📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Apocrypha › Judith

Judith 11

Greek original · 23 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 3 other originals — side by side (Septuagint, Vulgate, Ge'ez Bible)
11:1
καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης θάρσησον γύναι μὴ φοβηθῇς τῇ καρδίᾳ σου ὅτι ἐγὼ οὐκ ἐκάκωσα ἄνθρωπον ὅστις ᾑρέτικεν δουλεύειν βασιλεῖ Ναβουχοδονοσορ πάσης τῆς γῆς
Holofernes said to her, “Woman, take courage. Don’t be afraid in your heart; for I never hurt anyone who has chosen to serve Nebuchadnezzar, the king of all the earth.
何樂弗尼對她說:「婦人哪,放心,你心裡不要懼怕;因為凡甘心服事全地之王尼布甲尼撒的人,我從未苦待過。
11:2
καὶ νῦν λαός σου κατοικῶν τὴν ὀρεινὴν εἰ μὴ ἐφαύλισάν με οὐκ ἂν ἦρα τὸ δόρυ μου ἐπ’ αὐτούς ἀλλὰ αὐτοὶ ἑαυτοῖς ἐποίησαν ταῦτα
And now, if your people who dwell in the hill country had not slighted me, I would not have lifted up my spear against them; but they have done these things to themselves.
如今你那住在山地的民,若不是藐視了我,我斷不會向他們舉起我的槍;這是他們自己招來的。
11:3
καὶ νῦν λέγε μοι τίνος ἕνεκεν ἀπέδρας ἀπ’ αὐτῶν καὶ ἦλθες πρὸς ἡμᾶς ἥκεις γὰρ εἰς σωτηρίαν θάρσει ἐν τῇ νυκτὶ ταύτῃ ζήσῃ καὶ εἰς τὸ λοιπόν
And now tell me why you fled from them and came to us; for you have come to save yourself. Take courage! You will live tonight, and hereafter;
現在你告訴我,你為甚麼從他們那裡逃出來,到我們這裡來?你既是來尋求平安,放心罷,今夜你必存活,以後也必如此。
11:4
οὐ γὰρ ἔστιν ὃς ἀδικήσει σε ἀλλ’ εὖ σε ποιήσει καθὰ γίνεται τοῖς δούλοις τοῦ κυρίου μου βασιλέως Ναβουχοδονοσορ
for there is no one that will wrong you, but all will treat you well, as is done to the servants of king Nebuchadnezzar my lord.”
沒有人會虧負你,乃要善待你,正如待我主尼布甲尼撒王的僕人一樣。」
11:5
καὶ εἶπεν πρὸς αὐτὸν Ιουδιθ δέξαι τὰ ῥήματα τῆς δούλης σου καὶ λαλησάτω παιδίσκη σου κατὰ πρόσωπόν σου καὶ οὐκ ἀναγγελῶ ψεῦδος τῷ κυρίῳ μου ἐν τῇ νυκτὶ ταύτῃ
And Judith said to him, “Receive the words of your servant, and let your handmaid speak in your presence, and I will declare no lie to my lord this night.
猶滴對他說:「求你接納你婢女的話,容你的使女在你面前說話;今夜我必不向我主說謊。
11:6
καὶ ἐὰν κατακολουθήσῃς τοῖς λόγοις τῆς παιδίσκης σου τελείως πρᾶγμα ποιήσει μετὰ σοῦ θεός καὶ οὐκ ἀποπεσεῖται κύριός μου τῶν ἐπιτηδευμάτων αὐτοῦ
If you will follow the words of your handmaid, God will bring the thing to pass perfectly with you; and my lord will not fail to accomplish his purposes.
