39:39
Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος, Φορωνεύς, Ἆπις, Κρίασις, Τριόπας, Ἀργεῖος, Φόρβας, Κροτώπας, Σθενέλαος, Δαναός, Λυγκεύς, Προῖτος, Ἄβας, Ἀκρίσιος, Περσεύς, Σθενέλαος, Εὐρυσθεύς, Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω.Καὶ χρὴ τὸν νουνεχῆ συνεῖναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλήνων παράδοσιν οὐδ ἱστορίας τις ἦν παρ αὐτοῖς ἀναγραφή. Κάδμος γάρ, ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδούς, μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη. Μετὰ δὲ Ἴναχον ἐπὶ Φορωνέως μόγις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέγονεν, μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. Διόπερ εἰ κατὰ Ἴναχον πέφηνεν ὁ Μωυσῆς γεγονώς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις. Ἀποδείκνυται δὲ τοῦθ οὕτως ἔχον ἀπό [τε] τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς [καὶ Μακεδονικῶν καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν]. Ὅθεν εἰ μετὰ τὸν Ἴναχον αἱ διαφανέστεραι πράξεις παρ Ἕλλησιν ἀνεγράφησάν τε καὶ γινώσκονται, δῆλον ὡς καὶ μετὰ Μωυσέα. Κατὰ γὰρ Φορωνέα, τὸν μετ Ἴναχον, μνημονεύεται παρ Ἀθηναίοις Ὤγυγος, ἐφ οὗ κατακλυσμὸς ὁ πρῶτος· κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ οὗ καὶ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ Ἰώ· κατὰ δὲ Κροτώπαν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθένελον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε ἡ βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον ἡ Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ, αἵ τε Περσέως καὶ Διονύσου πράξεις, καὶ Ὀρφέως μαθητὴς Μουσαῖος· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν ἑάλω τὸ Ἴλιον
The kings of the Argives were these: Inachus, Phoroneus, Apis, Criasus, Triopas, Argeius, Phorbas, Crotopas, Sthenelaus, Danaus, Lynceus, Proetus, Abas, Acrisius, Perseus, Sthenelaus, Eurystheus, Atreus, Thyestes, Agamemnon—in the eighteenth year of whose reign Ilium was captured. And the man of understanding must comprehend, with all accuracy, that according to the tradition of the Greeks there was among them no record even of history. For Cadmus, who handed over the alphabet to the aforesaid people, set foot in Boeotia many generations later. And after Inachus, in the time of Phoroneus, the wild and nomadic life was scarcely brought to an end, and men were reordered. Therefore, if Moses has been shown to have lived in the time of Inachus, he is older than the Trojan events by four hundred years. And this is demonstrated to be so from the succession of the Attic kings [and the Macedonian and the Ptolemaic, and moreover the Antiochian]. Whence, if after Inachus the more conspicuous deeds among the Greeks were recorded and are known, it is clear that this is also after Moses. For in the time of Phoroneus, the one after Inachus, Ogyges is mentioned among the Athenians, in whose time was the first flood; and in the time of Phorbas was Actaeus, from whom Attica was also called Actaea; and in the time of Triopas were Prometheus and Epimetheus and Atlas and the two-natured Cecrops and Io; and in the time of Crotopas was the conflagration in the time of Phaethon and the deluge in the time of Deucalion; and in the time of Sthenelus were both the reign of Amphictyon and the coming of Danaus into the Peloponnese and the founding of Dardania by Dardanus and the bringing of Europa from Phoenicia to Crete; and in the time of Lynceus the rape of the Maiden (Kore) and the founding of the precinct at Eleusis and the husbandry of Triptolemus and the coming of Cadmus to Thebes and the reign of Minos; and in the time of Proetus the war of Eumolpus against the Athenians; and in the time of Acrisius the crossing of Pelops from Phrygia and the arrival of Ion in Athens and the second Cecrops, and the deeds of Perseus and Dionysus, and Musaeus the disciple of Orpheus; and in the reign of Agamemnon Ilium was captured.
阿耳戈斯的諸王如下:伊那科斯、福羅紐斯、阿庇斯、克里阿索斯、特里俄帕斯、阿耳革俄斯、福耳巴斯、克羅托帕斯、斯忒涅拉俄斯、達那俄斯、林叩斯、普羅托斯、阿巴斯、阿克里西俄斯、珀耳修斯、斯忒涅拉俄斯、歐律斯透斯、阿特柔斯、堤厄斯忒斯、阿伽門農——在阿伽門農作王第十八年,伊利昂陷落。明理的人必須極精確地領會:按希臘人的傳統,連歷史的紀錄在他們當中都是沒有的。因為那把字母傳給前述之人的卡德摩斯,是在許多代之後才踏上波奧提亞的。在伊那科斯之後、福羅紐斯的時代,那野蠻遊牧的生活才勉強告終,人也得了重新整頓。所以,摩西若被證明活在伊那科斯的時代,他便比特洛伊戰事早四百年。這從阿提卡諸王的承襲〔以及馬其頓、托勒密,還有安提阿古斯諸王的承襲〕得以證明確是如此。由此可見,伊那科斯之後希臘人那些較顯著的事蹟既被記載且為人所知,這顯然也是在摩西之後。因為在伊那科斯之後的福羅紐斯時代,雅典人中提到了俄古革斯,第一次洪水就在他的時代;在福耳巴斯時代有阿克泰俄斯,阿提卡也因他得名阿克泰亞;在特里俄帕斯時代有普羅米修斯、厄庇米修斯、阿特拉斯、那雙重本性的刻克洛普斯,以及伊俄;在克羅托帕斯時代有法厄同時代的大火與丟卡利翁時代的洪水;在斯忒涅羅斯時代有安菲克提翁的統治、達那俄斯進入伯羅奔尼撒、達耳達諾斯建立達耳達尼亞,以及把歐羅巴從腓尼基帶到革哩底;在林叩斯時代有少女(科瑞)被擄、厄琉息斯聖域的建立、特里普托勒摩斯的農耕、卡德摩斯來到底比斯,以及米諾斯的統治;在普羅托斯時代有歐摩爾波斯攻打雅典人之戰;在阿克里西俄斯時代有珀羅普斯從弗呂家渡海而來、伊翁抵達雅典、第二位刻克洛普斯,以及珀耳修斯與狄俄尼索斯的事蹟,還有俄耳甫斯的門徒穆賽俄斯;在阿伽門農作王時,伊利昂陷落。