📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Commentary on Ezekiel

Theodoret

Commentary on Ezekiel 1 part 17/19

Greek original · 224 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:3779–1:4002 (4349 verses in all)

← prev partnext part →
1:3779
Καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας ἑαυτῷ εἰς ῥάβδον μίαν, τοῦ δῆσαι αὐτὰς, καὶ ἔσονται ὁμοῦ ἐν τῇ χειρί σου
And you shall join them one to another for yourself into one rod, so as to bind them, and they shall be together in your hand.
你要使這兩根杖彼此相接,成為一根,使它們在你手中合而為一。
1:3780
Ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ φυλαὶ, καὶ αἱ μὲν δέκα καθ' ἑαυτὰς ἐγένοντο, ἐν μιᾷ τῶν τοῦ Ἐφραῒμ πό λεων τῇ Σαμαρείᾳ καταστησάμεναι τὰ βασίλεια, δὲ τοῦ Ἰούδα ἑαυτῆς ἦρχεν καὶ τῆς τοῦ Βενιαμίν
In the time of Rehoboam the tribes were divided, and the ten formed a group by themselves, establishing their kingdom in Samaria, one of the cities of Ephraim, while the tribe of Judah ruled over itself and over that of Benjamin.
在羅波安的時候,眾支派分裂了:那十個支派自成一群,在以法蓮的一座城撒瑪利亞建立了他們的國都;猶大支派則統治自己並便雅憫支派。
1:3781
Ἀλλὰ μετὰ τὴν ἐπάνοδον ὑπὸ μίαν ἐτέλεσαν ἅπαν τες ἡγεμονίαν
But after the return they were all brought together under a single sovereignty.
然而歸回之後,眾人都被聚集在同一個政權之下。
1:3782
τὴν δὲ τοῦ Ἰούδα, καὶ τῶν ἐκείνῳ συμφωνούντων
namely, that of Judah and of those in accord with him.
就是猶大以及那些與他同心之人的政權。
1:3783
εἶτα συνάψαι ἀλλήλαις τὰς ῥάβδους, ὡς τῆς διαιρέ σεως λοιπὸν παυσαμένης, καὶ τῆς ἑνώσεως ἐσομένης
Then to join the rods to one another, as though the division should henceforth cease and the union come to pass.
接著將那些杖彼此接合,好像那分裂從此止息,而合一將要成就。
1:3784
Εἶτα παρακελεύεται τῷ προφήτῃ, πυνθανομένῳ τῷ λαῷ, καὶ γνῶναι βουλομένῳ τὴν ἑρμηνείαν, διαῤῥή. δην εἰπεῖν·
Then He commands the prophet, when the people inquire and wish to know the interpretation, to declare it plainly, saying:
然後祂吩咐先知,當百姓查問、想要明白這解釋時,要明明地宣告說:
1:3785
Ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσὴφ τὴν διὰ χειρὸς Ἐφραῒμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν, καὶ δώσω αὐτὰς ὑπὸ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ἰούδα. Τοὺς πάλαι, φησὶν, ἀποσχοινί σαντας ἑαυτοὺς τῆς τοῦ Ἰούδα βασιλείας παρα σκευάσω πάλιν τὴν ἐκείνου ἐπιγνῶναι ἡγεμονίαν, καὶ παύσω μὲν τὴν γενομένην διαίρεσιν, συμφώνως δὲ ἁπάσας τὰς φυλὰς ὑπακούειν τῷ Ἰούδᾳ ποιήσω
Behold, I will take the tribe of Joseph, which is by the hand of Ephraim, and the tribes of Israel that are attached to him, and I will place them under the tribe of Judah, and they shall become one rod in the hand of Judah. Those, He says, who long ago severed themselves from the kingdom of Judah I will make once more acknowledge his rule; and I will put an end to the division that had occurred, and I will cause all the tribes in harmony to obey Judah.
「看哪,我要取約瑟的支派,就是藉以法蓮之手的那支派,並歸附於他的以色列各支派,將他們置於猶大支派之下,他們必在猶大手中成為一根杖。」祂說:那些從前使自己脫離猶大之國的人,我要使他們再次承認猶大的統治;我要止息已發生的分裂,並使眾支派同心順服猶大。
1:3786
Καὶ τὸ αὐτὸ πάλιν ἑρμηνεύει σαφέστερον
And again He interprets the same thing more clearly.
祂又更清楚地解釋同一件事。
1:3787
Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσῆλθον ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ
Behold, I will take the whole house of Israel out of the midst of the nations, where they went in, and I will gather them into the land of Israel.
「看哪,我要將以色列全家從他們所進入的列國之中領出來,將他們招聚到以色列地。」
1:3788
( βʹ.) Καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, καὶ ἄρχων εἷς ἔσται πάντων αὐ τῶν εἰς βασιλέα
(2) And I will make them one nation in My land, and on the mountains of Israel; and one ruler shall be over them all as king.
(二)「我要使他們在我地上、在以色列的山上成為一國;必有一位君王作他們眾人的王。」
1:3789
οὐδὲ γὰρ βασιλεὺς Ζορο βάβελ, ἀλλὰ δημαγωγὸς καὶ στρατηγὸς ἐγένετο
for Zerubbabel was not a king, but became a popular leader and a general.
因為所羅巴伯並非君王,乃是作了民眾的領袖與統帥。
1:3790
Καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαι ρεθῶσιν ἔτι εἰς δύο βασιλεῖς
And they shall no longer be two nations, nor shall they be divided any more into two kingdoms.
「他們必不再是兩國,也不再分為兩個王國。」
1:3791
(κγʹ, κδʹ.) Ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὑτῶν, καὶ ἐν τοῖς προσοχθίσμασιν αὑτῶν, καὶ ἐν πάσαις ταῖς ἀσεβείαις αὑτῶν·
(23, 24) That they may no longer defile themselves with their idols, and with their abominations, and with all their impieties;
(二十三、二十四)「使他們不再用他們的偶像、他們的可憎之物,以及他們一切的不敬虔玷污自己;」
1:3792
καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πα σῶν τῶν ἀσεβειῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐ ταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν
and I will deliver them from all their impieties, in which they sinned, and I will cleanse them; and they shall be My people, and I will be their God.
「我必救他們脫離他們在其中犯罪的一切不敬虔,並潔淨他們;他們要作我的子民,我要作他們的神。」
1:3793
ἐν μέσῳ αὐτῶν, καὶ ποι μὴν εἷς ἔσται πᾶσιν αὐτοῖς
in their midst, and one shepherd shall be over them all.
「在他們中間,必有一位牧人作他們眾人的牧人。」
1:3794
Καὶ ἄλλα δὲ πρόβατα ἔχω, οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης·
And I have other sheep also, which are not of this fold.
「我另外有羊,不屬這圈裡的。」
1:3795
δοῦλον δὲ, διὰ τὴν ἀνθρωπείαν φύσιν·
and He is called a servant on account of the human nature;
祂被稱為僕人,是因著人性的緣故;
1:3796
ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβεν
for being in the form of God, He took the form of a servant.
因祂本有神的形像,卻取了僕人的形像。
1:3797
Ἵνα τοίνυν τὴν ληφθεῖσαν δείξῃ φύσιν, δοῦ λον προσηγόρευσε, τουτέστιν, ἐκ δουλικῆς κατὰ σάρκα γεγένηται φύσεως
Therefore, in order to display the nature He had assumed, He called Him a servant, that is, according to the flesh He came to be of a servile nature.
所以,為要顯明祂所取的性情,就稱祂為僕人,就是說,按肉體而言,祂是從奴僕的本性而生。
1:3798
Εἰ δὲ καὶ ἐκ δούλου ταύτην ἀνέλαβε τὴν φύσιν ἐνανθρωπή σας Θεὸς Λόγος, οὐκ ἀποβαλὼν ἦν, ἀλλὰ τῇ πρὸς τὴν θείαν φύσιν ἑνώσει τὸ ἡμέτερον δοξάσας
But even if God the Word, in becoming man, assumed this nature from a servant, He did not cast away what He was, but by the union with the divine nature glorified what is ours.
但即使神的道在成為人時,從奴僕取了這性情,祂並未捨棄祂原本所是的,反而藉著與神性的聯合,使我們的本性得了榮耀。
1:3799
Καὶ ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουσιν αὐτά
And they shall walk in My statutes, and shall keep My judgments, and do them.
「他們必遵行我的律例,謹守我的典章,並且遵行。」
1:3800
(κεʹ) Καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὑ. τῶν, ἣν ἔδωκα τῷ δούλῳ μου Ἰακὼβ, ἐν κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατ οικήσουσιν ἐπ' αὐτῆς αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν ἕως αἰῶνος·
(25) And they shall dwell in their land, which I gave to My servant Jacob, in which their fathers dwelt there; and they shall dwell upon it, they and their sons and their sons' sons, for ever.
(二十五)「他們必住在我賜給我僕人雅各之地,就是他們列祖所住之地;他們與他們的子孫,並子孫的子孫,都必永遠住在其上。」
1:3801
Ὅτι μὲν γὰρ οὐ δαμῶς τῷ Ζοροβάβελ ἁρμόττουσιν αἱ τοιαῦται προσ ηγορίαι, καὶ αὐτοὶ ἂν συμφαίησαν·
That such titles in no way fit Zerubbabel, even they themselves would agree;
至於這樣的稱號絕不適合所羅巴伯,連他們自己也會同意;
1:3802
πρῶτον μὲν γὰρ οὐδὲ βασιλεύων, ἀλλὰ δημαγωγῶν διετέλεσε·
for in the first place he did not continue as king, but as a popular leader;
因為第一,他並非以君王的身分,乃是以民眾領袖的身分度過一生;
1:3803
ἔπειτα δὲ καὶ αὐτὴ ἐκείνη ἡγεμονία τῷ θανάτῳ διελύθη
and then that very rule of his was dissolved by death.
其次,連他那統治也因死亡而消解了。
1:3804
Ὅτι δὲ ἀψευδὴς προ φητεία, καὶ αὐτοὶ συνομολογήσαιεν·
But that the prophecy is free of falsehood, they too would confess;
但這預言毫無虛假,連他們也必承認;
1:3805
δήλη καὶ σαφὴς καὶ ἐκεί νων ἐμβροντησία καὶ ἀπιστία, καὶ ἡμετέρα θεογνω σία
clear and manifest also is their stupefaction and unbelief, and our knowledge of God.
他們的昏昧與不信,以及我們對神的認識,也都是清楚明顯的。
1:3806
Βεβαιοῖ γὰρ τὰ εἰρημένα καὶ τὰ ἐπαγόμενα
For what follows also confirms what has been said.
因為隨後所說的也證實了先前的話。
1:3807
Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰώνιος ἔσται μετ' αὐτῶν
And I will make with them a covenant of peace; it shall be an everlasting covenant with them.
「我要與他們立平安的約,這約要成為與他們永遠的約。」
1:3808
τά τε γὰρ αἰώνια ἡμῖν ὑπέσχετο ἀγαθὰ, καὶ τὰς πρὸς αὐτὸν ἡμῖν καταλλαγὰς ἐχαρίσατο
for He both promised us eternal good things, and granted us reconciliation with Himself.
因為祂既應許了我們永遠的福分,又賜給我們與祂和好。
1:3809
Αὐτὸς γάρ ἐστιν εἰρήνη ἡμῶν, φησιν θεῖος Ἀπόστολος
For He Himself is our peace, as the divine Apostle says.
