📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Church History I

Eusebius

Church History I 2

Greek original · 27 verses · some words can be tapped for a gloss

← ch. 1ch. 3 →
2:1
Διττοῦ δὲ ὄντος τοῦ κατ᾿ αὐτὸν τρόπου, καὶ τοῦ μὲν σώματος ἐοικότος κεφαλῇ, θεὸς ἐπινοεῖται, τοῦ δὲ ποσὶ παραβαλλομένου, τὸν ἐν ἡμῖν ἄνθρωπον ὁμοιοπαθῆ τῆς ἡμῶν αὐτῶν ἕνεκεν ὑπέδυ σωτηρίας, γένοιτ᾿ ἂν ἡμῖν ἐντεῦθεν ἐντελὴς τῶν ἀκολούθων ὑπόθεσις, εἰ τῆς κατ᾿ αὐτὸν ἱστορίας ἁπάσης ἀπὸ τῶν κεφαλαιωδεστάτων καὶ κυριωτάτων τοῦ λόγου τὴν ὑφήγησιν ποιησαίμεθα. ταύτῃ δὲ ἤδη καὶ τῆς Χριστιανῶν ἀρχαιότητος τὸ παλαιὸν ὁμοῦ καὶ θεοπρεπὲς τοῖς νέαν αὐτὴν καὶ ἐκτετοπισμένην, χθὲς καὶ οὐ πρότερον φανεῖσαν ὑπολαμβάνουσιν ἀναδειχθήσεται.
Now since his nature was twofold—on the one hand like the head of a body, in that he is conceived as God, on the other comparable to the feet, in that for the sake of our own salvation he put on man, subject to like passions with us—the account of what follows will be complete for us if we make the narrative of his whole history begin from the most capital and dominant points of the discussion. By this means, moreover, the antiquity and the divine character of the Christian religion will be demonstrated to those who suppose it to be recent and foreign, appearing yesterday and not before.
既然他的本性是雙重的——一方面如同身體的頭,因他被體認為神;另一方面又可比作足,因他為了我們自己的救恩,披上了與我們同有情慾的人——那麼,若我們使關乎他全部歷史的敘述,從討論中最首要、最統攝的要點起始,那接下來的敘述就為我們齊備了。並且藉此,那些以為基督信仰是新近、是外來、是昨日纔出現而非在此之前的人,便必看見基督信仰的古老與神聖。
2:2
Γένους μὲν οὖν καὶ ἀξίας, αὐτῆς τε οὐσίας τῆς τοῦ Χριστοῦ καὶ φύσεως οὔτις ἂν εἰς ἔκφρασιν αὐτάρκης γένοιτο λόγος. καὶ τὸ πνεῦμα τὸ θεῖον ἐν προφητείαις τὴν γενεὰν αὐτοῦ φησὶ τίς διηγήσεται ; ὅτι δὴ οὔτε τὸν πατέρα τις ἔγνω, εἰ μὴ υἱὸς , οὔτ αὖ τὸν υἱόν τις γνοίη ποτὲ κατ ἀξίαν , εἰ μὴ μόνος γεννήσας αὐτὸν πατήρ.
Of the origin and worth, of the very being and nature of Christ, no discourse could be sufficient for an account; wherefore also the divine Spirit says in the prophecies, 「Who shall declare his generation?」 For neither has any known the Father, save the Son, nor again could any ever worthily know the Son, save only the Father who begat him.
關乎基督的出身與尊榮,關乎他本體的實質與本性,沒有任何言語足以表達;因此神聖的靈也在許多預言中說:「誰能述說他的世代呢?」因為除了子,沒有人認識父;除了那生他的父,也從沒有人能配得地認識子。
2:3
τό τε φῶς τὸ προκόσμιον καὶ τὴν πρὸ αἰώνων νοερὰν καὶ οὐσιώδη σοφίαν , τόν τε ζῶντα καὶ ἐν ἀρχῇ παρὰ τῷ πατρὶ τυγχάνοντα θεὸν λόγον τίς ἂν πλὴν τοῦ πατρὸς καθαρῶς ἐννοήσειε, πρὸ πάσης κτίσεως καὶ δημιουργίας ὁρωμένης τε καὶ ἀοράτου τὸ πρῶτον καὶ μόνον τοὐ θεοῦ γέννημα, τὸν τῆς κατ οὐρανὸν λογικῆς καὶ ἀθανάτου στρατιὰς ἀρχιστράτηγον, τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν τῆς ἀρρήτου γνώμης τοῦ πατρὸς ὑπουργὸν , τὸν τῶν ἀπάντων σὺν τῷ πατρὶ δημιουργὸν, τὸν δεύτερον μετὰ τὸν πατέρα τῶν ὅλων αἴτιον, τὸν τοῦ θεοῦ παῖδα γνήσιον καὶ μονογενῆ , τὸν τῶν γεννητῶν ἁπάντων κύριον καὶ θεὸν καὶ βασιλέα, τὸν τὸ κῦρος ὁμοῦ καὶ τὸ κράτος αὐτῇ θεότητι καὶ δυνάμει καὶ τιμῇ παρὰ τοῦ πατρὸς ὑποδεδεγμένον, ὅτι δὴ κατὰ τὰς περὶ αὐτοῦ μυστικὰς τῶν γραφῶν θεολογίας ἐν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν λόγος· πάντα δι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
