📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Apocrypha › Judith

Judith 12

Greek original · 20 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 3 other originals — side by side (Septuagint, Vulgate, Ge'ez Bible)
12:1
καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν
He commanded that she should be brought in where his silver vessels were set, and asked that his servants should prepare some of his own meats for her, and that she should drink from his own wine.
他就吩咐人領她到擺設銀器的地方,又吩咐人從他自己的餚饌中為她預備飯食,並給她喝他自己的酒。
12:2
καὶ εἶπεν Ιουδιθ οὐ φάγομαι ἐξ αὐτῶν ἵνα μὴ γένηται σκάνδαλον ἀλλ’ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται
And Judith said, “I will not eat of it, lest there be an occasion of stumbling: but provision will be made for me of the things that have come with me.”
猶滴說:「我不喫這些,免得成了絆腳的事;我要從那隨我而來的物中得供應。」
12:3
καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς οὐ γάρ ἐστιν μεθ’ ἡμῶν ἐκ τοῦ γένους σου
And Holofernes said to her, “But if the things that are with you should fail, from where will we be able to give you more like it? For there is none of your race with us.”
何樂弗尼對她說:「你所帶的物若用盡了,我們從哪裡能找出像那樣的給你呢?因為我們中間並無你族中的人。」
12:4
καὶ εἶπεν Ιουδιθ πρὸς αὐτόν ζῇ ψυχή σου κύριέ μου ὅτι οὐ δαπανήσει δούλη σου τὰ ὄντα μετ’ ἐμοῦ ἕως ἂν ποιήσῃ κύριος ἐν χειρί μου ἐβουλεύσατο
And Judith said to him, “As your soul lives, my lord, your servant will not spend those things that are with me, until the Lord works by my hand the things that he has determined.”
猶滴對他說:「我主啊,我指著你的性命起誓,你的婢女在耶和華藉我的手成就他所謀劃的事以先,必不耗盡我所帶的物。」
12:5
καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ολοφέρνου εἰς τὴν σκηνήν καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν
Then Holofernes’ servants brought her into the tent, and she slept until midnight. Then she rose up toward the morning watch,
何樂弗尼的僕人就領她進帳棚,她睡到半夜,到了晨更才起來。
12:6
καὶ ἀπέστειλεν πρὸς Ολοφέρνην λέγουσα ἐπιταξάτω δὴ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν
and sent to Holofernes, saying, “Let my lord now command that they allow your servant to go out to pray.”
她打發人去見何樂弗尼,說:「願我主吩咐人容你的婢女出去禱告。」
12:7
καὶ προσέταξεν Ολοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος
Holofernes commanded his guards that they should not stop her. She stayed in the camp three days, and went out every night into the valley of Bethulia, and washed herself at the fountain of water in the camp.
何樂弗尼就吩咐侍衛不可攔阻她。她在營中住了三天,每夜出到伯夙利亞的山谷去,在營中的水泉旁沐浴。
12:8
καὶ ὡς ἀνέβη ἐδέετο τοῦ κυρίου θεοῦ Ισραηλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ
And when she came up, she implored the Lord God of Israel to direct her way to the raising up of the children of his people.
她上來的時候,懇求以色列的主神指引她的道路,叫她百姓的子孫得以興起。
12:9
καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν
She came in clean, and remained in the tent, until she ate her food toward evening.
她潔淨地進來,留在帳棚裡,直到傍晚才用她的食物。
12:10
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ολοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις
It came to pass on the fourth day, that Holofernes made a feast for his own servants only, and called none of the officers to the banquet.
到了第四天,何樂弗尼單為他自己的臣僕設擺筵席,並沒有請那些辦事的官員赴宴。
12:11
καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Εβραίαν ἐστιν παρὰ σοί τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ’ ἡμῶν
And he said to Bagoas the eunuch, who had charge over all that he had, “Go now, and persuade this Hebrew woman who is with you that she come to us, and eat and drink with us.