因為祂自己是我們的和平,正如那位神聖的使徒所說。
1:3810
Καὶ πάλιν Εἷς καὶ μεσίτης Θεὸς ἄνθρωπος Χριστὸς Ἰησοῦς, δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων
And again: There is one God, and one mediator between God and men, the man Christ Jesus, who gave Himself a ransom for all.
又說:「只有一位神,在神和人中間,只有一位中保,就是降世為人的基督耶穌,祂捨自己作萬人的贖價。」
1:3811
Καὶ τὰ μετὰ ταῦτα δὲ πάλιν συμβαίνει τοῖς εἰρη μένοις
And what comes after this again accords with what has been said.
此後所說的,也與前面的話相符。
1:3812
Καὶ τάξω αὐτοὺς, φησὶ, καὶ πληθυνῶ αὐτοὺς, καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα
And I will set them, He says, and I will multiply them, and I will place My holy things in their midst for ever.
祂說:「我要安置他們,使他們增多,並要將我的聖所永遠設立在他們中間。」
1:3813
( κζʹ.) Καὶ ἔσται κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσον ταί μοι λαός
(27) And My habitation shall be among them, and I will be their God, and they shall be My people.
(二十七)「我的居所必在他們中間;我要作他們的神,他們要作我的子民。」
1:3814
Καὶ μὴν ἔρημος νεὼς, καὶ τὰ πά λαι ἅγια
And yet the temple is desolate, and the things of old that were holy.
然而聖殿荒涼了,連古時的聖物也是如此。
1:3815
Πῶς τοίνυν ὑπέσχετο θήσειν τὰ ἅγια αὑτοῦ ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα καὶ τὴν κατασκήνωσιν αὑτοῦ ἐν αὐτοῖς; Οὐκοῦν καὶ τούτων οὐχ ὁρῶντες τὴν ἔκβασιν κατὰ τὴν Ἰουδαίων διάνοιαν, καὶ τὸ ἀληθὲς τῶν πνευματικῶν ῥημάτων εἰδότες, ἀκολού θως τοῖς προερμηνευθεῖσι καὶ ταῦτα νοήσομεν·
How then did He promise to set His holy things in their midst for ever, and His habitation among them? Therefore, since we do not see the fulfillment of these things according to the mind of the Jews, but know the truth of the spiritual words, in keeping with what was interpreted before we shall understand these things also;
那麼,祂怎會應許將祂的聖所永遠設在他們中間,並使祂的居所在他們當中呢?因此,既然我們按猶太人的想法看不見這些事的應驗,卻曉得屬靈言語的真義,我們就要照先前所解釋的,也如此領會這些事;
1:3816
ἔχομεν γὰρ καὶ τῶν πραγμάτων συνομολογοῦσαν τὴν μαρτυρίαν
for we have also the testimony of the facts themselves agreeing with it.
因為我們也有事實本身與此相符的見證。
1:3817
Οὐ γὰρ μόνον οἱ ἅγιοι τοῦ Θεοῦ οἶκοι,. ἀλλὰ καὶ τὰ θεῖα θυσιαστήρια πᾶσιν ἀνθρώποις ἐδωρήθη·
For not only the holy houses of God, but also the divine altars, were given as a gift to all men;
因為不但神聖潔的殿宇,連神聖的祭壇也賜給了萬人;
1:3818
πεπιστευκόσι, καὶ εἷς καὶ αὐτὸς καὶ τούτων κἀκείνων χρηματίζει Θεός·
to those who have believed; and one and the same God is called the God both of these and of those;
就是賜給那些已經相信的人;並且同一位神,被稱為這些人和那些人的神;
1:3819
γὰρ αὐτὸς, φησὶ, Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπι καλουμένους αὐτόν. Εἰκότως ἐπήγαγε·
For the same, He says, is Lord of all, rich unto all that call upon Him. Fittingly He added:
祂說:「因為眾人同有一位主,祂也厚待一切求告祂的人。」祂恰當地接著說:
1:3820
Καὶ γνώσονται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος, ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα
And the nations shall know that I am the Lord, who sanctifies them, when My holy things are in their midst for ever.
「當我的聖所永遠在他們中間時,列國就必知道我是叫他們成聖的耶和華。」
1:3821
Τῷ ὄντι γὰρ διὰ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων καὶ τὰ ἔθνη τὸ τῆς θεογνωσίας ἐδέξατο φῶς·
For in truth it was through those of the Jews who had believed that the nations also received the light of the knowledge of God;
因為列國實在是藉著那些已經相信的猶太人,才領受了認識神的光;
1:3822
ἐξ Ἰουδαίων γὰρ οἱ θεῖοι ἀπόστολοι, καὶ οἱ πρῶτοι τῶν ἀποστόλων μα θηταὶ, καὶ ἐκ τῶν παρὰ Ἰουδαίοις φυλαττομένων προφητικῶν βίβλων τὰ περὶ τοῦ Σωτῆρος ἡμῶν Χρι στοῦ μανθάνοντα τὰ ἔθνη, πεπίστευκε τῷ θείῳ κη ρύγματι
for of the Jews were the divine apostles, and the first disciples of the apostles; and it was from the prophetic books preserved among the Jews that the nations, learning the things concerning our Saviour Christ, believed the divine proclamation.
因為那些神聖的使徒,並使徒最初的門徒,都是出於猶太人;列國也是從猶太人所保存的先知書中,學到關乎我們救主基督的事,才相信了神聖的宣講。
1:3823
Οὗ χάριν καὶ θεῖος Ἀπόστολος ἐγκεντρί ζεσθαι ἔφη τοὺς ἐξ ἐθνῶν πιστεύοντας ἐν τῇ τῶν Ἰουδαίων εὐσεβεῖ ῥίζῃ, καὶ ἀποκλᾶσθαι, καὶ τῆς ῥίζης ταύτης χωρίζεσθαι τοὺς ἐξ Ἰουδαίων ἀπι στοῦντας
For which reason the divine Apostle also said that those of the nations who believe are grafted into the godly root of the Jews, while those of the Jews who disbelieve are broken off and separated from this root.
為此,那位神聖的使徒也說,那些相信的外邦人被接在猶太人敬虔的根上,而那些不信的猶太人卻被折下來,與這根分離。
1:3824
Τῆς σωτηρίας τοίνυν, φησὶ, πρώτοις Ἰου δαίοις χορηγουμένης γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ἁγιάζων αὐτούς·
Therefore, He says, when salvation is bestowed first upon the Jews, the nations shall know that I am the Lord who sanctifies them;
所以祂說:當救恩首先賜給猶太人時,列國就必知道我是叫他們成聖的主;
1:3825
ἐξ Ἰουδαίων οἱ ἀπόστολοι, καὶ οἱ πρῶτοι κήρυκες
of the Jews were the apostles, and the first heralds.
使徒和最初的傳道者都是出於猶太人。
1:3826
Εἰκότως τοίνυν τὰ ἔθνη διὰ τούτων ἀπολαύει τῆς σωτηρίας
Fittingly, then, the nations enjoy salvation through these.
因此,列國藉著這些人得享救恩,乃是理所當然的。
1:3827
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
And the word of the Lord came to me, saying:
耶和華的話臨到我,說:
1:3828
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ, καὶ Θοβέλ
Son of man, set your face against Gog, and the land of Magog, the prince of Rhos, Mosoch, and Thobel.
「人子啊,你要面向歌革和瑪各之地,就是羅斯、米設、土巴的君王。」
1:3829
Γὼγ καὶ Μαγὼγ Σκυθικὰ ἔθνη·
Gog and Magog are Scythian nations;
歌革和瑪各是西古提的民族;
1:3830
Μοσὸχ δὲ Καππαδόκας εἶναί φασι, καὶ Θοβὲλ Ἴβηρας·
and they say that Mosoch are the Cappadocians, and Thobel the Iberians;
他們說米設是加帕多家人,土巴是伊比利亞人;
1:3831
τὸ δὲ Ῥὼς Ἑβραίωνφωνὴ κεφαλὴν ἡρμήνευσε, καὶ Ἀκύλας δὲ κεφα λὴν Μοσὸχ τὸ Ῥὼς ἡρμήνευσε
and the Hebrew tongue rendered Rhos as 'head,' and Aquila too rendered 'the head of Mosoch' by Rhos.
希伯來文將「羅斯」解作「頭」,亞居拉也將「米設的頭」譯為「羅斯」。
1:3832
Τάδε λέγει Ἀδωναῒ Κύριος·
Thus says Adonai the Lord:
主阿多乃耶和華如此說:
1:3833
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Γὼγ καὶ Μαγὼγ, ἄρχοντα Ῥὼς, Μοσὸχ καὶ Θοβέλ
Behold, I am against you, Gog and Magog, prince of Rhos, Mosoch and Thobel.
「歌革、瑪各,羅斯、米設、土巴的君王啊,看哪,我與你為敵。」
1:3834
Καὶ περι στρέψω σε κυκλόθεν, καὶ δώσω χαλινὸν εἰς τὴν σιαγόνα σου, καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύ ναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώ ρακας πάντας, συναγωγὴ πολλή·
And I will turn you about on every side, and put a bridle in your jaw, and gather you and all your host, horses and horsemen all clad in breastplates, a great assembly;
「我要把你四面轉動,用鉤子鉤住你的腮頰,將你和你的全軍、馬匹和全副披甲的馬兵,就是大隊的人馬招聚起來;」
1:3835
πέλτας καὶ περικεφαλαίας, καὶ μαχαίρας, καὶ ἀσπίδας πάντες αὐτοὶ ἔχοντες
with light shields and helmets and swords and bucklers, all of them bearing these.
「他們全都拿著小盾牌、頭盔、刀劍和圓盾。」
1:3836
Ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰρημένων τῆς θείας ἐνεργείας τὸ δυνατὸν, καὶ ὅτι τῶν τοιούτων οὐδὲν δίχα τοῦ θείου βουλήματος γίνε ται, ἀλλ' οἰκονομοῦντος ἐπ' ἀγαθῷ, συγχωροῦν τος γίνεσθαι τὰ λυπηρὰ, διὰ τὰς προγεγενημένας. ἁμαρτίας
By what has been said He taught us the power of the divine working, and that none of such things comes to pass apart from the divine will, but either as He dispenses it for good, or as He permits grievous things to happen, on account of sins previously committed.
祂藉所說的話教導我們神作為的大能,並教導我們:這樣的事沒有一件是離了神的旨意而成的,乃是祂或為善而安排,或因先前所犯的罪而容許患難臨到。
1:3837
Πέρσαι γὰρ, φησὶ, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ Λίβυες, καὶ Φοὺτ μετ' αὐτῶν
For Persians, He says, and Ethiopians, and Lydians, and Libyans, and Phut are with them.
祂說:「波斯人、古實人、路德人、呂彼亞人,以及弗人都與他們同在。」
1:3838
Εἶς δὲ καὶ οὗτος τῶν τοῦ Χὰμ υἱέων, τῶν ἑσπερίων Λιβύων προπάτωρ γενόμενος
And this one too was one of the sons of Ham, having become the forefather of the western Libyans.
這一位也是含的兒子之一,成了西方呂彼亞人的先祖。
1:3839
Πάντες περικεφαλαίαις καὶ πέλταις. Πάντες οὗτοι ἀσπίδας, καὶ περικε φαλαίας, καὶ πέλτας ἔχοντες
All with helmets and light shields. All these having bucklers, and helmets, and light shields.