And the pre-mundane light, and the intellectual and substantial Wisdom that was before the ages, and the living Logos who is God, existing in the beginning with the Father—who, save the Father, could clearly conceive him? Before all creation and fashioning, both visible and invisible, he is the first and only offspring of God, the commander-in-chief of the rational and immortal host of heaven, the angel of great counsel, the minister of the Father's ineffable purpose, the fashioner of all things together with the Father, the second cause of the universe after the Father, the genuine and only-begotten Son of God, the Lord and God and King of all begotten things, who has received from the Father lordship together with might, with very deity, with power and honour—since, according to the mystic theologies concerning him in the Scriptures, 「In the beginning was the Logos, and the Logos was with God, and the Logos was God; all things were made through him, and without him was made not one thing.」
那先於世界的光,那先於萬世、屬於理智而有實體的智慧,那在太初與父同在、生活著的神之道——除了父,誰能清晰地體認他呢?在一切有形無形的受造物與創造之先,他是神的頭一位且唯一的生者,是天上那理性而不朽之軍旅的元帥,是那大謀略的使者,是父那不可言喻之意旨的執行者,是與父同創造萬有的者,是萬有中次於父的原因,是神那真實而獨生的子,是一切受造之物的主、神與王,是那從父領受了主權連同威能、連同神性本身、能力與尊榮的一位——因為按聖經中關乎他的奧祕神學:「太初有道,道與神同在,道就是神;萬物都是藉著他造的,凡被造的,沒有一樣不是藉著他造的。」
2:4
τοῦτό τοι καὶ μέγας Μωυσῆς, ὡσὰν προφητῶν ἁπάντων παλαί τατὸς, θείῳ πνεύματι τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ διακόσμησιν ὑπογράφων, τὸν κοσμοποιὸν καὶ δημιουργὸν τῶν ὅλων αὐτῷ δὴ τῷ Χριστῷ , καὶ οὐδὲ ἄλλῳ τῷ θείῳ δηλαδὴ καὶ πρωτογόνῳ ἑαυτοῦ λόγῳ τὴν τῶν ὑποβεβηκότων ποίησιν παραχωροῦντα διδάσκει, αὐτῷ τε κοινολογούμενον ἐπὶ τῆς ἀνθρωπογονίας. εἷπε γάρ φησὶν θεὸς, ποιήσωμεν ἂνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ ὁμοίωσιν.
This indeed the great Moses also teaches, as the most ancient of all the prophets, when by the divine Spirit he describes the coming-into-being and ordering of the universe: that the Maker and Fashioner of all things yielded to none other than the Christ himself, namely to his own divine and first-begotten Logos, the making of subordinate things, and took counsel with him concerning the creation of man. For 「God said,」 he says, 「Let us make man according to our image and according to our likeness.」
這事實,那為一切先知中最古老的偉大摩西也同樣教導;他藉神聖的靈描述萬有的生成與排定時,說:那創造並塑造萬物的主,將造那些低層之物的工作,交付給別人,唯交付基督本身,即他自己那神聖而首生的道,並與他商議人的受造。因為他說:「神說,我們要照著我們的形像、按著我們的樣式造人。」
2:5
ταύτην δὲ ἐγγυᾶται τὴν φωνὴν προφητῶν ἄλλος, ὧδέ πως ἐν ὕμνοις θεολογῶν αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, τὸν μὲν πατέρα καὶ ποιητὴν εἰσάγων ὡσὰν πανηγεμόνα βασιλικῷ νεύματι προστάττοντα , τὸν δὲ τούτῳ δευτερεύοντα θεῖον λόγον, οὐχ ἕτερον τοῦ πρὸς ἡμῶν κηρυττομένου, ταῖς πατρικαῖς ἐπιτάξεσιν ὑπουργοῦντα.
And another of the prophets confirms this saying, theologizing somewhere in hymns thus: 「He spake, and they were begotten; he commanded, and they were created」—introducing the Father and Maker as universal sovereign, who commands with a royal nod, and the divine Logos who is second to him—none other than the one proclaimed by us—as ministering to the Father's commands.
又有另一位先知為這話作證,在詩歌中某處這樣陳述神學:「他說有,就都生成;他命立,就都造成。」他以父及造物主為那統管萬有的君王,以帝王的點首發令;又以那次於他的神聖之道——正是我們所宣揚的那位——為那遵行父命的使者。
2:6
τοῦτον καὶ ἀπὸ πρώτης ἀνθρωπογονίας πάντες, ὅσοι δὴ δικαιοσύνῃ καὶ θεοσεβείας ἀρετῇ διαπρέψαι λέγονται, ἀμφί τε τὸν μέγαν θεράποντα Μωυσέα, καὶ πρό γε αὐτοῦ πρῶτος Αβραὰμ, τούτου τε οἶ παῖδες καὶ ὅσοι μετέπειτα δίκαιοι πεφήνασι καὶ προφῆται, καθαροῖς διανοίας ὄμμασι φαντασθέντες ἔγνωσάν τε καὶ οἷα θεοῦ παιδὶ τὸ προσῆκον ἀπένειμαν σέβας.
Him also, from the first generation of mankind, all who are said to have been pre-eminent in righteousness and in the virtue of piety—Moses the great servant and his company, and before him Abraham the first, and Abraham's children, and as many righteous men and prophets as appeared thereafter—beholding him with the pure eyes of the mind, recognized him and rendered to him the reverence due to a child of God.