他對管理他一切事務的太監巴歌阿說:「你去勸那在你那裡的希伯來婦人,叫她到我們這裡來,和我們一同喫喝。
12:12
ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα καταγελάσεται ἡμῶν
For, behold, it is a shame for our person, if we shall let such a woman go, not having had her company; for if we don’t draw her to ourselves, she will laugh us to scorn.”
看哪,我們若任這樣的婦人離去,沒有與她親近,這對我們的體面就是羞恥;我們若不引誘她歸向我們,她必譏笑我們。」
12:13
καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ολοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν μὴ ὀκνησάτω δὴ παιδίσκη καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ’ ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ασσουρ αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσορ
Bagoas went from the presence of Holofernes, and came in to her, and said, “Let this fair lady not fear to come to my lord, and to be honored in his presence, and to drink wine and be merry with us, and to be made this day as one of the daughters of the children of Asshur, which wait in the house of Nebuchadnezzar.”
巴歌阿就從何樂弗尼面前出去,進到她那裡,說:「願這美貌的女子不要遲疑,請來見我主,在他面前得榮耀,和我們一同歡飲美酒,並在今日成為亞述子孫的女兒之一,就是那些侍立在尼布甲尼撒宮中的。」
12:14
καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου ὅτι πᾶν ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν σπεύσασα ποιήσω καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου
Judith said to him, “Who am I, that I should contradict my lord? For whatever would be pleasing in his eyes, I will do speedily, and this will be my joy to the day of my death.”
猶滴對他說:「我算甚麼,竟敢違揹我主呢?凡他眼中所看為喜悅的,我必趕緊去行,這必成為我終身直到死日的喜樂。」
12:15
καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ καὶ προσῆλθεν δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ολοφέρνου χαμαὶ τὰ κώδια ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ’ αὐτῶν
She arose, and decked herself with her apparel and all her woman’s attire; and her servant went and laid fleeces on the ground for her next to Holofernes, which she had received from Bagoas for her daily use, that she might sit and eat upon them.
她就起來,用衣裳和一切婦女的妝飾打扮自己;她的使女上前,在何樂弗尼對面的地上鋪了從巴歌阿所得、她日常起居所用的軟羊皮,讓她斜倚在上面喫喝。
12:16
καὶ εἰσελθοῦσα ἀνέπεσεν Ιουδιθ καὶ ἐξέστη καρδία Ολοφέρνου ἐπ’ αὐτήν καὶ ἐσαλεύθη ψυχὴ αὐτοῦ καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ’ αὐτῆς καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ’ ἧς ἡμέρας εἶδεν αὐτήν
Judith came in and sat down, and Holofernes’ heart was ravished with her. His soul was moved, and he exceedingly desired her company. He was watching for a time to deceive her, from the day that he had seen her.
猶滴進來斜倚下,何樂弗尼的心被她迷住,魂魄搖動,極其渴想與她親近;自從見她那日起,他就一直伺機要引誘她。
12:17
καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης πίε δὴ καὶ γενήθητι μεθ’ ἡμῶν εἰς εὐφροσύνην
Holofernes said to her, “Drink now, and be merry with us.”
何樂弗尼對她說:「現在你喝罷,和我們一同歡樂。」
12:18
καὶ εἶπεν Ιουδιθ πίομαι δή κύριε ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου
Judith said, “I will drink now, my lord, because my life is magnified in me this day more than all the days since I was born.”
猶滴說:「我主啊,我現在就喝;因為今日我的性命比我出生以來的一切日子更顯為尊貴。」
12:19
καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἡτοίμασεν δούλη αὐτῆς
Then she took and ate and drank before him what her servant had prepared.
她就拿起使女所預備的,在他面前喫喝。
12:20
καὶ ηὐφράνθη Ολοφέρνης ἀπ’ αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ’ οὗ ἐγεννήθη
Holofernes took great delight in her, and drank exceeding much wine, more than he had drunk at any time in one day since he was born.
何樂弗尼因她大為歡喜,喝了極多的酒,比他出生以來一日所喝的還要多。
12345678910111213141516