「全都戴著頭盔、拿著小盾牌。這些人全都拿著圓盾、頭盔和小盾牌。」
1:3840
Γομὲρ, καὶ πάντες οὗτοι περὶ αὐτόν
Gomer, and all these round about him.
「歌篾和他四圍的眾人。」
1:3841
Φρύγας τούτους εἶναί φησιν·
He says these are the Phrygians;
他說這些是弗呂家人;
1:3842
Ἀπ' ἐσχάτου βοῤῥᾶ, καὶ πάντα τὰ ὑποστηρίγματα αὐτοῦ, καὶ ἔθνη πολλὰ μετ' αὐτοῦ. – Ὑποστηρίγματα λέγει τοὺς ὑπηκόους, τοὺς τὴν βασιλείαν ὑπερείδοντάς τε καὶ ἀνορθοῦντας
From the uttermost parts of the north, and all his supports, and many nations with him. — By 'supports' He means the subjects, those who prop up and set upright the kingdom.
「從極北之地而來,並他一切的支柱和許多民族與他同來。」祂所說的「支柱」是指那些屬民,就是扶持並鞏固國度的人。
1:3843
Ἑτοιμάσθητι, ἑτοίμασον σεαυτὸν, σὺ καὶ πᾶσα συναγωγή σου, ἐπισυνηγμένη πρὸς σὲ, καὶ ἔσῃ μοι εἰς προφυλακήν
Be prepared, prepare yourself, you and all your assembly that is gathered to you, and you shall be a guard for Me.
「你和聚集到你那裡的全會眾,都要預備,你自己也要準備妥當,你要作我的防衛。」
1:3844
Ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἐπ' ἐσχάτου τῶν ἐτῶν ἥξεις εἰς τὴν γῆν, τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένη ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἰσραὴλ, ἐγέ νετο ἔρημος διόλου
After many days you shall be made ready, and in the last of the years you shall come into the land, which is turned back from the sword, gathered from many peoples, upon the land of Israel, which had become wholly desolate.
「過了許多日子,你必被派定;在末後之年,你必來到那脫離刀劍的地,就是從許多民族中聚集而來、以色列全然荒涼之地。」
1:3845
Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, φασὶν οἱ κατὰ καιρὸν γενόμενοι τῆς Ἐκκλησίας διδάσκαλοι, ταῦτα τὰ ἔθνη ἐπιστρατεῦ σαι τῇ Ἰουδαίᾳ·
After the return from Babylon, say the teachers of the Church who lived at that time, these nations marched against Judea;
在那時代作教會教師的人說:從巴比倫歸回之後,這些民族出兵攻擊猶太;
1:3846
καὶ συμβαίνει τῇ προφητείᾳ ἑρ μηνεία
and the interpretation agrees with the prophecy.
而這解釋與預言相符。
1:3847
Ἥξεις εἰς τὴν γῆν τὴν ἀπ εστραμμένην ἀπὸ μαχαίρας, τουτέστι, τὴν τῶν πολεμίων ἀπαλλαγεῖσαν, καὶ τῆς αἰχμαλωσίας ἐλευ θερωθεῖσαν
You shall come into the land that is turned back from the sword, that is, the land freed from enemies and delivered from captivity.
「你必來到那脫離刀劍的地」,就是說,脫離仇敵、從擄掠中得釋放之地。
1:3848
Ἠθροισμένη ἀπὸ λαῶν πολλῶν ἐπὶ γῆν Ἰσραὴλ, ἐγένετο ἔρημος διόλου. Φασὶ δὲ τοῦ Ζοροβάβελ στρατηγοῦντος ταῦτα τὰ ἔθνη ἀναιρεθῆναι, καὶ ἀπὸ τῶν σκύλων τοῦ θείου νεὼ τὴν οἰκοδομίαν γενέσθαι
Gathered from many peoples upon the land of Israel, which had become wholly desolate. They say that while Zerubbabel was general, these nations were destroyed, and that from their spoils the building of the divine temple was accomplished.
「從許多民族中聚集而來,到以色列全然荒涼之地。」他們說,當所羅巴伯作統帥時,這些民族被剿滅,且神聖聖殿的建造乃是用他們的擄物成就的。
1:3849
Οὐδὲ γὰρ ηὐπόρουν χρη μάτων ἄνδρες πένητες καὶ αἰχμάλωτοι·
For men who were poor and captives had no abundance of money;
因為貧窮又是被擄的人,並無充足的財物;
1:3850
εἰκὸς δὲ καὶ τοὺς πλησιοχώρους, τῇ τῶν Ἰουδαίων εὐπραξίᾳ φθο νοῦντας, ταῦτα κατ' αὐτῶν μισθώσασθαι τὰ ἔθνη·
and it is likely that the neighbouring peoples, envying the prosperity of the Jews, hired these nations against them.
並且鄰近的民族,因嫉妒猶太人的興盛,很可能雇了這些民族來攻擊他們。
1:3851
ὅτι γὰρ διεκώλυσαν τὴν οἰκοδομίαν, ποτὲ μὲν τοὺς ὑπάρχους, ποτὲ δὲ τοὺς Περσῶν βασιλέας ἐξαπα τῶντες, μάρτυς τοῦ Ἔσδρα συγγραφή
That they hindered the rebuilding, at one time deceiving the governors and at another the kings of the Persians, the writing of Ezra bears witness.
他們阻撓了重建的工程,時而欺騙那些總督,時而欺騙波斯的諸王,以斯拉的記述便是明證。
1:3852
Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικοῦσιν ἐπ' εἰρήνης πάντες αὐτοί. Καὶ ἐκ τούτων δῆλον, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον τῶν ἐθνῶν τούτων ἐγένετο ἔφοδος·
'And they have come forth out of the nations, and they all dwell in peace.' And from this it is plain that immediately after the return the incursion of these nations took place.
「他們都是從列國中出來的,如今都安然居住。」由此可見,就在歸回之後,這些列國的入侵便隨即發生了。
1:3853
Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοι κοῦσιν ἐπ' εἰρήνης
'And they have come forth out of the nations, and they dwell in peace.'
「他們都是從列國中出來的,並且安然居住。」
1:3854
(θʹ.) Καὶ ἀναβήσῃ ὡς ὑε. τὸς, καὶ ἥξεις ὡς καταιγὶς καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν·
(v. 9.) 'And thou shalt go up as rain, and shalt come as a tempest and as a cloud, to cover the land.'
(第九節。)「你必如暴雨上來,又如密雲遮蓋地面。」
1:3855
καὶ πεσῇ σὺ, καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ
'And thou shalt fall, and all that are about thee, and many nations with thee.'
「你和你四圍的眾人,並與你同來的許多國民,都必仆倒。」
1:3856
Ἕτερα, φησὶ προσδοκῶν, ἕτερα πείσῃ, καὶ ἐλπίζων νίκην ὀλέθρῳ παραδοθείσῃ
'Expecting one thing,' he says, 'thou shalt suffer another, and, while hoping for victory, thou shalt be delivered over to destruction.'
他說:「你所指望的是一樣,所遭遇的卻是另一樣;你盼望得勝,反被交付於滅亡。」
1:3857
Εἶτα αὐτοῦ καὶ τοὺς διαλογισμοὺς δια γράφει
Then he also describes his very reasonings.
接著,先知又把他的心思意念一一描繪出來。
1:3858
Ἀναβήσονται, φησὶ, λογισμοὶ ἐπὶ τὴν καρδίαν σου, καὶ συλλογιῇ πονηροὺς λογι σμοὺς, καὶ ἐρεῖς·
'Reasonings shall come up upon thy heart,' he says, 'and thou shalt devise evil thoughts, and shalt say:'
他說:「必有意念湧上你的心,你要圖謀惡計,並要說:」
1:3859
Ἀναβήσομαι ἐπὶ γῆν ἀπεῤ ῥιμμένην
'I will go up against a land that has been cast off.'
「我要上去攻擊那被撇棄之地。」
1:3860
Ἥξω ἐπὶ ἡσυχάζοντας λαοὺς ἐν ἡσυχίᾳ κατοικοῦντας γῆν, ἐν οὐχ ὑπάρχει τεῖχος οὐδὲ θύραι
'I will come upon a people at ease, dwelling in quiet, inhabiting a land where there is neither wall nor gates.'
「我要來攻擊那安逸之民,就是安然居住、住在無牆無門之地的百姓。」
1:3861
Οὐδὲ μοχλοὶ τοῦ σκυλεῦσαι σκῦλα, καὶ προνομεῦσαι προνομὴν αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά μου ἐπὶ γῆν ἠρημωμένην
'Nor bars, to seize spoil and to plunder their plunder, to turn my hand against a land that has been laid waste,'
「也無門閂;為要搶奪掠物、擄掠財物,將我的手轉去攻擊那已成荒場之地,」
1:3862
κατῳκίσθη, ἐπὶ ἔθνος συνηγμένον ἀπὸ λαῶν πολλῶν, πεποιηκότες κτῆσιν καὶ ὕπαρξιν κατ οικούντων ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς
'which has been resettled; against a nation gathered together out of many peoples, who have acquired property and possessions, dwelling upon the navel of the earth.'
「就是那重新有人居住之地,攻擊那從許多民族中招聚而來的國,他們得了財產和貨物,住在地的中心。」
1:3863
Καὶ ταῦτα δὲ πάντα διδάσκει ἡμᾶς, ὡς μετὰ τὴν αἰχμαλωσίαν ἐγένετο, ἡνίκα οὔτε τείχη εἶχον αἱ πόλεις τῆς Ἰου δαίας, οὔτε πύλας, οὔτε μοχλοὺς, κατὰ τὴν προφη τείαν, διὸ καὶ κατεθάῤῥησεν ἐπιστρατεῦσαι τὰ προ ειρημένα ἔθνη·
And all these things teach us that it came to pass after the captivity, when the cities of Judaea had neither walls, nor gates, nor bars, according to the prophecy; wherefore also the aforesaid nations took courage to march against them.
而這一切都教導我們,此事乃是發生在被擄之後,正如預言所說,那時猶大的城邑既無城牆,又無城門,也無門閂;因此上述的列國才膽敢起兵攻擊他們。
1:3864
ἐπίσημος δὲ ἐγεγόνει μετὰ τὴν ἐπ άνοδον Ἰσραηλίτης λαὸς, ἐκ θείας ἐνεργείας τῆς ἐπανόδου τυχών·
For the people of Israel had become conspicuous after the return, having obtained their return by divine working.
因為以色列百姓在歸回之後已變得引人注目,他們的歸回乃是藉著神的作為而得的。
1:3865
καὶ καθάπερ ἐκ τῆς Αἰγύπτου ἔξοδος πολλὴν αὐτῷ παρέσχε τὴν περιφάνειαν, οὕτως ἀπὸ Βαβυλῶνος ἐπάνοδος λαμπροὺς αὐτοὺς καὶ περιβλέπτους ἐποίησεν·
And just as the exodus from Egypt afforded them great renown, so the return from Babylon made them illustrious and much regarded.
正如從埃及出來為他們帶來極大的聲望,照樣,從巴比倫的歸回也使他們顯赫而備受矚目。
1:3866
οὗ χάριν καὶ ἐπιστρατεῦσαι αὐτοῖς ταῦτα τετόλμηκε τὰ ἔθνη
For which reason these nations dared to march against them.