你若聽從你使女的話,神必藉你成就一件完全的事,我主也必不至於失敗他所謀劃的。
11:7
ζῇ γὰρ βασιλεὺς Ναβουχοδονοσορ πάσης τῆς γῆς καὶ ζῇ τὸ κράτος αὐτοῦ ὃς ἀπέστειλέν σε εἰς κατόρθωσιν πάσης ψυχῆς ὅτι οὐ μόνον ἄνθρωποι διὰ σὲ δουλεύουσιν αὐτῷ ἀλλὰ καὶ τὰ θηρία τοῦ ἀγροῦ καὶ τὰ κτήνη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ διὰ τῆς ἰσχύος σου ζήσονται ἐπὶ Ναβουχοδονοσορ καὶ πάντα τὸν οἶκον αὐτοῦ
As Nebuchadnezzar king of all the earth lives, and as his power lives, who has sent you for the preservation of every living thing, not only do men serve him by you, but also the beasts of the field, the cattle, and the birds of the sky will live through your strength, in the time of Nebuchadnezzar and of all his house.
我指著全地之王尼布甲尼撒的永生,並指著他差遣你去匡正萬人的權能起誓:不但世人因你服事他,連田野的走獸、牲畜和空中的飛鳥,也因你的力量得以為尼布甲尼撒和他全家而活。
11:8
ἠκούσαμεν γὰρ τὴν σοφίαν σου καὶ τὰ πανουργεύματα τῆς ψυχῆς σου καὶ ἀνηγγέλη πάσῃ τῇ γῇ ὅτι σὺ μόνος ἀγαθὸς ἐν πάσῃ βασιλείᾳ καὶ δυνατὸς ἐν ἐπιστήμῃ καὶ θαυμαστὸς ἐν στρατεύμασιν πολέμου
For we have heard of your wisdom and the subtle plans of your soul. It has been reported in all the earth that you only are brave in all the kingdom, mighty in knowledge, and wonderful in feats of war.
我們已聽見你的智慧和你心中的巧計;普天下都傳說,惟獨你在全國中是良善的,在學識上是大能的,在用兵作戰上是希奇的。
11:9
καὶ νῦν λόγος ὃν ἐλάλησεν Αχιωρ ἐν τῇ συνεδρίᾳ σου ἠκούσαμεν τὰ ῥήματα αὐτοῦ ὅτι περιεποιήσαντο αὐτὸν οἱ ἄνδρες Βαιτυλουα καὶ ἀνήγγειλεν αὐτοῖς πάντα ὅσα ἐξελάλησεν παρὰ σοί
And now as concerning the matter which Achior spoke in your council, we have heard his words; for the men of Bethulia saved him, and he declared to them all that he had spoken before you.
至於亞希約在你議會中所說的話,我們也聽見了他的言語,因為伯夙利亞人保全了他,他將在你面前所說的一切都告訴了他們。
11:10
διό δέσποτα κύριε μὴ παρέλθῃς τὸν λόγον αὐτοῦ ἀλλὰ κατάθου αὐτὸν ἐν τῇ καρδίᾳ σου ὅτι ἐστὶν ἀληθής οὐ γὰρ ἐκδικᾶται τὸ γένος ἡμῶν οὐ κατισχύει ῥομφαία ἐπ’ αὐτούς ἐὰν μὴ ἁμάρτωσιν εἰς τὸν θεὸν αὐτῶν
Therefore, O lord and master, don’t neglect his word; but lay it up in your heart, for it is true; for our race will not be punished, neither will the sword prevail against them, unless they sin against their God.
所以主上啊,不要輕忽他的話,要把它存在你心裡,因為這話是真的;我們的族類除非得罪他們的神,否則決不會被報應,刀劍也不能勝過他們。
11:11
καὶ νῦν ἵνα μὴ γένηται κύριός μου ἔκβολος καὶ ἄπρακτος καὶ ἐπιπεσεῖται θάνατος ἐπὶ πρόσωπον αὐτῶν καὶ κατελάβετο αὐτοὺς ἁμάρτημα ἐν παροργιοῦσιν τὸν θεὸν αὐτῶν ὁπηνίκα ἂν ποιήσωσιν ἀτοπίαν
And now, that my lord be not defeated and frustrate of his purpose, and that death may fall upon them, their sin has overtaken them, wherewith they will provoke their God to anger, whenever they do wickedness.
