📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek New Testament › Acts

Acts 9

Greek original · 43 verses · tap any word for lemma, parsing and meaning

← ch. 8ch. 10 →
📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Ge'ez Bible)
9:1
δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
But Saul, still breathing threats and slaughter against the disciples of the Lord, went to the high priest
掃羅仍然向主的門徒口吐威嚇凶煞的話,去見大祭司,
9:2
ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἄν τινας εὕρῃ ὄντας τῆς ὁδοῦ, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
and asked for letters from him to the synagogues of Damascus, that if he found any who were of the Way, whether men or women, he might bring them bound to Jerusalem.
求文書給大馬士革的各會堂,若是找着信奉這道的人,無論男女,都准他捆綁帶到耶路撒冷。
9:3
ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
As he traveled, he got close to Damascus, and suddenly a light from the sky shone around him.
掃羅行路,將到大馬士革,忽然從天上發光,四面照着他;
9:4
καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ Σαούλ, τί με διώκεις;
He fell on the earth, and heard a voice saying to him, “Saul, Saul, why do you persecute me?”
他就仆倒在地,聽見有聲音對他說:「掃羅!掃羅!你為甚麼逼迫我?」
9:5
εἶπεν δέ· τίς εἶ, κύριε; δέ· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
He said, “Who are you, Lord?” The Lord said, “I am Jesus, whom you are persecuting.
他說:「主啊!你是誰?」主說:「我就是你所逼迫的耶穌。
9:6
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν.
But rise up and enter into the city, then you will be told what you must do.”
起來!進城去,你所當做的事,必有人告訴你。」
9:7
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
The men who traveled with him stood speechless, hearing the sound, but seeing no one.
同行的人站在那裏,說不出話來,聽見聲音,卻看不見人。
9:8
ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἠνοιγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
Saul arose from the ground, and when his eyes were opened, he saw no one. They led him by the hand and brought him into Damascus.
掃羅從地上起來,睜開眼睛,竟不能看見甚麼。有人拉他的手,領他進了大馬士革;
9:9
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
He was without sight for three days, and neither ate nor drank.
三日不能看見,也不吃也不喝。
9:10
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι κύριος· Ἀνανία. δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε.
Now there was a certain disciple at Damascus named Ananias. The Lord said to him in a vision, “Ananias!” He said, “Behold, it’s me, Lord.”
當下,在大馬士革有一個門徒,名叫亞拿尼亞。主在異象中對他說:「亞拿尼亞。」他說:「主,我在這裏。」
9:11
δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
The Lord said to him, “Arise and go to the street which is called Straight, and inquire in the house of Judah for one named Saul, a man of Tarsus. For behold, he is praying,
主對他說:「起來!往直街去,在猶大的家裏,訪問一個大數人,名叫掃羅。他正禱告,
9:12
καὶ εἶδεν ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ.
and in a vision he has seen a man named Ananias coming in and laying his hands on him, that he might receive his sight.”
又看見了一個人,名叫亞拿尼亞,進來按手在他身上,叫他能看見。」
9:13
ἀπεκρίθη δὲ Ἀνανίας· κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἱερουσαλήμ·
But Ananias answered, “Lord, I have heard from many about this man, how much evil he did to your saints at Jerusalem.
亞拿尼亞回答說:「主啊,我聽見許多人說,這人怎樣在耶路撒冷多多苦害你的聖徒,
9:14
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
Here he has authority from the chief priests to bind all who call on your name.”
並且他在這裏有從祭司長得來的權柄捆綁一切求告你名的人。」
9:15
εἶπεν δὲ πρὸς αὐτὸν κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
But the Lord said to him, “Go your way, for he is my chosen vessel to bear my name before the nations and kings, and the children of Israel.
主對亞拿尼亞說:「你只管去!他是我所揀選的器皿,要在外邦人和君王,並以色列人面前宣揚我的名。
9:16
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
For I will show him how many things he must suffer for my name’s sake.”
我也要指示他,為我的名必須受許多的苦難。」
9:17
Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὀφθείς σοι ἐν τῇ ὁδῷ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
Ananias departed and entered into the house. Laying his hands on him, he said, “Brother Saul, the Lord, who appeared to you on the road by which you came, has sent me that you may receive your sight and be filled with the Holy Spirit.”
亞拿尼亞就去了,進入那家,把手按在掃羅身上,說:「兄弟掃羅,在你來的路上向你顯現的主,就是耶穌,打發我來,叫你能看見,又被聖靈充滿。」
9:18
καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,
Immediately something like scales fell from his eyes, and he received his sight. He arose and was baptized.
掃羅的眼睛上,好像有鱗立刻掉下來,他就能看見。於是起來受了洗;
9:19
καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς,
He took food and was strengthened. Saul stayed several days with the disciples who were at Damascus.
吃過飯就健壯了。 掃羅在大馬士革傳道 掃羅和大馬士革的門徒同住了些日子,
9:20
καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ.
Immediately in the synagogues he proclaimed the Christ, that he is the Son of God.
就在各會堂裏宣傳耶穌,說他是上帝的兒子。
9:21
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν πορθήσας εἰς Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
All who heard him were amazed, and said, “Isn’t this he who in Jerusalem made havoc of those who called on this name? And he had come here intending to bring them bound before the chief priests!”