正因如此,這些列國才敢起兵攻擊他們。
1:3867
Καὶ μηδεὶς οἰέσθω ἀπίθανον τὴν προφητείαν, λογιζόμενος τὸ μεταξὺ διάστημα τῶν Σκυθικῶν ἐθνῶν, καὶ τῆς Ἰουδαίας
And let no one think the prophecy incredible, reckoning up the distance that lies between the Scythian nations and Judaea.
願沒有人因計算著西徐亞諸族與猶大之間相隔的距離,便以為這預言難以置信。
1:3868
Ἐνθυμείσθω δὲ ὡς καὶ ἐν τοῖς ἡμετέροις χρόνοις πᾶσαν τὴν Ἕω τοῦτο τὸ ἔθνος κατέλαβε, καὶ πλεῖστον πλῆθος ἐξανδραποδίσαν ἀπῆλθε
But let him consider that even in our own times this nation overran all the East, and departed having enslaved a very great multitude.
反倒要思想:即便在我們自己的時代,這一民族也橫掃了整個東方,擄掠了極大的群眾之後方才離去。
1:3869
Φρύγας δὲ καὶ Γα λάτας, Ἴβηράς τε καὶ Πέρσας, καὶ Αἰθίοπας, οὐχ ὡς ὑπακούοντας αὐτῷ λέγει συστρατεύεσθαι, ἀλλ' ὡς διαφόρως ἀναμιγέντας αὐτῷ, καὶ τοὺς μὲν αὐ τομολήσαντας καὶ ἑκοντὶ στρατευσαμένους, τοὺς δὲ δορυαλώτους γενομένους, καὶ συμπολεμεῖν ἀναγκα ζομένους
But the Phrygians and Galatians, the Iberians and Persians and Ethiopians, he says march together with him, not as being subject to him, but as being variously mingled with him: some having deserted and served willingly, and others having become prisoners of war and being compelled to fight alongside him.
至於弗呂家人和加拉太人、以比利亞人和波斯人並古實人,他說他們與他一同出征,並非因為臣服於他,乃是以不同方式與他混雜在一起:有些是叛投過來、甘心從軍的,有些則是被擄為戰俘、被迫一同作戰的。
1:3870
Τούτοις θεῖος λόγος καὶ ἠθοποιίαν προσ τίθησιν ἐκ προσώπου τῶν ἄλλων ἐθνῶν
To these the divine word adds also a characterization put in the mouth of the other nations.
對於這些人,神聖的話語又加上一段以其他列國口吻所作的刻畫。
1:3871
Ἆρα εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ, καὶ σκυλεῦσαι σκῦλα; Ἐξεκκλησίασας τὸν λαόν σου, τοῦ λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασθαι κτῆσιν καὶ ὕπαρξιν, τοῦ σκυ λεῦσαι σκῦλα μεγάλα
'Art thou come to take spoil, to seize plunder? Thou hast assembled thy multitude to take silver and gold, to carry off property and possessions, to seize great spoil.'
「你來豈是要搶奪掠物、擄掠財物麼?你聚集你的群眾,是要奪取金銀、擄去財產貨物、搶奪極大的掠物。」
1:3872
Σαβὰ δὲ, ὡς ἤδη ἔφην, ἔθνος ἐστὶν Αἰθιοπικὸν καὶ Ἰνδικόν·
And Sheba, as I have already said, is a nation both Ethiopian and Indian.
至於示巴,正如我先前所說,乃是一個既屬古實又屬印度的民族。
1:3873
ἔστι δὲ καὶ ἄλλη Αἰ θιοπική·
But there is also another Ethiopian nation.
然而另有一個古實的民族。
1:3874
Ταῦτα, φη. σὶν, ἅπαντα τὰ ἔθνη, ὁρῶντά σου τὴν ἐπανάστασιν, γνώσονται ὅτι χρημάτων ἐρῶν τὴν στρατείαν ἐποιήσω ταύτην
'All these nations,' he says, 'seeing thy uprising, shall know that thou hast made this campaign out of love of riches.'
他說:「這一切列國看見你的興起,就知道你發動這場征戰乃是出於貪愛財物。」
1:3875
Τάδε λέγει Ἀδωναῒ Κύριος·
'Thus saith the Lord Adonai:'
「主耶和華如此說:」
1:3876
Οὐχὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου τὸν Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ; Καὶ ἥξεις ἀπὸ τοῦ τόπου σου ἀπ' ἐσχάτου βοῤῥᾶ, σὺ καὶ πολλὰ ἔθνη μετὰ σοῦ·
'Shall it not be in that day, when my people Israel are settled in peace, that thou shalt know and be roused up? And thou shalt come from thy place, from the uttermost parts of the north, thou and many nations with thee;'
「當我民以色列安然居住的那日,你豈不知道、豈不興起麼?你必從你的地方,從北方的極處而來,你和與你同來的許多國民,」
1:3877
ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη, καὶ δύναμις πολλή
'all of them riders upon horses, a great assembly and a mighty host.'
「都騎著馬,成為大隊人馬,強盛的軍兵。」
1:3878
Καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ἰσραὴλ, ὡς νεφέλη, καλύψαι γῆν; Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἔσται·
'And thou shalt go up against my people Israel, as a cloud to cover the land. It shall be in the last of the days;'
「你必上來攻擊我民以色列,如密雲遮蓋地面。這事必在末後的日子發生;」
1:3879
τουτέστι, μετὰ τὴν ἐπάνοδον τοῦ Ἰσραήλ·
that is, after the return of Israel.
就是說,在以色列歸回之後。
1:3880
Ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ἰσραὴλ ἐπ' εἰρήνης, γνώσῃ καὶ ἐγερθήσῃ. Τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ τοῦ μακαρίου Μωσέως εἰρημένον·
'When my people Israel are settled in peace, thou shalt know and be roused up.' Such too is that which was said by the blessed Moses:
「當我民以色列安然居住的時候,你必知道、必興起。」蒙福的摩西所說的話也是如此:」
1:3881
αὐτῶν, Γώγ. Τὰ ἔθνη νῦν οὐ χρῄζει τοῦ Γὼγ εἰς διδασκαλίαν τοῦ τῶν ὅλων Θεοῦ·
'...against them, O Gog.' The nations now have no need of Gog for the teaching concerning the God of all;
「⋯⋯攻擊他們,歌革啊。」如今列國並不需要歌革來教導他們認識萬有的神;
1:3882
Πάλαι δὲ, πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, τῶν τοιούτων ἐδεῖτο θαυμά των
but of old, before the Lord's incarnation, they had need of such wonders.
但在古時,在主道成肉身以先,他們曾需要這樣的奇事。
1:3883
Καὶ γὰρ τοῦ Σενναχηρεὶμ ἐν τῇ Ἰουδαίᾳ τὰς πολλὰς ἐκείνας ἀπωλέσαντος χιλιάδας, ἐπέγνω τὰ ἔθνη διὰ τοῦ θαύματος τὸν τῶν ἁπάντων Θεόν
For indeed, when Sennacherib lost in Judaea those many thousands, the nations came to know, through the wonder, the God of all.
誠然,當西拿基立在猶大喪失了那許多的千萬人之時,列國便藉著這奇事認識了萬有的神。
1:3884
Γνωστὸς ἐν τῇ Ἰου δαίᾳ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ τῶν ἐθνῶν δὲ τούτων ἀναιρεθέντων ἐν τῇ Ἰουδαίᾳ, μαθόντες ἅπαντες τοῦ Θεοῦ τῶν ὅλων τὴν δύ ναμιν, εἰς ὑμνῳδίαν τὰς γλώσσας ἐκίνησαν
'God is known in Judaea; in Israel his name is great.' And when these nations were destroyed in Judaea, all, having learned the power of the God of all, moved their tongues to song of praise.
「在猶大神為人所認識,在以色列他的名為大。」當這些列國在猶大被剿滅之時,眾人既認識了萬有之神的大能,便都動口舌歌頌讚美。
1:3885
Ἵνα γνῷ με πάντα τὰ ἔθνη, ἐν τῷ ἁγιασθῆναί με ἐν σοί. Τουτέστιν, Ἐν τῷ δοξασθῆναί με δήλης μου τῆς δυνάμεως γενομένης
'That all the nations may know me, when I am sanctified in thee.' That is, When I am glorified, my power being made manifest.
「使一切列國因我在你身上顯為聖,就都認識我。」就是說,當我得榮耀、我的大能得以顯明的時候。
1:3886
Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ Γώγ·
'Thus saith the Lord Adonai to Gog:'
「主耶和華對歌革如此說:」
1:3887
Σὺ εἶ, περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου τῶν προφητῶν τοῦ Ἰσραὴλ, τῶν προφητευσάντων ἐν ταῖς ἡμέ ραις ἐκείναις καὶ ἔτεσι, τοῦ ἀναγαγεῖν σε ἐπ' αὐτούς
'Art thou he of whom I spoke in former days by the hand of my servants the prophets of Israel, who prophesied in those days and years, that I would bring thee up against them?'
「我在古時藉我僕人以色列的眾先知所說的,就是你麼?他們在那些年日豫言,說我必使你上來攻擊他們。」
1:3888
Καὶ Ἰωὴλ, καὶ Ὠσηὲ, καὶ Μιχαίας, καὶ οἱ ἄλλοι προφῆται περὶ τούτων τῶν ἐθνῶν προεθέσπι σαν
Joel too, and Hosea, and Micah, and the other prophets uttered predictions concerning these nations.
約珥、何西阿、彌迦,以及其他的眾先知,也都豫先論到這些列國。
1:3889
Καὶ διαθήσομαι αὐ τοῖς διαθήκην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς·
'And I will make a covenant with them in that day, with the beasts of the field, and with the birds of heaven, and with the creeping things of the earth;'
「當那日,我必為他們與田野的走獸、和空中的飛鳥、並地上的爬物立約;」
1:3890
καὶ τόξον, καὶ ῥομ φαίαν, καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς, καὶ κατ οικιῶ σε ἐπ' ἐλπίδι. Καὶ Ἰωὴλ δὲ, Ἰδοὺ, φησὶν, ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκεί. νῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ συνάξω πάντα τὰ ἔθνη, καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου, καὶ τῆς κληρο νομίας μου Ἰσραήλ. Μιχαίας δὲ οὕτω φησίν·
'and bow, and sword, and war I will break off from the earth, and I will make thee to dwell in hope.' And Joel also says, 'Behold, in those days and in that time, when I shall turn back the captivity of Judah and Jerusalem, I will also gather all the nations, and bring them down into the valley of Jehoshaphat, and I will enter into judgement with them there on behalf of my people and of my inheritance Israel.' And Micah speaks thus:
「我必從地上折斷弓、刀、和爭戰,使他們安然躺臥。」約珥也說:「看哪,到那些日子、那時候,我使猶大和耶路撒冷被擄之人歸回的時候,我必聚集萬民,帶他們下到約沙法谷,在那裏為我百姓、我產業以色列的緣故與他們爭辯。」彌迦則這樣說:」
1:3891
Ὤδινε καὶ ἀνδρίζου, θύγατερ Σιὼν, ὡς τίκτουσα, διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος·
'Be in travail and be strong, O daughter of Zion, like a woman in childbirth, for now thou shalt go forth out of the city, and shalt encamp in the field, and shalt come as far as Babylon;'
「錫安的女子啊,你要疼痛、要奮力,好像臨產的婦人;因為你如今必出城,住在田野,直到巴比倫;」
1:3892
ἐκεῖθεν ῥύσε ταί σε Κύριος Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου
'thence shall the Lord thy God deliver thee out of the hand of thine enemies.'