他,也就是從人類頭一代起,凡據說在公義與敬虔之德上卓越的人——那偉大的僕人摩西及其同伴,以及在他之先為首的亞伯拉罕及亞伯拉罕的子孫,還有此後顯現的眾多義人與先知——都以心靈潔淨的眼目望見他,認出了他,並將屬於神之子的崇敬獻給了他。
2:7
αὐτὸς δὲ οὐδαμῶς ἀπορρᾳθυμῶν τῆς τοῦ πατρὸς εὐσεβείας διδάσκαλος τοῖς πᾶσι τῆς πατρικῆς καθίστατο γνώσεως. ὦφθαι γοῦν κύριος θεὸς ἀνείρηται οἷά τις κοινὸς ἄνθρωπος τῷ Αβραὰμ καθημένῳ παρὰ τὴν δρῦν τὴν Μαμβρῆ. δ ὑποπεσὼν αὐτίκα, καίτοι γε ἄνθρωπον ὀφθαλμοῖς ὁρῶν, προσκυνεῖ μὲν ὡς θεὸν, ἱκετεύει δὲ ὡς κύριον, ὁμολογεῖ τε μὴ ἀγνοεῖν ὅστις εἴη, ῥήμασιν αὐτοῖς λέγων κύριε κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν ;
And he himself, never wearying in his devotion to the Father, was established as the teacher of the knowledge of the Father to all men. At all events, 「the Lord God」 is said to have appeared, as an ordinary man, to Abraham as he sat by the oak of Mamre. And Abraham, falling down at once—though with his eyes he saw a man—worshipped him as God, besought him as Lord, and confessed that he was not ignorant who he was, saying in these very words, 「O Lord, that judgest all the earth, wilt thou not do judgement?」
而他本身從不在對父的敬虔上懈怠,他被立為向眾人傳授認識父之道的老師。至少據記載,「主神」曾以一個平常人的樣式,顯現給那坐在幔利橡樹旁的亞伯拉罕。亞伯拉罕雖然用眼看見的是一個人,卻立即俯伏下拜,如拜神般崇拜他,如求主般懇求他,並承認自己並非不知他是誰,說了這樣的話:「審判全地的主啊,難道你不行公義麼?」
2:8
εἰ γὰρ μηδεὶς ἐπιτρέποι λόγος τὴν ἀγέννητον καὶ ἄτρεπτον οὐσίαν θεοῦ τοῦ παντοκράτορος εἰς ἀνδρὸς εἶδος μεταβάλλειν , μηδ αὖ γεννητοῦ μηδενὸς φαντασίᾳ τὰς τῶν ὁρώντων ὄψεις ἐξαπατᾶν, μηδὲ μὴν ψευδῶς τὰ τοιαῦτα πλάττεσθαι τὴν γραφὴν, θεὸς καὶ κύριος κρίνων πᾶσαν τὴν γῆν καὶ ποιῶν κρίσιν ἐν ἀνθρώπου ὁρώμενος σχήματι, τίς ἂν ἕτερος ἀναγορεύοιτο, εἰ μὴ φάναι θέμις τὸ πρῶτον τῶν ὅλων αἴτιον , μόνος προὼν αὐτοῦ λόγος; περὶ οὗ καὶ ἐν ψαλμοῖς ἀνείρηται ἀπέστειλε τὸν λόγον αὑτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.
For if no reasoning could permit that the uncreated and unchangeable substance of Almighty God should be transformed into the form of a man, nor again that it should deceive the eyes of beholders by the phantom of any created thing, nor yet that the Scripture should falsely fabricate such things—then who else could be proclaimed as God and Lord, judging all the earth and doing judgement, appearing in the form of a man, if it is not lawful to call him the first cause of the universe, save his pre-existent Logos alone? Concerning whom it is also said in the Psalms, 「He sent forth his Logos, and healed them, and delivered them from their corruptions.」
因為若沒有任何道理允許那全能神那非受造、不變的實體變化為人的形體,也不允許他以任何受造物的幻象欺騙觀看者的眼目,更不允許聖經虛構出這樣的事,那麼,那以人的形體顯現、審判全地並行公義的神與主,若不可稱他為萬有的首因,除了他那先存的道以外,還能被稱為誰呢?關乎他,詩篇中也說:「他發出他的道,醫治了他們,拯救他們脫離毀壞。」
2:9
τοῦτον δεύτερον μετὰ τὸν πατέρα κύριον σαφέστατα Μωυσῆς ἀναγορεύει λέγων ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου. τοῦτον καὶ τῷ Ἰακὼβ αὖθις ἐν ἀνδρὸς φανέντα σχήματι θεὸν θεία προσαγορεύει γραφὴ , φάσκοντα τῷ Ἰακὼβ οὺκέτι κληθήσεται τὸ ὂνομά σου Ἰακὼβ ἀλλ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ. ὅτε καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεοῦ , λέγων εἶδον γὰρ τὸν θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ψυχή μου.
Moses most clearly proclaims him as second Lord after the Father, when he says, 「The Lord rained upon Sodom and Gomorrah brimstone and fire from the Lord.」 Him too the divine Scripture calls God when he appeared again to Jacob in the form of a man, saying to Jacob, 「Thy name shall no more be called Jacob, but Israel shall be thy name, because thou hast prevailed with God.」 And then 「Jacob called the name of that place the Form of God, saying, For I saw God face to face, and my soul was saved.」
摩西最為明白地宣告他為次於父的第二主,說:「主從主那裡將硫磺與火降在所多瑪和蝲摩拉。」當他又以人的形體顯現給雅各時,神聖的聖經也稱他為神,對雅各說:「你的名不要再叫雅各,要叫以色列,因為你與神較力,得了勝。」那時,「雅各給那地方起名叫神之形象,說:我面對面見了神,我的性命仍得保全。」
2:10
καὶ μὴν οὐδ ὑποβεβηκότων ἀγγέλων καὶ λειτουργῶν θεοῦ τὰς ἀναγραφείσας θεοφανείας ὑπονοεῖν θέμις, ἐπεὶ καὶ τούτων ὅταν τις ἀνθρώποις παραφαίνηται, οὐκ ἐπικρύπτεται γραφὴ, ὀνομαστὶ οὐ θεὸν, οὐδὲ μὴν κύριον, ἀλλ ἀγγέλους χρηματίσαι λέγουσα, ὡς διὰ μυρίων μαρτυριῶν πιστώσασθαι ῥᾴδιον.