如今,為免我主受挫、徒勞無功,死亡必臨到他們的臉上,因為有罪過抓住了他們,每逢他們行了悖逆的事,就用這罪惹他們的神發怒。
11:12
ἐπεὶ παρεξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ ἐσπανίσθη πᾶν ὕδωρ ἐβουλεύσαντο ἐπιβαλεῖν τοῖς κτήνεσιν αὐτῶν καὶ πάντα ὅσα διεστείλατο αὐτοῖς θεὸς τοῖς νόμοις αὐτοῦ μὴ φαγεῖν διέγνωσαν δαπανῆσαι
Since their food failed them, and all their water was scant, they took counsel to lay hands upon their cattle, and determined to consume all those things which God charged them by his laws that they should not eat.
因他們的糧食已盡,水也都缺乏,就定意要動用他們的牲畜,並決意要食用神在他律法上吩咐他們不可喫的一切物。
11:13
καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου καὶ τοῦ ἐλαίου διεφύλαξαν ἁγιάσαντες τοῖς ἱερεῦσιν τοῖς παρεστηκόσιν ἐν Ιερουσαλημ ἀπέναντι τοῦ προσώπου τοῦ θεοῦ ἡμῶν κεκρίκασιν ἐξαναλῶσαι ὧν οὐδὲ ταῖς χερσὶν καθῆκεν ἅψασθαι οὐδένα τῶν ἐκ τοῦ λαοῦ
They are resolved to spend the first fruits of the corn, and the tenths of the wine and the oil, which they had sanctified and reserved for the priests who stand before the face of our God in Jerusalem; which things it is not fitting for any of the people so much as to touch with their hands.
連那五穀的初熟之物、酒和油的十分之一,就是他們分別為聖、為那站在耶路撒冷我們神面前事奉的祭司所保留的,他們也決意要喫盡,這些物是百姓中無人可以用手沾的。
11:14
καὶ ἀπεστάλκασιν εἰς Ιερουσαλημ ὅτι καὶ οἱ ἐκεῖ κατοικοῦντες ἐποίησαν ταῦτα τοὺς μετακομίσοντας αὐτοῖς τὴν ἄφεσιν παρὰ τῆς γερουσίας
They have sent some to Jerusalem, because they also that dwell there have done this thing, to bring them permission from the council of elders.
他們已打發人往耶路撒冷去,因為住在那裡的人也行了這事,要從長老議會把準許的話帶回給他們。
11:15
καὶ ἔσται ὡς ἂν ἀναγγείλῃ αὐτοῖς καὶ ποιήσωσιν δοθήσονταί σοι εἰς ὄλεθρον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
It will be, when brings them word, and they do it, they will be given to you to be destroyed the same day.
及至消息傳給他們,他們照著行了,當那日他們必被交給你毀滅。
11:16
ὅθεν ἐγὼ δούλη σου ἐπιγνοῦσα ταῦτα πάντα ἀπέδρων ἀπὸ προσώπου αὐτῶν καὶ ἀπέστειλέν με θεὸς ποιῆσαι μετὰ σοῦ πράγματα ἐφ’ οἷς ἐκστήσεται πᾶσα γῆ ὅσοι ἐὰν ἀκούσωσιν αὐτά
Therefore I your servant, knowing all this, fled away from their presence. God sent me to work things with you, at which all the earth will be astonished, even as many as hear it.
因此我這婢女,既知道這一切,就從他們面前逃出來;神差遣我與你同行一件事,凡聽見這事的全地之人都必驚駭。
11:17
ὅτι δούλη σου θεοσεβής ἐστιν καὶ θεραπεύουσα νυκτὸς καὶ ἡμέρας τὸν θεὸν τοῦ οὐρανοῦ καὶ νῦν μενῶ παρὰ σοί κύριέ μου καὶ ἐξελεύσεται δούλη σου κατὰ νύκτα εἰς τὴν φάραγγα καὶ προσεύξομαι πρὸς τὸν θεόν καὶ ἐρεῖ μοι πότε ἐποίησαν τὰ ἁμαρτήματα αὐτῶν
For your servant is religious, and serves the God of heaven day and night. Now, my lord, I will stay with you, and your servant will go out by night into the valley. I will pray to God, and he will tell me when they have committed their sins.