「在那裏耶和華你的神必救你脫離你仇敵的手。」
1:3893
Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλὰ, οἱ λέγοντες·
'And now many nations are gathered together against thee, who say:'
「現在有許多國民聚集攻擊你,他們說:」
1:3894
Ἐπιχαρούμεθα, καὶ ἐπόψονται οἱ ὀφθαλμοὶ ἡμῶν ἐπὶ Σιὼν, καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς, ὡς δράγματα ἅλωνος
'We will rejoice, and our eyes shall look upon Zion; but they knew not the reckoning of the Lord, nor did they understand his counsel, that he gathered them as sheaves of the threshing-floor.'
「我們要幸災樂禍,親眼觀望錫安。」但他們卻不曉得耶和華的意念,也不明白他的旨意,就是他聚集他們如同禾捆上到禾場。
1:3895
Ἀνάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς, καὶ κατ άξεις ἐν αὐτοῖς ἔθνη, καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς. Καὶ Ζα χαρίας δέ φησιν·
'Arise and thresh them, O daughter of Zion, for I will make thy horns iron, and I will make thy hoofs brass, and thou shalt beat in pieces many nations, and thou shalt crush many peoples, and shalt dedicate their multitude to the Lord, and their strength to the Lord of all the earth.' And Zechariah too says:
「錫安的女子啊,起來踹踏罷;因我必使你的角成為鐵,使你的蹄成為銅;你必打碎多國,粉碎許多民族,將他們的群眾獻與耶和華,將他們的財力獻與全地的主。」撒迦利亞也說:」
1:3896
Οὗτος λόγος Κυρίου πρὸς Ζο ροβάβελ, λέγων·
'This is the word of the Lord to Zerubbabel, saying:'
「這是耶和華指著所羅巴伯所說的話,說:」
1:3897
Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἐν Πνεύματί μου, λέγει Κύριος παντο κράτωρ
'Not by great might, nor by strength, but by my Spirit, saith the Lord Almighty.'
「不是倚靠勢力,不是倚靠才能,乃是倚靠我的靈,這是萬軍之耶和華說的。」
1:3898
Τίς εἶ σὺ, τὸ ὄρος τὸ μέγα, τὸ πρὸ προσ ώπου Ζοροβάβελ, τοῦ κατορθῶσαι; Ἐξ ὧν δῆλον, ὡς μετὰ τὴν ἐπάνοδον ἐπεστράτευσε τὰ ἔθνη ταῦτα, καὶ κατελύθη θείᾳ χειρί
'Who art thou, O great mountain, that art before the face of Zerubbabel, to set him right?' From which it is plain that after the return these nations marched against them, and were brought to nought by the divine hand.
「大山哪,你算甚麼呢?在所羅巴伯面前,你必成為平地。」由此可見,在歸回之後,這些列國起兵攻擊他們,卻被神的手所消滅。
1:3899
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ἂν ἡμέρᾳ ἔλθῃ Γὼγ ἐπὶ τὴν γῆν Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος, ἀναβήσεται θυμός μου ἐν ὀργῇ μου
'And it shall come to pass in that day, in the day when Gog shall come against the land of Israel, saith the Lord Adonai, that my fury shall come up in my wrath.'
「主耶和華說:歌革來攻擊以色列地的那日,我的烈怒必在我的忿怒中發作。」
1:3900
Καὶ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου·
'And my jealousy in the fire of my wrath;'
「我的妒忿必在我烈怒的火中;」
1:3901
ἐλάλησα ὑμῖν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σει σμὸς μέγας ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ
'I have spoken to you; in that day there shall be a great shaking upon the land of Israel.'
「我已向你們說過;當那日,在以色列地必有大震動。」
1:3902
Σει σμὸν καλεῖ τὸ τοῦ πράγματος μέγεθος
By 'shaking' he calls the magnitude of the event.
他以「震動」來稱呼那事件的浩大。
1:3903
Ὥσπερ γὰρ τοῦ σεισμοῦ τὴν αἴσθησιν ἅπαντες μετὰ δέους δεχό μεθα, οὕτω καὶ τῶν μεγάλων θαυμάτων τὴν γνῶσιν
For just as we all receive the sensation of an earthquake with dread, so also do we receive the knowledge of great wonders.
因為正如我們眾人都懷著恐懼領受地震的感覺,照樣,我們也如此領受對大奇事的認識。
1:3904
Οὐδὲν δὲ ἀπεικὸς, καὶ σεισμὸν γενέσθαι τῆς τιμωρίας τοῖς δυσσεβέσι καὶ θηριώδεσιν ἐπαγομένης
Nor is it improbable that an actual earthquake also came to pass, being brought as a punishment upon the impious and brutish ones.
而確有地震發生也非不可能,這震動乃是作為刑罰,臨到那些不敬虔、如同野獸的人。
1:3905
Τὸν δὲ θυμὸν, καὶ τὴν ὀργὴν, καὶ τὸν ζῆλον, καὶ τὸ πῦρ τῆς ὀργῆς, θεοπρεπῶς νοήσομεν
But the fury, and the wrath, and the jealousy, and the fire of the wrath, we shall understand in a manner befitting God.
至於烈怒、忿怒、妒忿、以及忿怒的火,我們當以合乎神的方式來領會。
1:3906
Ἀνθρωπίνως γὰρ αὐτὰ τέθεικε τὴν τιμωρίαν παραδηλῶν
For in human fashion he has set them down, indicating the punishment.
因為他乃是以人的方式提及這些,藉此表明那刑罰。
1:3907
Λέγει δὲ σεισθήσεσθαι ἀπὸ τοῦ φόβου τῶν γεγονότων οὐ μόνον τοὺς ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἰχθύας, καὶ τὰ πε τεινὰ, καὶ τὰ ἑρπετὰ, καὶ τὰ θηρία·
And he says that from the fear of the things that had happened not only men shall be shaken, but also the fishes, and the birds, and the creeping things, and the beasts;
他又說,因著所發生之事的驚恐,不但人要震動,連魚、飛鳥、爬物、和走獸也都要震動;
1:3908
τά τε ὄρη ῥα γήσεσθαι, καὶ τὰς φάραγγας συγχωσθήσεσθαι, καὶ τὰ τείχη διαλυθήσεσθαι
and that the mountains shall be rent, and the ravines shall be filled up, and the walls shall be broken down.
並且諸山要崩裂,山谷要被填平,牆垣要倒塌。
1:3909
Ἐξ ὧν δῆλον, ὅτι σεισμὸν τῷ ὄντι τὸν σεισμὸν ἐκάλεσεν
From which it is plain that he called the shaking a shaking in very truth.
由此可見,他所稱的震動,實在就是真正的震動。
1:3910
Οὐ γὰρ μόνον τοῖς λο γικοῖς, ἀλλὰ καὶ τοῖς ἀλόγοις δέος ἐπιτίθησιν σει σμὸς, καὶ ὄρη διαῤῥήγνυσιν, ὡς ἐκ τῶν ἀποσχιζο μένων τμημάτων ἀποφράττεσθαι τὰς φάραγγας
For not only upon rational beings, but also upon the irrational, does the earthquake lay dread; and it rends mountains, so that from the pieces broken off the ravines are blocked up.
因為地震不但使有理性的受造之物懼怕,也使無理性的受造之物懼怕;它撕裂群山,以致那崩落的碎塊將山谷堵塞。
1:3911
Καὶ τείχη καταλύει, καὶ πόλεις συγχώννυσι, καὶ ἁπαξα πλῶς τούτου διδάσκαλος πεῖρα
And it overthrows walls, and buries cities together in ruin; and, in a word, of this experience is the teacher.
它又推倒牆垣,把城邑一同埋在瓦礫之中;一言以蔽之,經驗就是這事的教師。
1:3912
Καὶ συγκαλέσω ἐπ' αὐτὸν φόβον μαχαί ρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος
'And I will call together against him the fear of the sword upon all my mountains, saith the Lord Adonai.'
「主耶和華說:我必令刀劍的恐懼臨到我的諸山攻擊他。」
1:3913
φησὶν, ἡγησαμένου δειλίαν αὐτοῖς ἐμ. βαλῶ, καὶ πολεμίων φόβον, ὡς φυγῇ χρωμένους καὶ ἀλλήλους ἀγνοεῖν, καὶ ἐπ' ἀλλήλων ἀναιρεῖσθαι
He says, 'I will cast cowardice upon them, and the fear of enemies, so that, taking to flight, they shall not recognize one another, and shall be slain by one another.'
他說:「我必使膽怯臨到他們,並使仇敵的恐懼臨到他們,以致他們四散奔逃、彼此不認得、並且互相殘殺。」
1:3914
Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς·
For this he made plain when he said:
因為他這樣說的時候,就把這事表明了:
1:3915
Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται
'Every man's sword shall be against his brother.'
「各人的刀必攻擊他的弟兄。」
1:3916
( κβʹ.) Καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ καὶ αἵματι
(v. 22.) 'And I will judge him with death and blood.'
(第二十二節。)「我必用瘟疫和流血刑罰他。」
1:3917
Οὐ μόνον δὲ ὑπ' ἀλλήλων ἀναλωθήσονται, ἀλλὰ καὶ ἄνωθεν αὐτοὺς ἐγὼ πολεμήσω
And not only shall they be consumed by one another, but I also from above will make war upon them.
他們不但要彼此消滅,並且我也要從上頭攻擊他們。
1:3918
Ἐν ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης, καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ' αὐτὸν, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ·
'With overflowing rain and hailstones, and fire and brimstone I will rain upon him, and upon all that are with him;'
「我必用漫過的暴雨和大冰雹、火與硫磺降在他和一切與他同來之人身上;」
1:3919
καὶ μεγαλυνθήσο μαι, καὶ ἐνδοξασθήσομαι, καὶ ἁγιασθήσομαι, καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος
'and I will be magnified, and be glorified, and be sanctified, and be made known before many nations, and they shall know that I am the Lord.'
「我必顯為大、顯為榮、顯為聖,在多國眼前顯明自己;他們就知道我是耶和華。」
1:3920
Τούτων γὰρ ὀλέ θρῳ παραδοθέντων, οἱ τέως ἀγνοοῦντές με ἐπιγνώ σονται τὴν δύναμιν, καὶ τὴν ἐμὴν προσκυνήσουσι δεσποτείαν
For when these have been delivered over to destruction, they who until now were ignorant of me shall recognize my power, and shall worship my dominion.
因為當這些人被交付於滅亡之後,那些迄今仍不認識我的人便要認識我的大能,並要敬拜我的主權。
1:3921
Εἶτα πάλιν παρακελεύεται τῷ προφήτῃ προφητεῦ σαι ἐπ' αὐτὸν, καὶ ἐπὶ τὰ σὺν αὐτῷ ἔθνη, ὅτι δι' αὐ τοῦ συγχωροῦντος ἥξουσιν ἀπ' ἐσχάτου βοῤῥᾶ, ἐπὶ τὸ δίκας δοῦναι τῆς θηριωδίας ἀξίας
Then again He charges the prophet to prophesy against him and against the nations that are with him, since by His permission they will come from the uttermost north, in order to pay the penalty worthy of their brutality.
接著,祂再次囑咐先知要向他,以及與他同來的列國說預言,因為他們是憑著祂的容許,從極北之地前來,好為他們配得懲罰的兇殘暴行受報。
1:3922
Ἐπιλέγει δὲ καὶ τὴν ἐσομένην αὐτοῖς ἀσθένειαν
He goes on to declare also the weakness that shall come upon them.