And indeed it is not lawful to suppose that the recorded theophanies were appearances of subordinate angels and ministers of God; for whenever one of these appears to men, the Scripture does not conceal it, but says by name that they were called angels—not God, nor yet Lord—as it is easy to prove by countless testimonies.
並且,將所記載的這些神顯認作那些低層天使與神之僕役的顯現,也是不合宜的;因為每當其中之一向人顯現時,聖經並不隱瞞,乃指名說他們被稱為天使——不是神,也不是主——這由無數的見證便不難確證。
2:11
τοῦτον καὶ Μωυσέως διάδοχος Ἰησοῦς ὡσὰν τῶν οὐρανίων ἀγγέλων καὶ ἀρχαγγέλων τῶν τε ὑπερκοσμίων δυνάμεων ἡγούμενον, καὶ ὡσανεὶ τοῦ πατρὸς ὓπαρχον, τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας τε καὶ ἀρχῆς ἐμπεπιστευμένον, ἀρχιστράτηγον δυνάμεως κυρίου ὀνομάζει, οὐκ ἄλλως αὐτὸν αὖθις ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι θεωρήσας.
Him too Joshua the successor of Moses names 「the commander-in-chief of the power of the Lord」—as the leader of the heavenly angels and archangels and the supercosmic powers, and as it were the lieutenant of the Father, entrusted with the second rank of the kingship and rule over all—though Joshua too beheld him in no other guise than the form and shape of a man.
摩西的繼承人約書亞也稱他為「主軍隊的元帥」——以他為天上眾天使、眾天使長並超宇宙諸權能的首領,又如同父的副帥,受託掌管那統管萬有之國度與治權中的第二位——儘管約書亞所見的他,也不過是人的形體與樣式。
2:12
γέγραπται γοῦν καὶ ἐγενήθη, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ῥομφαία ἐσπασμένη ἐν Γῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς εἶπεν, ἡμέτερος εἶ τῶν ὑπεναντίων; καὶ εἶπεν αὐῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ ; καὶ εἶπεν ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν, λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· γὰρ τόπος, ἐν σὺ ἕστηκας, τόπος ἅγιός ἐστιν.
At any rate it is written: 「And it came to pass, while Joshua was in Jericho, that he looked up and saw a man standing over against him, and his sword was drawn in his hand; and Joshua went to him and said, Art thou for us or for our adversaries? And he said to him, As commander-in-chief of the power of the Lord am I now come. And Joshua fell on his face to the earth and said to him, Master, what dost thou command thy servant? And the commander-in-chief of the Lord said to Joshua, Loose thy sandal from off thy feet; for the place whereon thou standest is a holy place.」
至少經上記著說:「約書亞在耶利哥的時候,舉目觀看,見有一人站在他對面,手裡有拔出來的刀;約書亞到他那裡,說:你是幫助我們呢,還是幫助我們的敵人呢?他說:我現在來,是作主軍隊的元帥。約書亞就臉伏於地下拜,對他說:主啊,你吩咐僕人甚麼呢?主軍隊的元帥對約書亞說:把你腳上的鞋脫下來,因為你所站的地方是聖的。」
2:13
ἔνθα καὶ ἐπιστήσεις ἀπὸ τῶν αὐτῶν ῥημάτων ὅτι μὴ ἕτερος οὗτος εἴη τοῦ καὶ Μωυσεῖ κεχρηματικότος, ὅτι δὴ αὐτοῖς ῥήμασι καὶ ἐπὶ τῷδέ φησιν γραφή ὡς δὲ εἶδε κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων , Μωυσῆ Μωυσῆ· δὲ εἶπε τί ἐστι; καὶ εἶπε, μὴ έγγίσῃς ὡδε· λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· γὰρ τόπος, ἐν σὺ ἕστηκας ἐπ αὐτοῦ, γῆ ἁγία ἐστί. καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι θεὸς τῶν πατέρων σου, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ.
Here too you will note from the very words that this is none other than he who also spoke to Moses; for in his case also the Scripture uses these very same words, saying: 「But when the Lord saw that he drew near to look, the Lord called to him out of the bush, saying, Moses, Moses. And he said, What is it? And he said, Draw not near hither; loose thy sandal from off thy feet; for the place whereon thou standest is holy ground. And he said to him, I am the God of thy fathers, the God of Abraham, and the God of Isaac, and the God of Jacob.」
在此,你也要從這些話語本身留意到:這位與那曾向摩西說話的,並非另一位;因為論到摩西的情形,聖經也用了同樣的話,說:「主見他過去要看,神就從荊棘裡呼叫他說:摩西,摩西。他說:甚麼事呢?神說:不要近前來;把你腳上的鞋脫下來,因為你所站的地方是聖地。又對他說:我是你父親的神,是亞伯拉罕的神、以撒的神、雅各的神。」
2:14
κὼ ὅτι γέ ἐστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα, τῷ πατρὶ καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν ἁπάντων δημιουργίαν ὑπηρετησαμένη, λόγος θεοῦ καὶ σοφία χρηματίζουσα, πρὸς ταῖς τεθειμέναις ἀποδείξεσιν ἔτι καἲ αὐτῆς ἐξ ἰδίου προσώπου τῆς σοφίας ἐπακοῦσαι πάρεστι, διὰ Σθλομῶνος λευκότατα ὧδέ πως τὰ περὶ ἑαυτῆς μυσταγωγούσης ἐγὼ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν , καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην · δι ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι ἐμοῦ κρατοῦσι γῆς.
