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων | Sensum autem tuum, quis sciet, nisi tu dederis sapientiam, et miseris spiritum sanctum tuum de altissimis, | ወበእንተዝ፡ ረትዓት፡ ፍኖቶሙ፡ ለእለ፡ ውስተ፡ ምድር፡ ወዘያሠምረከ፡ አእመሩ፡ ሰብእ፡ በጥበብ፡ ወድኅኑ፡ ባቲ። | βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων |
|---|
| 9:18 | καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν | et sic correctæ sint semitæ eorum qui sunt in terris, et quæ tibi placent didicerint homines ? | — | καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τῇ σοφίᾳ ἐσώθησαν |
|---|