祂又進一步宣告那將臨到他們身上的軟弱。
1:3923
Ἀποτινάξω γὰρ, φησὶν, τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς, καὶ τὰ βέλη σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς
For I will strike, He says, thy bow out of thy left hand, and thine arrows out of thy right hand.
祂說:我要把你的弓從你左手擊落,把你的箭從你右手打掉。
1:3924
Καὶ κατα βαλῶ σε ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σὲ, καὶ πολλὰ ἔθνη τὰ μετὰ σοῦ
And I will cast thee down upon the mountains of Israel, and thou shalt fall, thou and all that are round about thee, and the many nations that are with thee.
我要把你摔倒在以色列的眾山上,你和你四圍的眾人,並與你同來的許多國民,都必仆倒。
1:3925
Τούτοις προστίθησιν, ὅτι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ὠμοβόροις θηρίοις δοθήσεται βορά
To these He adds that they shall be given as food to the birds of heaven and to the flesh-eating beasts.
祂又加上說,他們必被交給空中的飛鳥和吞吃生肉的野獸作食物。
1:3926
Ἀποστελῶ πῦρ ἐπὶ Γὼγ, καὶ κατοικι σθήσονται αἱ νῆσοι ἐπ' εἰρήνης, καὶ γνώσον ται ὅτι ὄνομά μοι Κύριος, δηλοῖ, ὡς τοῦ Γὼγ τὴν πανωλεθρίαν ἐκείνην ὑπομείναντος, οὐ μόνον οἱ ἠπειρῶται, ἀλλὰ καὶ οἱ νησιῶται θαῤ ῥήσουσιν·
I will send fire upon Gog, and the isles shall be inhabited in peace, and they shall know that My name is the Lord: He shows that, once Gog has undergone that utter destruction, not only the mainlanders but even the islanders shall take courage;
我要降火在歌革身上,眾海島必得安然居住,他們就知道我名為耶和華:祂藉此表明,當歌革遭受那徹底的毀滅之後,不但陸地上的人,就連海島上的居民也必壯膽;
1:3927
ἐδεδοίκεισαν γὰρ τὴν ἐκείνων στρατείαν ἀκούσαντες
for they had been in dread when they heard of the campaign of those men.
因為他們一聽見那些人出兵征戰的消息,就滿心懼怕。
1:3928
Καὶ τὸ ὄνομά μου, φησὶ, τὸ ἅγιον γνωσθή σεται ἐν μέσῳ τοῦ Ἰσραὴλ, καὶ οὐ βεβηλωθήσε ται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι
And My holy name, He says, shall be made known in the midst of Israel, and My holy name shall no more be profaned.
祂說:我的聖名必在以色列中間顯明出來,我的聖名也必不再被褻瀆。
1:3929
Καὶ γνώσεται τὰ ἔθνη, ὅτι ἐγώ εἰμι Κύριος ἅγιος ἐν μέσῳ τοῦ Ἰσραήλ. Μαθόντα γὰρ τὰ ἔθνη τῆς ἐμῆς προνοίας τὴν δύναμιν, καὶ ὅπως ὑπερασπίζω τοῦ χρηματίζοντός μου λαοῦ, οὐκ ἔτι ἀσθένειάν μου κατηγορήσουσιν, οὐδὲ νομιοῦσι διὰ τὴν ἐμὴν ἀδυναμίαν τὴν προτέραν αἰχμαλωσίαν τοῦ λαοῦ μου γενέσθαι
And the nations shall know that I am the Lord, the Holy One in the midst of Israel. For when the nations have learned the power of My providence, and how I shield the people that bears My name, they will no longer accuse Me of weakness, nor will they suppose that the former captivity of My people came about through any inability on My part.
列國必知道我是耶和華,是在以色列中間的聖者。因為列國一旦認識我護理的大能,並我如何保護那稱為我名下之民,他們就不再指控我軟弱無能,也不再以為我子民先前被擄,是因我無力所致。
1:3930
Εἶτα τῶν εἰρημένων τὸ βέβαιον δείκνυσιν
Then He shows the certainty of what has been said.
接著祂彰顯所說之事的確實可靠。
1:3931
Ἰδοὺ ἥκει, καὶ γνώσῃ, ὅτι ἔσται, λέγει Ἀδωναῒ Κύριος
Behold, it comes, and thou shalt know that it shall be, saith the Lord Adonai.
看哪,這事臨到了,你必知道這事必成,這是主耶和華說的。
1:3932
Νόμισον αὐτὰ, φησὶ, γεγενῆσθαι, καὶ ὡς περὶ γεγενημένων ἀναντίῤῥητον ἔχε τὴν πί στιν·
Reckon these things, He says, as already come to pass, and hold an unshakeable faith concerning them as concerning things already done;
祂說:你要看這些事如同已經發生,並要以堅定不移的信心對待它們,如同對待已經成就的事一樣;
1:3933
πάντως γὰρ γενήσεται τὰ ὑπ' ἐμοῦ προῤῥη θέντα
for the things foretold by Me shall assuredly come to pass.
因為凡我所預言的,必定要成就。
1:3934
Αὕτη ἐστὶν ἡμέρα, ἣν ἐλάλησα. Περὶ ταύτης, φησὶ, τῆς ἡμέρας πολλάκις προηγό ρευσα
This is the day of which I have spoken. Concerning this day, He says, I have often given warning beforehand.
這就是我所說過的日子。祂說:關於這日子,我曾多次預先宣告。
1:3935
Καλεῖ δὲ ἡμέραν τῆς τοῦ Γὼγ τιμωρίας τὸν καιρόν
And He calls the time of Gog's punishment a day.
祂稱歌革受懲罰的那個時候為「日子」。
1:3936
Εἶτα διδάσκει, ὡς ἅπας Ἰσραὴλ ἀντὶ ξύλων τοῖς ἐκείνων χρήσονται ὅπλοις, δόρασί τε καὶ τόξοις, καὶ βέλεσι, θυρεοῖς τε καὶ πέλταις, καὶ βακτηρίαις·
Then He teaches that all Israel shall use those men's weapons in place of firewood, spears and bows and arrows, shields and bucklers and staves;
接著祂教訓說,全以色列必用那些人的兵器代替柴火,就是槍、弓、箭、大盾、小盾和棍棒;
1:3937
καὶ ὅτι οὐ δεηθήσονται ξύλων τομῆς, ἀλλ' ἐν ἑπτὰ ἔτεσιν ἀρκέσει αὐτοῖς εἰς τὴν χρείαν τὰ προειρημένα ὅπλα
and that they shall not need to fell timber, but for seven years the aforesaid weapons shall suffice them for their need.
並且他們必不需要砍伐木柴,因為那些兵器足夠他們使用達七年之久。
1:3938
Καὶ διὰ τούτων δὲ τὸ πλῆθος αὐτῶν παραδη λοῖ·
And by these things He also indicates the multitude of them;
祂又藉這些事表明他們人數的眾多;
1:3939
προλέγει δὲ καὶ τὸ ἐσόμενον μνῆμα τοῦ Γώγ
and He foretells also the tomb that shall be Gog's.
祂也預言歌革將來的墳墓。
1:3940
Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δώσω τῷ Γὼγ τόπον ὀνομαστὸν μνημεῖον Ἰσραὴλ, τὸ πολυάνδριον τῶν ἐπελθόντων ἐξ ἀνατολῆς τῆς θαλάσσης
For it shall come to pass in that day, He says, that I will give to Gog a place of renown, a grave in Israel, the burial-ground of the multitude of those who came up from the east of the sea.
祂說:當那日,我必將以色列中一處有名之地賜給歌革作墳墓,就是那從海之東邊上來眾人的葬身之地。
1:3941
Ἔνθα, φησὶν, ἔθαψαν τοὺς ἐκ τῶν ἑῴων ἐπελθόντας αὐτοῖς με ρῶν, ἐκεῖ καὶ τοῦτον θάψουσιν
There, He says, where they buried those who came up against them from the eastern parts, there also they shall bury this one.
祂說:他們在那從東方前來攻擊他們之人的埋葬之處,也要在那裡埋葬這人。
1:3942
Ἀναμιμνήσκει δὲ αὐτοὺς διὰ τούτου τῆς ἐπὶ τοῦ Σενναχηρεὶμ γενομέ νης τῶν Ἀσσυρίων σφαγῆς·
By this He reminds them of the slaughter of the Assyrians that took place in the time of Sennacherib;
祂藉此使他們想起在西拿基立時代所發生的亞述人被殺之事;
1:3943
ὅτι καὶ τότε τῆς αὐτοῦ ἐπικουρίας ἀπήλαυσαν, καὶ μετὰ ταῦτα τῆς αὐτοῦ τεύξονται προμηθείας
that then too they enjoyed His succour, and that hereafter also they shall obtain His forethought.
就是說,他們那時既蒙祂的救助,此後也必得著祂的眷顧。
1:3944
φησὶ, δαπανηθήσεται χρόνος εἰς ταύτην τὴν ταφήν·
He says that a length of time shall be spent upon this burial;
祂說,這場埋葬要耗費許多時日;
1:3945
καὶ τὴν ἡμέραν δὲ τῆς ἐκείνου πανωλεθρίας ἐπίσημον ποιήσονται
and that they shall make notable the day of that man's utter destruction.
並且他們必使那人徹底毀滅的日子成為顯赫可記念的。
1:3946
Ἔσται γὰρ αὐτοῖς, φησὶν, εἰς ὄνομα ἡμέρα, ἐν δοξασθήσομαι, λέγει Ἀδωναῒ Κύριος. Ἀλλὰ καὶ ἄνδρας, φησὶν, ἀφορί-σουσιν, ὥστε περινοστῆσαι τὴν γῆν, καὶ παραδοῦναι ταφῇ τοὺς ἐν τῷ φεύγειν, τὸν θάνατον δεξαμέ νους
For it shall be for them, He says, for a name, the day in which I shall be glorified, saith the Lord Adonai. Moreover, He says, they shall also set apart men to pass over the land and to give to burial those who, in their flight, met their death.
祂說:我得榮耀的那日,必成為他們的名聲,這是主耶和華說的。祂又說:他們也要分派人巡行遍地,把那些在逃跑時遇難身亡的人埋葬。
1:3947
Καὶ ζητήσουσι πᾶς διαπορευόμενος τὴν γῆν, καὶ διερχόμενος, καὶ ἰδὼν ὀστοῦν ἀνθρώ που, οἰκοδομήσει παρ' αὐτῷ σημεῖον, ἕως οὗ θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαὶ τοῦ πο λυανδρίου τοῦ Γώγ
And all who pass through the land, traversing it, shall seek out; and he that sees a man's bone shall build a marker beside it, until the buriers have buried it in the valley of the multitude of Gog.
凡經過那地、往來行走的人,都要尋察;那看見人骨頭的,就在旁邊立一標記,等到埋葬的人把它葬在歌革眾人的谷中。
1:3948
Ἐπὶ χρόνῳ πολλῷ, φησὶ, πε ρινοστήσουσι τοὺς ἀτάφους παραδιδόντες ταφῇ·
For a long time, He says, they shall go about, giving to burial those left unburied;
祂說:他們要長久地巡行,把那些未經埋葬的人安葬;
1:3949
καὶ οἱ ὁδῖται δὲ, εἴ που ὀστοῦν εὕροιεν, λίθους κατ' αὐτὸ ἀθροίζοντες, δῆλον ποιήσουσι τοῖς τὸ θάπτειν ἐγκε χειρισμένοις, ὥστε κἀκεῖνα συναγαγεῖν, καὶ τῶν νο μιζομένων ἀξιῶσαι
and the travellers too, if anywhere they should find a bone, gathering stones upon it, shall make it plain to those entrusted with the burying, so that they may collect those bones also and grant them the customary rites.