And that there is a certain pre-mundane being, living and subsisting, who ministered to the Father and God of the universe for the fashioning of all created things, being entitled the Logos of God and Wisdom—besides the proofs already set down, one may further hear it from the very person of Wisdom herself, who through Solomon most plainly initiates us into the mysteries concerning herself somewhat thus: 「I, Wisdom, made counsel my dwelling, and I called upon knowledge and understanding. By me kings reign, and rulers decree justice; by me great men are magnified, and by me sovereigns hold the earth.」
至於那確有一位先於世界、活著而自存的存有,他為萬有的父和神效勞,成就一切受造之物的創造,被稱為神的道與智慧——除了前面已陳明的證據以外,人還可從智慧本身的位格親聞此事;她藉所羅門極其明白地,將關乎自己的奧祕約略如此啟示:「我智慧以智謀為居所,又尋得知識和謀略。帝王藉我坐國位,君王藉我定公平;首領藉我尊大,世上一切的審判官都是藉我掌權。」
2:15
οἷς ἐπιλέγει κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ , πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ποροελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. ἡνίκα ἡτοίμαξε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ , καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ οὐρανὸν, ἥμην παρ αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην προσέχαιρε, καθ ἡμέραν δὲ ηὐφραινόμην ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην
To which she adds: 「The Lord created me the beginning of his ways for his works; before the age he founded me, in the beginning, before he made the earth, before the springs of waters came forth, before the mountains were settled, and before all the hills he begat me. When he prepared the heaven, I was present with him; and when he made secure the springs under heaven, I was beside him, ordering them. I was she in whom he delighted; and day by day I rejoiced before him at every season, when he rejoiced over the inhabited world.」
她又接著說:「在主造化的起頭,在太初創造萬物之先,就有了我。從亙古,從太初,未有大地以前,我已被立。沒有深淵,沒有大水的泉源,我已生出。大山未曾奠定,小山未有之先,我已生出。他立高天,我在那裡;他在淵面的周圍劃出穹蒼,使天下的泉源穩固,那時我在他那裡為工師;我天天為他所喜悅,常常在他面前踴躍,因他所造的世界而歡欣。」
2:16
ὅτι μὲν οὖν προῆν, καὶ τισὶν εἰ καὶ μὴ τοῖς πᾶσιν θεῖος λόγος ἐπεφαίνετο , ταῦθ ἡμῖν ὡς ἐν βραχέσιν εἰρησθω.
That, then, the divine Logos pre-existed, and appeared to some, if not to all—let this much be said by us in brief.
那麼,這神聖的道是先存的,並向一些人——縱然不是向所有人——顯現了:關於這事,我們就簡略說到這裡。
2:17
Τί δὴ οὑν οὐχὶ καθάπερ τανῦν , καὶ πάλαι πρότερον εἰς πάντας ἀνθρώπους καὶ πᾶσιν ἔθνεσιν ἐκηρύττετο, ὧδε ἂν γένοιτο πρόδηλον. οὐκ ἦν π χωρεῖν οἶός τε τὴν τοῦ Χριστοῦ πάνσοφον καὶ πάνα ρετον διδασκαλίαν πάλαι τῶν ἄνθρωπον βίος.
Why, then, this proclamation was not made of old, long ago, to all men and to all nations, as it now is, may be made plain as follows. The life of men in old time was not capable of receiving the all-wise and all-virtuous teaching of Christ.
那麼,為何這宣告不像如今這樣,早在古時就向萬人、向萬民傳開,這緣由可如下說明。古時人的生活方式,原無法容受基督那全智全德的教訓。
2:18
εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ μετὰ τὴν πρώτην ἐν μακαρίοις ζωὴν πρῶτος ἄνθρωπος , ἧττον τῆς θείας ἐντολῆς φροντίσας, εἰς τουτονὶ τὸν θνητὸν καὶ ἐπίκηρον βίον καταπέπτωκε, καὶ τὴν ἐπάρατον ταυτηνὶ γῆν τῆς πάλαι ἐνθέου τρυφῆς ἀντικατηλλάξατο, οἵ τε ἀπὸ τούτου τὴν καθ ἡμὰς σύμπασαν πληρώσαντες, πολὺ χείρους ἀναφανέντες ἐκτὸς ἑνός που καὶ δευτέρου, θηριώδη τινὰ τρόπον καὶ βίον ἀβίωτον ἐπανῄρηντο·
For straightway in the beginning, after that first life in blessedness, the first man, taking little thought of the divine commandment, fell down into this mortal and perishable life, and exchanged the former God-given delight for this accursed earth; and those who sprang from him and filled all our world showed themselves far worse—except perhaps one or two—and took up a brutish manner and an unliveable life.