凡聽見的人都驚奇,說:「在耶路撒冷殘害求告這名的,不是這人嗎?並且他到這裏來,特要捆綁他們,帶到祭司長那裏。」
9:22
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν Χριστός.
But Saul increased more in strength, and confounded the Jews who lived at Damascus, proving that this is the Christ.
但掃羅越發有能力,駁倒住大馬士革的猶太人,證明耶穌是基督。
9:23
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
When many days were fulfilled, the Jews conspired together to kill him,
過了好些日子,猶太人商議要殺掃羅,
9:24
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
but their plot became known to Saul. They watched the gates both day and night that they might kill him,
但他們的計謀被掃羅知道了。他們又晝夜在城門守候,要殺他。
9:25
λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
but his disciples took him by night and let him down through the wall, lowering him in a basket.
他的門徒就在夜間用筐子把他從城牆上縋下去。
9:26
Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
When Saul had come to Jerusalem, he tried to join himself to the disciples; but they were all afraid of him, not believing that he was a disciple.
掃羅到了耶路撒冷,想與門徒結交,他們卻都怕他,不信他是門徒。
9:27
Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ.
But Barnabas took him and brought him to the apostles, and declared to them how he had seen the Lord on the way, and that he had spoken to him, and how at Damascus he had preached boldly in the name of Jesus.
惟有巴拿巴接待他,領去見使徒,把他在路上怎麼看見主,主怎麼向他說話,他在大馬士革怎麼奉耶穌的名放膽傳道,都述說出來。
9:28
καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἱερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,
He was with them entering into Jerusalem,
於是掃羅在耶路撒冷和門徒出入來往,
9:29
ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
preaching boldly in the name of the Lord Jesus. He spoke and disputed against the Hellenists, but they were seeking to kill him.
奉主的名放膽傳道,並與說希臘話的猶太人講論辯駁;他們卻想法子要殺他。
9:30
ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάριαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
When the brothers knew it, they brought him down to Caesarea and sent him off to Tarsus.
弟兄們知道了就送他下凱撒利亞,打發他往大數去。
9:31
μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρίας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
So the assemblies throughout all Judea, Galilee, and Samaria had peace and were built up. They were multiplied, walking in the fear of the Lord and in the comfort of the Holy Spirit.
那時,猶太、加利利、撒馬利亞各處的教會都得平安,被建立;凡事敬畏主,蒙聖靈的安慰,人數就增多了。
9:32
ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
As Peter went throughout all those parts, he came down also to the saints who lived at Lydda.
彼得周流四方的時候,也到了居住呂大的聖徒那裏;
9:33
εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
There he found a certain man named Aeneas, who had been bedridden for eight years because he was paralyzed.
遇見一個人,名叫以尼雅,得了癱瘓,在褥子上躺臥八年。
9:34
καὶ εἶπεν αὐτῷ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.
Peter said to him, “Aeneas, Jesus Christ heals you. Get up and make your bed!” Immediately he arose.
彼得對他說:「以尼雅,耶穌基督醫好你了, 起來!收拾你的褥子。」他就立刻起來了。
9:35
καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
All who lived at Lydda and in Sharon saw him, and they turned to the Lord.
凡住呂大和沙崙的人都看見了他,就歸服主。
9:36
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
Now there was at Joppa a certain disciple named Tabitha, which when translated means Dorcas. This woman was full of good works and acts of mercy which she did.
在約帕有一個女徒,名叫大比大,翻希臘話就是多加 ;她廣行善事,多施賙濟。
9:37
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ.
In those days, she became sick and died. When they had washed her, they laid her in an upper room.
當時,她患病而死,有人把她洗了,停在樓上。
9:38
ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.
As Lydda was near Joppa, the disciples, hearing that Peter was there, sent two men to him, imploring him not to delay in coming to them.
呂大原與約帕相近;門徒聽見彼得在那裏,就打發兩個人去見他,央求他說:「快到我們那裏去,不要耽延。」
9:39
ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα Δορκάς.
Peter got up and went with them. When he had come, they brought him into the upper room. All the widows stood by him weeping, and showing the tunics and other garments which Dorcas had made while she was with them.
彼得就起身和他們同去;到了,便有人領他上樓。眾寡婦都站在彼得旁邊哭,拿多加與她們同在時所做的裏衣外衣給他看。
9:40
ἐκβαλὼν δὲ ἔξω πάντας Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, Ταβιθά, ἀνάστηθι. δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
Peter sent them all out, and knelt down and prayed. Turning to the body, he said, “Tabitha, get up!” She opened her eyes, and when she saw Peter, she sat up.
彼得叫她們都出去,就跪下禱告,轉身對着死人說:「大比大,起來!」她就睜開眼睛,見了彼得,便坐起來。
9:41
δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
He gave her his hand and raised her up. Calling the saints and widows, he presented her alive.
彼得伸手扶她起來,叫眾聖徒和寡婦進去,把多加活活地交給他們。
9:42
γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
This became known throughout all Joppa, and many believed in the Lord.
這事傳遍了約帕,就有許多人信了主。
9:43
ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
He stayed many days in Joppa with a tanner named Simon.
此後,彼得在約帕一個硝皮匠西門的家裏住了多日。
← ch. 8ch. 10 →
12345678910111213141516171819202122232425262728