行路的人若在何處尋見骸骨,就在其上堆積石頭,使那些受託埋葬的人得以知道,好把那些骸骨也收殮起來,照習俗予以安葬。
1:3950
Καὶ τὸ ὄνομα δὲ τοῦ τόπου κληθήσεται. διάπτωσις καὶ πολυάνδριον, καὶ καθαρισθή σεται γῆ
And the name of the place shall be called Downfall and Multitude, and the land shall be cleansed.
那地方必稱為「敗落」與「眾人之谷」,那地也必得潔淨。
1:3951
Οὕτω ταῦτα προαγορεύσας, τοῖς ὀρνέοις καὶ τοῖς θηρίοις παρακελεύεται, ὡς ἐπὶ θοίνην τινὰ καὶ εὐωχίαν ἐλθεῖν, ἅτε δὴ πολλῶν καὶ ἀπείρων ἐῤ ῥιμμένων σωμάτων·
Having thus foretold these things, He charges the birds and the beasts to come, as it were, to a certain feast and banquet, seeing that many and countless bodies had been cast forth;
祂如此預言了這些事之後,就吩咐飛鳥和野獸前來,彷彿赴某種盛筵和宴席一般,因為有許多不計其數的屍體被拋棄在地;
1:3952
οὐχ ὡς λογικοῖς δὲ τούτοις παρ εγγυᾷ, ἀλλὰ πείθων τοὺς λογικοὺς, ὡς καὶ ταῦτα αὐτοῦ συγχωροῦντος γίνεται
not that He gives this charge to them as to rational creatures, but persuading rational beings that these things too come to pass by His permission.
並非祂是把這命令吩咐給牠們這些沒有理性的受造物,乃是要使有理性的人明白,連這些事也是憑著祂的容許而發生的。
1:3953
Τὸ δὲ, Φάγεσθε κρέα μόσχων, καὶ κριῶν, καὶ ἀρνῶν, καὶ τράγων, καὶ ταύρων ἐστεατωμένων πάντων, τροπικῶς ἔφη, τοὺς βασιλέας αὐτῶν καὶ ἄρχοντας, καὶ ἀριστέας, διὰ τῶν μόσχων, καὶ κριῶν, καὶ τράγων, καὶ ταύρων ὀνομάσας
As for the words, Ye shall eat the flesh of calves, and of rams, and of lambs, and of he-goats, and of bullocks all fatted, He spoke figuratively, naming their kings and rulers and champions under the figure of the calves and rams and he-goats and bullocks.
至於「你們要吃公牛犢、公綿羊、羊羔、公山羊、肥壯公牛的肉」這話,祂是用比喻說的,藉著公牛犢、公綿羊、公山羊和公牛,指他們的君王、首領和勇士。
1:3954
Θυ σίαν δὲ αὑτοῦ κέκληκε τὴν γνώμῃ αὐτοῦ γενομένην ἐκείνων ἀναίρεσιν κʹ
And He has called the destruction of those men, brought about by His will, His own sacrifice.
祂又稱那按祂旨意所成就的、對那些人的除滅為祂自己的祭物。
1:3955
Καὶ ἐμπλησθήσεσθε, φησὶν, ἐπὶ τῆς τρα πέζης μου, τουτέστιν, ἐπὶ τῆς παρ' ἐμοῦ προσ ενεχθείσης ὑμῖν τροφῆς
And ye shall be filled, He says, at My table, that is, with the food provided to you by Me.
祂說:你們必在我的席上得飽足,就是說,得飽於我所供給你們的食物。
1:3956
Καὶ δεικνὺς τίς αὕτη, ἐπ ήγαγεν·
And to show what this is, He added:
為要表明這食物是什麼,祂接著說:
1:3957
Καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν καὶ ὄψεται πάντα τὰ ἔθνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ' αὐ τούς
And I will set My glory among you, and all the nations shall see My judgment which I have executed, and My hand which I have laid upon them.
我要在你們中間彰顯我的榮耀,列國都必看見我所施行的審判,和我加在他們身上的手。
1:3958
Τῆς σφαγῆς, φησὶ, γενομένης, καὶ τῆς τοιαύ της ὑμῖν θοίνης προσενεχθείσης, θεωρήσει πάντα τὰ ἔθνη καὶ τὸ δυνατὸν τῆς ἐμῆς προνοίας, καὶ τὸ τῆς κρίσεως δίκαιον
When the slaughter has taken place, He says, and such a feast has been set before you, all the nations shall behold both the might of My providence and the justice of My judgment.
祂說:那殺戮既已發生,這樣的盛筵既已擺在你們面前,列國就必看見我護理的大能,和我審判的公義。
1:3959
Τὸ δὲ, Ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα, τῆς προτέρας ἀγνοίας κατ ηγορεῖ
And the words, From this day and beyond, censure their former ignorance.
至於「從這日以後」這話,是責備他們先前的愚昧無知。
1:3960
Καὶ γνώσεται πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν οἶ κος Ἰσραὴλ, ἀνθ' ὧν ἠθέτησαν εἰς ἐμὲ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, καὶ παρ έδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐθνῶν αὐτῶν, καὶ ἔπεσον πάντες μαχαίρᾳ
And all the nations shall know that the house of Israel were led captive because of their sins, in that they dealt treacherously against Me, and I turned My face away from them, and delivered them into the hands of their enemy nations, and they all fell by the sword.
列國必知道,以色列家被擄是因他們的罪孽,就是因他們以詭詐待我,我便掩面不顧他們,將他們交在他們仇敵列國的手中,他們就都倒在刀下。
1:3961
Κατὰ τὰς ἀκαθαρ σίας αὐτῶν, καὶ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίη σα αὐτοῖς, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτῶν
According to their uncleannesses, and according to their transgressions, I dealt with them, and I turned My face away from them.
我照他們的污穢和他們的過犯待他們,並掩面不顧他們。
1:3962
Θεώμενα, φησὶ, τὰ ἔθνη τὸν ἐπενεχ θέντα τῷ Γὼγ ὄλεθρον, γνώσεται ὡς καὶ Βαβυλω νίοις ταύτην ἠδυνάμην ἐπενεγκεῖν τὴν τιμωρίαν·
The nations, He says, beholding the destruction brought upon Gog, shall know that I was able to bring this same punishment upon the Babylonians also;
祂說:列國看見臨到歌革的毀滅,就必知道我也能將這同樣的懲罰加在巴比倫人身上;
1:3963
ἀλλὰ δίκας τὸν Ἰσραὴλ τῆς ἀσεβείας καὶ παρανο μίας πραττόμενος, ἐξανδραποδισθῆναι παρεχώρησα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσας ἐπικουρίας
but that, exacting from Israel the penalty of their impiety and lawlessness, I permitted them to be led away into slavery, deeming them worthy of no succour.
只是我向以色列追討他們不敬虔和不法之罪,就容許他們被擄為奴,不使他們得著任何救助。
1:3964
Καὶ τοῦτο δὲ σαφῶς ἡμᾶς διδάσκει, ὡς εὐθὺς μετὰ τὴν ἐπάνοδον τούτων τῶν ἐθνῶν ἐγένετο ἐπανάστασις
And this too plainly teaches us that the uprising of these nations occurred immediately after the return.
這也清楚地教導我們,這些國民的起兵作亂,是在歸回之後隨即發生的。
1:3965
Γνώσεται γὰρ, φησὶ, πάντα τὰ ἔθνη, ὅτι διὰ τὰς ἁμαρτίας αὑτῶν ᾐχμαλωτεύθησαν πᾶς οἶκος Ἰσραήλ. Θεω ροῦντες γὰρ ἅπαντες τὴν ἀθρόαν ἐκείνων ἀναίρεσιν, λογισμοῖς ὀρθοῖς χρώμενοι συνήσουσιν, ὅτι δίκας τί νοντες τῶν ἁμαρτημάτων, τὴν αἰχμαλωσίαν ἐκείνην ὑπέμειναν
For all the nations, He says, shall know that the whole house of Israel were led captive because of their sins. For when all men behold the sudden destruction of those people, using right reasoning they will understand that it was in paying the penalty of their sins that they endured that captivity.
祂說:列國必知道以色列全家被擄是因他們的罪孽。因為眾人看見那些人突然被除滅,運用正確的推理,就必明白他們忍受那被擄之苦,乃是為自己的罪孽受報。
1:3966
Μαρτυρεῖ δὲ τούτοις καὶ τὰ ἐπαγόμενα·
And the words that follow bear witness to these things:
接下來的話也為這些事作見證:
1:3967
Νῦν ἀναστρέψω τὴν αἰχμαλωσίαν Ἰακὼβ, καὶ ἐλεήσω τὸν οἶκον Ἰσραὴλ, καὶ ζηλώσω διὰ τὸ ὄνομά μου τὸ ἅγιον
Now will I turn again the captivity of Jacob, and have mercy on the house of Israel, and be jealous for My holy name's sake.
現在我要使雅各被擄的歸回,憐憫以色列全家,並為我的聖名發熱心。
1:3968
Καὶ λήψονται τὴν ἀτιμίαν ἑαυτῶν, καὶ πάσας τὰς ἀδικίας αὐτῶν, ἃς ἠδίκησαν εἰς ἐμὲ ἐν τῷ κατοικισθῆναι αὐτοὺς ἐπὶ τῆς γῆς αὑτῶν ἐπ' εἰρήνης, καὶ οὐκ ἔσται ἐκφοβῶν
And they shall bear their dishonour, and all their iniquities whereby they trespassed against Me, when they dwelt upon their own land in peace, and there was none to make them afraid.
他們必擔當自己的羞辱,和他們一切干犯我的罪孽,就是當他們安然居住在自己地上、無人使他們驚嚇之時所犯的。
1:3969
Ἐν τῷ ἐπιστρέψαι με αὐτοὺς ἐκ τῶν ἐθνῶν, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῶν χωρῶν αὐτῶν
When I bring them back from the nations, and gather them out of their lands.
就是當我使他們從列國歸回,領他們出離他們所在之地的時候。
1:3970
αὐτοὶ τούτων ἑαυτοῖς ἐγένοντο πρόξενοι, καὶ τῆς ἀτιμίας αἰτία ἀδικία
They themselves became the authors of these things to themselves, and the cause of their dishonour was their own iniquity.
他們自己成了這一切事的肇因,他們羞辱的緣由乃是他們自己的不義。
1:3971
Τούτοις δὲ, φησὶ, χρή σονται τοῖς λογισμοῖς εἰς τὴν οἰκείαν ἐπανελθόντες γῆν, καὶ τῶν χαλεπῶν τούτων τῶν πολεμίων ἀπαλ λαγέντες·
These reasonings, He says, they shall employ when they have returned to their own land, and have been delivered from these grievous enemies;
祂說:當他們歸回本地、脫離這些兇惡的仇敵之後,就必運用這樣的思想;
1:3972
τότε γὰρ, Καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐθνῶν. Ἀντὶ τοῦ·
for then, And I shall be sanctified in them in the sight of the nations. Which is as much as to say:
因為到那時,「我必在他們身上,在列國眼前顯為聖。」這話等於是說:
1:3973
Καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος Θεὸς αὐτῶν, ἐν τῷ ἐπιφανῆναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι
And they shall know that I am the Lord their God, when I have manifested Myself to them among the nations.