因為在起頭,那頭一個人在福樂中度過最初的生命之後,竟立刻輕忽了神的誡命,墮入這必死、易朽的生命中,將從前那充滿神的安樂,換成了這被咒詛的土地;而那由他而出、充滿我們全世界的後人,除了一兩個之外,顯然遠為敗壞,採取了一種獸性的習俗與不堪度過的生活。
2:19
ἀλλὰ καὶ οὔτε πόλιν οὔτε πολιτείαν, οὐ τέχνας, οὐκ ἐπιστήμας ἐπὶ νοῦν ἐβάλλοντο, νόμων τε καὶ δικαιωμάτων καὶ προσέτι ἀρετῆς καὶ φιλοσοφίας οὐδὲ ὀνόματος μετεῖχον, νομάδες δὲ ἐπ ἐρημίαις οἶά τινες ἄγριοι καὶ ἀπηνεῖς διῆγον, τοὺς μὲν ἐκ φύσεως προσήκοντας λογισμοὺς, τά τε λογικὰ καὶ ἥμερα τῆς ἀνθρώπων ψυχῆς σπέρματα αὐτοπροαιρέτου κακίας ὑπερβολῇ διαφθείροντες, ἀνοσιουργίαις δὲ πάσαις ὅλους σφᾶς ἐκδεδωκότες, ὡς τοτὲ μὲν ἀνθρωποβορεῖν, τοτὲ δὲ ἀλληλοκτονεῖν, ἄλλοτε δὲ ἀνθρωποβορεῖν, θεομαχίας τε καὶ τὰς παρὰ τοῖς πᾶσι βοωμένας γιγαντομαχίας ἐπιτολμᾶν, καὶ γῆν μὲν ἐπιτειχίζειν οὐρανῷ διανοεῖσθαι, μανίᾳ δὲ φρονήματος ἐκτόπου αὐτὸν τὸν ἐπὶ πάντων θεὸν πολεμεῖν παρασκευάζεσθαι.
Nay more, they took no thought of city or polity, of arts or sciences; of laws and ordinances, and moreover of virtue and philosophy, they had not so much as the name; but they lived as nomads in the deserts, like wild and savage creatures. By an excess of self-chosen wickedness they destroyed the reasonings that belong to them by nature, and the rational and gentle seeds of the human soul; they gave themselves over wholly to every unholy deed, so that now they devoured one another as cannibals, now they slew one another, now again they ate human flesh; they dared wars against God and the battles of the giants famed among all; they took it into their minds to wall up the earth against heaven, and in the madness of a monstrous pride made ready to war against the very God who is over all.
不僅如此,他們不曾把城邑或邦國、技藝或學問放在心上;論到律法與典章,更有德行與哲學,他們連名稱都沒有;他們乃像野蠻兇暴的生物,在曠野中作遊牧。他們以自取的窮兇極惡,毀壞了那本性所賦的理智,和人類靈魂中理性而溫良的種子;他們將自己全然交給一切不虔不潔的行為,以致有時彼此相食如同食人者,有時彼此相殺,有時又吞喫人肉;他們膽敢與神爭戰,行那為眾人所傳揚的巨人之戰;他們起意要築起高地直抵諸天,並以乖戾心思的瘋狂,預備與那位在萬有之上的神爭戰。
2:20
ἐφ οἷς τοῦτον ἑαυτοὺς ἄγουσι τὸν τρόπον κατακλυσμοῖς αὐτοὺς καὶ πυρπολήσεσιν ὥσπερ ἀγρίαν ὕλην κατὰ πάσης τῆς γῆς κεχυμένην θεὸς πάντων ἔφορος μετῄει, λιμοῖς τε συνεχέσι καὶ λοιμοῖς, πολέμοις τε αὖ καὶ κεραυνόν βολαῖς ἄνωθεν αὐτοὺς υπετέμνετο, ὥσπερ τινὰ δεινὴν καὶ χαλεπωτάτην νόσον ψυχῶν πικροτέροις ἀνέχων τοῖς κολαστηρίοις.
While they led their life in this fashion, God, the overseer of all, pursued them with floods and conflagrations, as though they were a wild forest poured out over the whole earth; with continual famines and pestilences, and again with wars and with thunderbolts from on high he cut them down, holding back, as it were, some dreadful and most grievous disease of their souls by bitter chastisements.
當他們如此度日的時候,那監察萬有的神,便以洪水與烈火追討他們,如同對待那遍灑全地的野蠻荒林;又以接連不斷的饑荒與瘟疫,並以戰爭與從天而降的雷火,將他們翦除,仿彿以更苦烈的刑罰,遏止他們靈魂中那可怕而極其沉重的疾病。
2:21
τότε μὲν οὖν, ὅτε δὴ πολὺς ἦν ἐπικεχυμένος ὀλίγου δεῖν κατὰ πάντων τῆς κακίας κόρος, οἶα μέθης δεινῆς τὰς ἁπάντων σχεδὸν ἀνθρώπων ἐπισκιαζούσης καὶ ἐπισκοτούσης ψυχὰς , πρωτόγονος καὶ πρωτόκτιστος τοῦ θεοῦ σοφία καὶ αὐτὸς προὼν λόγος φιλανθρωπίας ὑπερβολῇ τοτὲ μὲν δι ὀπτασίας ἀγγέλων τοῖς ὑποβεβηκόσι , τοτὲ δὲ καὶ δι ἑαυτοῦ οἶα θεοῦ δύναμις σωτήριος ἐνί που καὶ δευτέρῳ τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, οὐκ ἄλλως δι ἀνθρώπου μορφῆς, ὅτι μηδ ἑτέρως ἦν δυνατὸν, αὐτοῖς ὑπεφαίνετο.