因為你的婢女是敬虔的,晝夜事奉天上的神。如今我主啊,我必留在你這裡;你的婢女每夜要出到山谷向神禱告,他必指示我他們何時犯了罪。
11:18
καὶ ἐλθοῦσα προσανοίσω σοι καὶ ἐξελεύσῃ σὺν πάσῃ τῇ δυνάμει σου καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεταί σοι ἐξ αὐτῶν
Then I will come and show it also to you. Then you shall go out with all your army, and there will be none of them that will resist you.
我回來就把話告訴你,你便可率領你的全軍出去,他們中間沒有一人能抵擋你。
11:19
καὶ ἄξω σε διὰ μέσου τῆς Ιουδαίας ἕως τοῦ ἐλθεῖν ἀπέναντι Ιερουσαλημ καὶ θήσω τὸν δίφρον σου ἐν μέσῳ αὐτῆς καὶ ἄξεις αὐτοὺς ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν καὶ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπέναντί σου ὅτι ταῦτα ἐλαλήθη μοι κατὰ πρόγνωσίν μου καὶ ἀπηγγέλη μοι καὶ ἀπεστάλην ἀναγγεῖλαί σοι
And I will lead you through the midst of Judea, until you come to Jerusalem. I will set your seat in the midst of it. You will drive them as sheep that have no shepherd, and a dog will not so much as open his mouth before you; for these things were told me according to my foreknowledge, and were declared to me, and I was sent to tell you.”
我必領你穿過猶大中間,直到耶路撒冷對面,在城中為你安設座位;你必把他們趕散如同無牧人的羊羣,連狗也不敢向你吠一聲。這些事都是照我所預知的告訴了我,我也得了指示,奉差遣來告訴你。」
11:20
καὶ ἤρεσαν οἱ λόγοι αὐτῆς ἐναντίον Ολοφέρνου καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ ἐθαύμασαν ἐπὶ τῇ σοφίᾳ αὐτῆς καὶ εἶπαν
Her words were pleasing in the sight of Holofernes and of all his servants. They marveled at her wisdom, and said,
她的話在何樂弗尼面前並他一切臣僕面前都看為好,他們都驚奇她的智慧,說:
11:21
οὐκ ἔστιν τοιαύτη γυνὴ ἀπ’ ἄκρου ἕως ἄκρου τῆς γῆς ἐν καλῷ προσώπῳ καὶ συνέσει λόγων
“There is not such a woman from one end of the earth to the other, for beauty of face and wisdom of words.”
「從地這邊到地那邊,再沒有一個婦人,有這樣美麗的容貌和明達的言語。」
11:22
καὶ εἶπεν πρὸς αὐτὴν Ολοφέρνης εὖ ἐποίησεν θεὸς ἀποστείλας σε ἔμπροσθεν τοῦ λαοῦ τοῦ γενηθῆναι ἐν χερσὶν ἡμῶν κράτος ἐν δὲ τοῖς φαυλίσασι τὸν κύριόν μου ἀπώλειαν
Holofernes said to her, “God did well to send you before the people, that might would be in our hands, and destruction among those who slighted my lord.
何樂弗尼對她說:「神差你在這民之先而來,實在是好,叫權能歸在我們手中,使那些藐視我主的人遭受滅亡。
11:23
καὶ νῦν ἀστεία εἶ σὺ ἐν τῷ εἴδει σου καὶ ἀγαθὴ ἐν τοῖς λόγοις σου ὅτι ἐὰν ποιήσῃς καθὰ ἐλάλησας θεός σου ἔσται μου θεός καὶ σὺ ἐν οἴκῳ βασιλέως Ναβουχοδονοσορ καθήσῃ καὶ ἔσῃ ὀνομαστὴ παρὰ πᾶσαν τὴν γῆν
And now you are beautiful in your countenance, and wise in your words. If you will do as you have spoken, your God will be my God, and you will dwell in the house of king Nebuchadnezzar, and will be renowned through the whole earth.”
如今你容貌美麗,言語良善;你若照你所說的去行,你的神就必作我的神,你也必住在尼布甲尼撒王的宮中,在普天下得享盛名。」
12345678910111213141516