Apocrypha › Judith
Judith 15
Greek original · 14 verses · some words can be tapped for a gloss
📖 This chapter exists in 3 other originals —
side by side (Septuagint, Vulgate, Ge'ez Bible)
15:1
καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες ἐξέστησαν ἐπὶ τὸ γεγονός
When those who were in the tents heard, they were amazed at what happened.
那些在帳棚裡的人聽見所發生的事,就都驚惶。
15:2
καὶ ἐπέπεσεν ἐπ’ αὐτοὺς τρόμος καὶ φόβος καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι ἀλλ’ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς
Trembling and fear fell upon them, and no man dared stay any more in the sight of his neighbor, but rushing out with one accord, they fled into every way of the plain and of the hill country.
戰兢懼怕臨到他們,再沒有人敢在鄰舍面前停留,乃一齊湧出,往平原和山地各條路上逃跑。
15:3
καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ Βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν καὶ τότε οἱ υἱοὶ Ισραηλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπ’ αὐτούς
Those who had encamped in the hill country round about Bethulia fled away. And then the children of Israel, every one who was a warrior among them, rushed out upon them.
那些在伯夙利亞四圍山地安營的人也都轉身逃跑。於是以色列人中凡是戰士的,都湧出去追擊他們。
15:4
καὶ ἀπέστειλεν Οζιας εἰς Βαιτομασθαιμ καὶ Βηβαι καὶ Χωβαι καὶ Κωλα καὶ εἰς πᾶν ὅριον Ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν
Ozias sent to Betomasthaim, Bebai, Chobai, and Chola, and to every coast of Israel, to tell about the things that had been accomplished, and that all should rush upon their enemies to destroy them.
烏西雅打發人到伯多瑪斯田、比拜、何巴、哥拉,並以色列各境,報告所成就的事,又叫眾人都湧出去攻擊仇敵,將他們殺滅。
15:5
ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ισραηλ πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ’ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβα ὡσαύτως δὲ καὶ οἱ ἐξ Ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν καὶ οἱ ἐν Γαλααδ καὶ οἱ ἐν τῇ Γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς
But wnen the children of Israel heard, they all fell upon them with one accord, and struck them to Chobai. Yes, and in like manner also they of Jerusalem and of all the hill country came (for men had told them about what happened in their enemies’ camp), and those who were in Gilead and in Galilee fell upon their flank with a great slaughter, until they were past Damascus and its borders.
以色列人聽見了,就都一齊撲向他們,擊殺他們,直到何巴。耶路撒冷和全山地的人也照樣前來,因為有人把仇敵營中所發生的事告訴了他們;基列和加利利的人也從側翼擊殺他們,大大屠戮,直到他們過了大馬士革和它的境界。
15:6
οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλουα ἐπέπεσαν τῇ παρεμβολῇ Ασσουρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα
The rest of the people who lived at Bethulia fell upon the camp of Asshur, and plundered them, and were enriched exceedingly.
其餘住在伯夙利亞的人撲向亞述的營,擄掠他們,得了極多的財物。
15:7
οἱ δὲ υἱοὶ Ισραηλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων ἦν γὰρ πλῆθος πολὺ σφόδρα
The children of Israel returned from the slaughter, and got possession of that which remained. The villages and the cities that were in the hill country and in the plain country, took many spoils; for there was an exceedingly great supply.
以色列人從殺戮之地回來,得了所剩下的;山地和平原一切的村莊城邑都得了許多擄物,因為財物極其豐富。
15:8
καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ισραηλ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά ἃ ἐποίησεν κύριος τῷ Ισραηλ καὶ τοῦ ἰδεῖν τὴν Ιουδιθ καὶ λαλῆσαι μετ’ αὐτῆς εἰρήνην
Joakim the high priest, and the elders of the children of Israel whe lived in Jerusalem, came to see the good things which the Lord had showed to Israel, and to see Judith, and to salute her.
大祭司約雅金,並住在耶路撒冷的以色列子孫的長老議會,都來觀看耶和華向以色列所行的美事,又來見猶滴,向她問安。
15:9
ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν σὺ ὕψωμα Ιερουσαλημ σὺ γαυρίαμα μέγα τοῦ Ισραηλ σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν
When they came to her, they all blessed her with one accord, and said to her, “You are the exaltation of Jerusalem! You are the great glory of Israel! You are the great rejoicing of our race!
他們進到她那裡,都一齊稱頌她,對她說:「你是耶路撒冷的高舉!你是以色列極大的榮耀!你是我們族類極大的誇耀!
15:10
ἐποίησας ταῦτα πάντα ἐν χειρί σου ἐποίησας τὰ ἀγαθὰ μετὰ Ισραηλ καὶ εὐδόκησεν ἐπ’ αὐτοῖς ὁ θεός εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον καὶ εἶπεν πᾶς ὁ λαός γένοιτο
You have done all these things by your hand. You have done with Israel the things that are good, and God is pleased with it. Blessed be you with the Almighty Lord for evermore.” And all the people said, “Amen!”
你親手成就了這一切,你向以色列行了美事,神也喜悅它。願你在全能之主耶和華面前永遠蒙福。」眾民都說:「阿們!」
15:11
καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ’ ἡμέρας τριάκοντα καὶ ἔδωκαν τῇ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ’ αὐτῶν
And the people plundered the camp for the space of thirty days: and they gave Holofernes’ tent to Judith, along with all his silver cups, his beds, his bowls, and all his furniture. She took them, and placed them on her mule, and prepared her wagons, and heaped them on it.
眾民擄掠那營三十天;他們把何樂弗尼的帳棚、一切銀器、牀榻、盆碗和他一切的器具都給了猶滴。猶滴接過來,馱在她的騾子上,套上她的車輛,把這些都堆在車上。
15:12
καὶ συνέδραμεν πᾶσα γυνὴ Ισραηλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ’ αὐτῆς
And all the women of Israel ran together to see her; and they blessed her, and made a dance among them for her. She took branches in her hand, and distributed them to the women who were with her.
以色列一切的婦女都跑來看她,稱頌她,在她們中間為她舞蹈。她手裡拿著枝葉,分給跟隨她的婦女。
15:13
καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὐτὴ καὶ αἱ μετ’ αὐτῆς καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν καὶ ἠκολούθει πᾶς ἀνὴρ Ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τῷ στόματι αὐτῶν
The they made themselves garlands of olive, she and those who were with her, and she went before all the people in the dance, leading all the women. All the men of Israel followed in their armor with garlands, and with songs in their mouths.
她和跟隨她的婦女都用橄欖枝編作花冠,她在眾民之先舞蹈引路,作一切婦女的領隊;以色列的眾男丁都全副武裝,戴著花冠跟隨在後,口中歌唱。
15:14
καὶ ἐξῆρχεν Ιουδιθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ισραηλ καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην
And Judith began this thanksgiving in all Israel, and all the people sang aloud this praise.
猶滴就在全以色列中領唱這感謝之歌,眾民也高聲和應這讚美之歌。