At that time, then, when the surfeit of wickedness had poured itself out upon well-nigh all, like a dread intoxication overshadowing and darkening the souls of almost all mankind, the first-begotten and first-created Wisdom of God, the pre-existent Logos himself, in the surpassing of his loving-kindness, showed himself to his subjects—at one time through visions of angels, at another in his own person, as a saving power of God, to one or another of the God-beloved men of old, yet in no other way than through the form of a man, since it was not possible otherwise.
那麼,在那時候,當惡貫幾乎滿盈於眾人,如同一場可怕的醉酒遮蔽並使幾乎全人類的靈魂昏暗之際,那神之首生、首造的智慧,那先存的道本身,便以他無比的仁愛,向他的子民顯現——有時藉天使的異象,有時親自作為神拯救的大能,向古時某一兩位蒙神所愛的人——卻無非藉著人的形體,因為別無他法可行。
2:22
ὡς δ ἤδη διὰ τούτων τὰ θεοσεβείας σπέρματα εἰς πλῆθος ἀνδρῶν καταβέβλητο, ὅλον τε τὸ ἔθνος ἐπὶ τῇ θεοσεβείᾳ προσανέχον ἀνέκαθεν ἐξ Ἑβραίων ὑπέστη τοῦτο, τούτοις μὲν ὡσανεὶ πλήθεσιν ἔτι ταῖς παλαιαῖς ἀγωγαῖς ἐκδεδιῃτημένοις διὰ τοῦ προφήτου Μωυσέως εἰκόνας καὶ σύμβολα σαββάτου τινὸς μυστικοῦ καὶ περιτομῆς , ἑτέρων τε νοητῶν θεωρημάτων εἰσαγωγὰς , ἀλλ οὐκ αὐτὰς ἐναργεῖς παρεδίδου τὰς μυσταγωγίας.
But when through these the seeds of true religion had been sown among a multitude of men, and a whole nation, devoted from of old to the worship of God, sprang up out of the Hebrews—to these, as to a multitude still bred up in the old ways of life, he handed on, through the prophet Moses, images and symbols of a certain mystic sabbath and of circumcision, and introductions to other spiritual contemplations, but not the clear initiations themselves.
但當藉著這些事,敬虔的種子已撒在眾人中間,並有一整個從亙古就一心歸向敬神的民族——即希伯來人——興起的時候,他便藉先知摩西,向他們——這些仍因襲古老生活方式的人——傳授了某種奧祕安息日與割禮的影像與表徵,並引介了其他屬靈的真理,卻沒有把那明晰的奧義本身交給他們。
2:23
ὡς δὲ τῆς παρὰ τούτοις νομοθεσίας βοωμένης, καὶ πνοῆς δίκην εὐώδους εἰς ἅπαντας ἀνθρώπους διαδιδομένης , ἤδη τότε ἐξ αὐτῶν καὶ τοῖς πλείοσι τῶν ἐθνῶν διὰ τῶν πανταχόσε νομοθετῶν τε καὶ φιλοσόφων ἡμέρωτο τὰ φρονήματα, τῆς ἀγρίας καὶ ἀπηνοῦς θηριωδίας ἐπὶ τὸ πρᾶον μεταβεβλημένης, ὡς καὶ εἰρήνην βαθεῖαν φιλίας τε καὶ ἐπιμιξίας πρὸς ἀλλήλους ἔχειν, τηνικαῦτα πᾶσι δὴ λοιπὸν ἀνθρώποις καὶ τοῖς ἀνὰ τὴν οἰκουμένην ἔθνεσιν, ὡσὰν προωφελημένοις καὶ ἤδη τυγχάνουσιν ἐπιτηδείοις πρὸς παραδοχὴν τῆς τοῦ πατρὸς γνώσεως, αὐτὸς δὴ πάλιν ἐκεῖνος τῶν ἀρρήτων διδάσκαλος , ἐν πᾶσιν ἀγαθοῖς τοῦ πατρὸς ὑπουργὸς , θεῖος καὶ οὐράνιος τοῦ θεοῦ λόγος , δι ἀνθρώπου κατὰ μηδὲν σώματος οὐσίᾳ τὴν ἡμετέραν φύσιν διαλλάττοντος, ἀρχομένης τῆς Ῥωμαίων βασιλείας ἐπιφανεὶς, τοιαῦτα ἔδρασέ τε καὶ ἔπαθεν, οἷα ταῖς προφητείαις ἀκόλουθα ἦν , ἄνθρωπον ὁμοῦ καὶ θεὸν ἐπιδημήσειν τῷ βίῳ παρασόξων ἔργων ποιητὴν, καὶ τοῖς πᾶσιν ἔθνεσι διδάσκαλον τῆς τοῦ πατρὸς εὐσεβείας ἀναδειχθήσεσθαι, τό τε παράδοξον αὐτοῦ τῆς γενέσεως καὶ τὴν καινὴν διδασκαλίαν καὶ τῶν ἔργων τὰ θαυμάσια, ἐπί τε τούτοις τοῦ θανάτου τὸν τρόπον, τήν τε ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν ἐπὶ πᾶσιν εἰς οὐρανοὺς ἔνθεον ἀποκατάστασιν αὐτοῦ προκηρυττούσαις.
