11:11
Πῶς οὖν γένεσιν τὴν καθ εἱμαρμένην ἀποδέξομαι, τοιούτους αὐτῆς τοὺς οἰκονόμους θεωρῶν; Βασιλεύειν οὐ θέλω, πλουτεῖν οὐ βούλομαι, τὴν στρατηγίαν παρῄτημαι, πορνείαν μεμίσηκα, ναυτίλλεσθαι διὰ τὴν ἀπληστίαν οὐκ ἐπιτηδεύω, στεφάνους ἔχειν οὐκ ἀγωνίζομαι, δοξομανίας ἀπήλλαγμαι, θανάτου καταφρονῶ, νόσου παντοδαπῆς ἀνώτερος γίνομαι, λύπη μου τὴν ψυχὴν οὐκ ἀναλίσκει. Δοῦλος ἐὰν ὦ, δουλείαν ὑπομένω· κἂν ἐλεύθερος ὑπάρχω, τὴν εὐγένειαν οὐ σεμνύνομαι. Τὸν ἥλιον ὁρῶ πάντων τὸν αὐτόν, ἕνα δὲ κατὰ πάντων τὸν θάνατον δι ἡδονῆς καὶ ἐλαττώματος.Ὁ πλούσιος σπείρει, καὶ ὁ πένης τῆς αὐτῆς σπορᾶς μεταλαμβάνει· τελευτῶσιν οἱ πλουσιώτατοι σιώτατοι, καὶ οἱ μεταιτοῦντες τὴν αὐτὴν ἔχουσι τοῦ βίου περιγραφήν. Πλειόνων χρῄζουσιν οἱ πλουτοῦντες, καὶ δι ἀξιοπιστίας μετὰ τῆς δόξης γίνονται· πένης δὲ καὶ ὁ μετριώτατος τῶν καθ ἑαυτὸν ἐφιέμενος εὐμαρέστερον περιγίνεται.Τί μοι καθ εἱμαρμένην ἀγρυπνεῖς διὰ φιλαργυρίαν; Τί δέ μοι καθ εἱμαρμένην πολλάκις ὀρεγόμενος πολλάκις ἀποθνήσκεις; Ἀπόθνησκε τῷ κόσμῳ, παραιτούμενος τὴν ἐν αὐτῷ μανίαν· ζῆθι τῷ θεῷ, διὰ τῆς αὐτοῦ καταλήψεως τὴν παλαιὰν γένεσιν παραιτούμενος. Οὐκ ἐγενόμεθα πρὸς τὸ ἀποθνήσκειν, ἀποθνήσκομεν δὲ δι ἑαυτούς. Ἀπώλεσεν ἡμᾶς τὸ αὐτεξούσιον· δοῦλοι γεγόναμεν οἱ ἐλεύθεροι, διὰ τὴν ἁμαρτίαν ἐπράθημεν. Οὐδὲν φαῦλον ὑπὸ τοῦ θεοῦ πεποίηται, τὴν πονηρίαν ἡμεῖς ἀνεδείξαμεν· οἱ δὲ ἀναδείξαντες δυνατοὶ πάλιν παραιτήσασθαι
How then shall I accept genesis according to fate, when I behold such managers of it? I do not wish to reign, I do not desire to be rich, I have declined military command, I have hated fornication, I do not practice seafaring on account of insatiable greed, I do not contend to win crowns, I am freed from madness for glory, I despise death, I rise superior to every kind of disease, grief does not consume my soul. If I am a slave, I endure servitude; and if I am free, I do not pride myself on noble birth. I see the sun the same for all, and one death over all alike, whether through pleasure or through deprivation. The rich man sows, and the poor partakes of the same sowing; the very richest die, and those who beg have the same bounds of life. The rich have need of more, and become so through the credit attached to their reputation; but the poor man and the most moderate, desiring only what is within his reach, more easily gets along. Why do you, according to fate, lie awake out of avarice? And why, according to fate, often grasping, do you often die? Die to the world, renouncing the madness in it; live to God, by apprehension of him renouncing your old genesis. We were not made for dying, but we die through ourselves. Free will destroyed us; we who were free have become slaves; on account of sin we were sold. Nothing evil has been made by God; we ourselves have brought forth wickedness; but those who brought it forth are able again to renounce it.
那麼,當我看見命運的管家竟是這等貨色,我怎能接受那「照命運而定的出生」呢?我不想作王,不貪求財富,我推辭了軍中統帥之職,憎惡淫亂,不因貪得無厭去航海營利,不為奪取冠冕而競爭,我已脫離了那對虛名的狂熱,我藐視死亡,我超越各樣疾病,憂愁不能吞噬我的魂。我若作奴僕,便甘受奴役;我若為自由身,也不以高貴出身自誇。我看見日頭照眾人都是一樣,死亡臨到眾人也都一樣,無論是藉享樂還是藉匱乏。富人撒種,窮人也分享同樣的收成;至富之人會死,行乞之人的生命也有同樣的盡頭。富人需要更多,且因名聲帶來的信用而成為富人;窮人和那最知足的,只求自己力所能及的,反倒更容易過活。你為何要照命運因貪財而徹夜不眠?又為何要照命運常常貪求、常常死去?你當向世界死,摒棄其中的瘋狂;你當向神活,藉著對祂的領會摒棄你那舊有的出生。我們受造原不是為了死,我們乃是因自己而死。自由意志毀了我們;我們本是自由的,卻成了奴僕;因罪我們被賣了。神並沒有造任何惡的東西,是我們自己生出了邪惡;但那生出邪惡的,也能再度摒棄它。