But when their legislation became renowned and, like a fragrant breath, was spread abroad among all men, and when from them the minds of most of the nations had already been tamed by the lawgivers and philosophers everywhere—the wild and savage brutality being changed into gentleness, so that they enjoyed deep peace, friendship, and intercourse with one another—then at last, to all men and to the nations throughout the inhabited world, as to those already benefited beforehand and now fit to receive the knowledge of the Father, that same one again, the Teacher of things ineffable, the Father's minister in all good things, the divine and heavenly Logos of God, appeared at the beginning of the Roman Empire through a man who in no respect, as touching the substance of the body, differed from our nature; and he wrought and suffered such things as accorded with the prophecies, which foretold that one who was at once man and God should sojourn in the world as a doer of marvellous works, and should be shown forth to all nations as a teacher of the worship of the Father; foretelling also the marvel of his birth, his new teaching, and the wonders of his works, and besides these the manner of his death, his resurrection from the dead, and above all his divine restoration to the heavens.
但當他們的律法聲名遠播,並如同芬芳的氣息散佈在萬人中間,又當藉著各處的立法者與哲士,多數外邦人的心思已從他們那裡被馴化——那野蠻兇暴的獸性已轉為溫良,以致他們彼此享有深厚的平安、友愛與往來——那時,那位同一者終於再度顯現,向萬人、向普天下萬國,作為那已蒙預先施恩、如今已配得領受認識父的人;他就是那不可言喻之事的教師,是父在一切善事上的執行者,是神那神聖屬天的道。他在羅馬帝國的起初,藉著一個就身體實質而言與我們本性毫無差異的人顯現了;他所行所受的,正與眾預言相合——那些預言預告:必有一位同時是人又是神者,要寄居於世,行奇妙的作為,並要向萬國顯為敬拜父的教師;又預告他降生的奇異、他嶄新的教訓、他作為的奇妙,此外還有他受死的方式、他從死裡的復活,以及超乎一切的,他向諸天那神聖的回歸。
2:24
τὴν γοῦν ἐπὶ τέλει βασιλείαν αὐτοῦ Δανιὴλ προφήτης συνορῶν θείῳ πνεύματι ὧδέ πως ἐθεοφορεῖτο , άνθρωπινώτερον τὴν θεοπτίαν ὑπογράφων. γάρ φησὶν ἴως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρὸν θρόνος αὐτοῦ φλὸξ πυρὸς , οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῲχθησαν.
At all events, Daniel the prophet, beholding by the divine Spirit his kingdom at the end, was thus inspired, describing the vision of God in more human terms. For he says: 「I beheld until thrones were set, and the Ancient of Days did sit. And his garment was white as snow, and the hair of his head like pure wool; his throne was a flame of fire, his wheels burning fire. A river of fire flowed before him; thousand thousands ministered to him, and ten thousand times ten thousand stood before him; the judgement sat, and the books were opened.」
至少先知但以理藉神聖的靈洞見他末後的國度,便如此受感,以較近人情的方式描述那見神的異象。因他說:「我觀看,見有寶座設立,上頭坐著亙古常在者。他的衣服潔白如雪,頭髮如純淨的羊毛;他的寶座乃火焰,其輪乃烈火。從他面前有火河流出;事奉他的有千千,在他面前侍立的有萬萬;審判者坐著,案卷都展開了。」
2:25
καὶ ἐξῆς ἐθεώωωρουν φησὶ καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἴως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη · καὶ αὐτῷ ἐδόθη ἀρχὴ καὶ τιμὴ καὶ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύουσιν. ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος) ἥτις οὐ παρελεύσεται. καὶ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.
And further on he says: 「I beheld, and lo, with the clouds of heaven there came one like a son of man, and he reached as far as the Ancient of Days, and was brought before him. And to him was given the dominion and the honour and the kingdom, and all peoples, tribes, and tongues serve him. His authority is an everlasting authority, which shall not pass away; and his kingdom shall not be destroyed.」
接著他又說:「我觀看,見有一位像人子的,駕著天雲而來,到了那亙古常在者面前,被引到他跟前。得了權柄、尊榮和國度,使各方、各國、各族的人都事奉他。他的權柄是永遠的權柄,必不廢去;他的國必不敗壞。」
2:26
ταῦτα δὲ σαφῶς οὐκ ἐφ ἕτερον, ἀλλ ἐπὶ τὸν ἡμέτερον σωτῆρα, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸν λόγον ἀναφέροιτο ἂν, υἱὸν ἀνθρώπου διὰ τὴν ὑστάτην ἐνανθρώπησιν αὐτοῦ χρηματίζοντα.
These things plainly could be referred to none other than to our Saviour, the God-Logos who was in the beginning with God, called 「son of man」 on account of his final becoming-man.
這些話顯然不能歸於別人,唯能歸於我們的救主,那太初與神同在的神之道,他因末後成為人而被稱為「人子」。
2:27
ἀλλὰ γὰρ ἐν οἰκείοις ὑπομνήμασι τὰς περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προφητικὰς ἐκλογὰς συναγαγόντες, ἀποδεικτικώτερόν τε τὰ περὶ αὐτοῦ δηλούμενα ἐν ἑτέροις συστήσαντες, τοῖς εἰρημένοις ἐπὶ τοῦ παρόντος ἀρκεσθησόμεθα.
But since in my own treatises I have collected the prophetic selections concerning our Saviour Jesus Christ, and have elsewhere set out more demonstratively the things made plain about him, I shall be content for the present with what has been said.
但既然我已在自己的論著中,輯錄了關乎我們救主耶穌基督的預言選編,又在別處更具論證地陳明瞭關於他的事,我在眼下就以所說的這些為足了。
← ch. 1ch. 3 →
12345678910111213