當我在列國中向他們顯現的時候,他們就必知道我是耶和華他們的神。
1:3974
Καὶ συνάξω αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν, καὶ οὐ καταλείψω οὐκέτι ἀπ' αὐτῶν ἐκεῖ. Καὶ τοῦτο, ὅσον ἧκεν εἰς τὴν θείαν κηδεμονίαν, γεγένηται·
And I will gather them upon their own land, and I will leave none of them there any more. This too, so far as pertained to the divine care, has been accomplished;
我要把他們聚集到他們本地,必不再撇下他們一人在那裡。這事就神的眷顧而言,也已經成就了;
1:3975
οἱ δὲ τοῖς θείοις νό μοις ἀντιτείνειν εἰωθότες, ἐπανελθεῖν οὐκ ἠθέλησαν, ἀλλ' οἱ πλείους τῆς πατρῴας γῆς τὴν ξένην προείλοντο
but those who were wont to resist the divine laws refused to return, and the greater part preferred the foreign land to that of their fathers.
只是那些慣於抗拒神律法的人不肯歸回,反倒多數人揀選了異地,不揀選他們祖先之地。
1:3976
Καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτῶν, ἀνθ' ὧν ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἶκον Ἰσραὴλ, λέγει Ἀδωναῒ Κύριος
And I will no more turn away My face from them, because I have poured out My wrath upon the house of Israel, saith the Lord Adonai.
我必不再掩面不顧他們,因我已將我的忿怒傾倒在以色列家身上,這是主耶和華說的。
1:3977
Καὶ τοῦτο δὲ ἕπεται τῶν ἀνθρώπων τῇ γνώμῃ
And this too follows upon the disposition of men.
這事也是隨從人心志的意向而定的。
1:3978
Ἐφ' ἡμῖν γάρ ἐστι τὸ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπι θεῖναι τὸ πέρας·
For it lies with us to set the fulfilment upon the good promises;
因為使那美好的應許得以最終成就,這事在乎我們;
1:3979
σπουδάζοντες δὲ, καὶ σὺν προθυμίᾳ πάσῃ τοὺς θείους νόμους φυλάττον τες, ἀπολαυσόμεθα πάντως τῶν ἐπηγγελμένων ἀγα θῶν
and if we are diligent, and with all readiness keep the divine laws, we shall by all means enjoy the good things that have been promised.
我們若殷勤,並以全然的樂意謹守神的律法,就必定得享那所應許的美福。
1:3980
Οὕτω καὶ τοῖς Ἰουδαίοις ὑπέσχετο μὴ ἀποστρέ ψειν ἀπ' αὐτῶν τὸ πρόσωπον, δηλονότι πειθομένων αὐτῷ καὶ πιστευόντων, καὶ τοὺς θείους φυλασσόντων νόμους
Thus also He promised the Jews that He would not turn His face away from them, that is to say, provided they obeyed Him and believed in Him and kept the divine laws.
祂也照樣應許猶太人,說祂必不掩面不顧他們,這自然是說,只要他們順從祂、信靠祂,並謹守神的律法。
1:3981
Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μάρτυς ἱστορία·
And that these things are so, history bears witness;
這些事既是如此,歷史也可作見證;
1:3982
ἐξαγαγὼν γὰρ ἐξ Αἰγύπτου τὸν λαὸν, εἰς τὴν ἐπηγγελ μένην αὐτοὺς ἄξειν ὑπέσχετο γῆν·
for having led the people out of Egypt, He promised to bring them into the promised land;
因為祂領那民出了埃及,就應許要領他們進入所應許之地;
1:3983
ἐπειδὴ δὲ τοῖς θείοις δόγμασιν ἀντιτείνοντες, ἀσεβείᾳ συζῶντες διετέλεσαν, πάντας αὐτοὺς ἐν τῇ ἐρήμῳ θανάτῳ παρέδωκε, δύο μόνοις ἐξ ἁπάντων τῶν δεξαμένων τὰς ὑποσχέσεις, πληρώσας τὰς ὑποσχέσεις
but since, resisting the divine ordinances, they continued to live in impiety, He delivered them all to death in the wilderness, fulfilling the promises to two only out of all those who had received the promises.
但因他們抗拒神的誡命,始終過著不敬虔的生活,祂就使他們全都死在曠野,在所有領受應許的人當中,只向兩個人成就了應許。
1:3984
Καὶ ἐνταῦθα τοίνυν οἱ μὲν πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κήρυγμα, βεβαίαν ἔχουσι τὴν ὑπόσχεσιν·
Here too, then, those who have believed and have received the saving proclamation possess the promise as sure;
因此在這裡,那些已經相信並領受了救恩宣告的人,也擁有確實可靠的應許;
1:3985
οὐ γὰρ ἀπέστρεψε. τὸ πρόσωπον αὑτοῦ ἀπ' αὐτῶν·
for He did not turn His face away from them.
因為祂沒有掩面不顧他們。
1:3986
Ἐγὼ δὲ θαυμάζω οὐ μόνον Ἰουδαίων τὴν ἄνοιαν, ἀλλὰ καί τινων, τὸ μὲν Χριστιανικὸν ὄνομα περικειμένων, τοῖς Ἰουδαϊ κοῖς δὲ μύθοις προσεχόντων·
But I marvel not only at the folly of the Jews, but also at that of certain persons who, while bearing the name of Christian, yet give heed to Jewish fables;
然而我所詫異的,不僅是猶太人的愚妄,還有某些人,他們雖然頂著基督徒的名號,卻留意猶太人的荒渺言語;
1:3987
καὶ τοῦ Γὼγ καὶ Μαγὼγ τὴν ἐπανάστασιν οὐ γεγενῆσθαι λεγόντων, ἀλλ' ἔσε σθαι προσδοκώντων
and who say that the uprising of Gog and Magog has not taken place, but expect it as yet to come.
並且說歌革和瑪各的起兵作亂尚未發生,反倒指望它將來才要發生。
1:3988
Οὓς ἔδει συνιδεῖν, πρῶτον μὲν, ὅτι τῇ ἐκ Βαβυλῶνος ἀνακλήσει τούτου προφητεία συνέζευκται·
These men ought to have understood, first, that this prophecy is coupled with the recall from Babylon;
這些人本該明白:第一,這預言是與從巴比倫召回之事相連結的;
1:3989
ἔπειτα, ὅτι διὰ τούτων ἔφη μαθήσε σθαι τὰ ἔθνη τοῦ Θεοῦ τὴν δύναμιν
and next, that by these means He said the nations should learn the power of God.
第二,祂說列國要藉這些事認識神的大能。
1:3990
Ποίας γὰρ, εἰπά τωσαν, δεῖται νῦν τὰ ἔθνη διδασκαλίας εἰς διάγνωσιν τῆς θείας δυνάμεως, οἳ πιστεύειν μὲν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος ἐδιδάχθησαν, δοξολογεῖν δὲ καὶ προσκυνεῖν τὴν θείαν ἔμαθον φύσιν, τῆς δὲ τῶν εἰδώλων ἀπηλλάγησαν πλά νης; Ποίαν δὲ τοιαύτην διδασκαλίαν τοῦ Γὼγ ἀναίρεσις προσενεγκεῖν ἠδύνατο, οἵαν τῶν ἱερῶν ἀποστόλων περιέχει τὸ κήρυγμα; Τοῦτο μὲν γὰρ τὰ περὶ Τριάδος καὶ μονάδος ἅπαντας ἀνθρώπους δι δάσκει, καὶ ὅτι ἐν τῇ μιᾷ φύσει τὰς τρεῖς ἰδιότητας θεωροῦμεν·
For of what teaching, let them say, do the nations now have need in order to attain the knowledge of the divine power—they who have been taught to believe in the name of the Father, and of the Son, and of the Holy Spirit, and have learned to glorify and to worship the divine nature, and have been delivered from the error of idols? And what such teaching could the destruction of Gog convey, as that which the proclamation of the sacred apostles contains? For this teaches all men the doctrines concerning the Trinity and the Unity, and that in the one nature we behold the three properties.
他們且說,如今列國需要什麼樣的教導,才能認識神的大能呢——他們既已受教相信父、子、聖靈的名,並已學會頌讚敬拜神的性情,又已脫離拜偶像的迷惑?歌革的滅亡能傳講出什麼樣的教導,能比得上眾聖使徒宣講所包含的教訓呢?因為這宣講教導萬人有關三位與一體的道理,並教導我們在一個性情中看見三個位格的特性。
1:3991
καὶ πρὸς τούτοις νεκρῶν ἀνάστασιν, καὶ κρίσιν, καὶ ἀντίδοσιν ἀγαθῶν καὶ τῶν ἐναντίων, οὐρανῶν βασιλείαν, τὴν ἐν γεέννῃ τιμωρίαν, τῆς ἀρετῆς τὰ μαθήματα, τὰ τῆς φιλοσοφίας διδάγματα, καὶ τὰ ἄλλα, ὅσα τό τε θεῖον Εὐαγγέλιον περιέχει, καὶ τὰ ἱερὰ τῶν ἀποστόλων συγγράμματα
And in addition to these things, the resurrection of the dead, the judgment, and the recompense of good things and of their opposites, the kingdom of heaven, the punishment in Gehenna, the lessons of virtue, the teachings of true philosophy, and all the other things which both the divine Gospel comprehends and the sacred writings of the apostles contain.
此外還有死人的復活、審判、善與惡的報應、諸天的國度、地獄中的刑罰、美德的教訓、真智慧的教導,以及神聖的福音所包含、使徒的聖著所記載的一切其他事物。
1:3992
δὲ τοῦ Γὼγ ἀναίρεσις μόνον ἐδίδαξε τὰ ἔθνη, ὅτι μεγί στην ἔχει δύναμιν Ἰουδαίων Θεὸς, καὶ ὅτι οὐ διὰ τὴν αὐτοῦ ἀσθένειαν ὑπὸ Βαβυλωνίοις ἐγένοντο, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν
But the destruction of Gog taught the nations only this: that the God of the Jews possesses the greatest power, and that it was not through His weakness that they came under the Babylonians, but through their own transgression of the law.
然而歌革的被消滅只教導了列國一件事:猶太人的神擁有至大的能力,並且他們淪於巴比倫人之手,並非因祂的軟弱,而是因他們自己的違法犯罪。
1:3993
καὶ δι' ἐκείνου μαθήσεται τὰ ἔθνη τὸν τῶν ὅλων σέβειν Θεὸν, μείζονα τὰ κατὰ τὸν Γὼγ τοῦ σωτηρίου σταυροῦ, καὶ τοῦ θανάτου τοῦ τὸν θάνατον λύσαντος, καὶ τῶν θείων ἀποστόλων, οἳ τῷ φωτὶ τῆς θεογνω σίας τὴν οἰκουμένην κατηύγασαν
And through that event the nations shall learn to reverence the God of all—the things concerning Gog being counted greater than the saving Cross, than the death which destroyed death, and than the divine apostles, who illumined the whole inhabited world with the light of the knowledge of God.
又藉著那事件,列國要學會敬拜萬有的神——彷彿與歌革有關的事竟大過那救恩的十字架、大過那消滅死亡的死、大過那些以認識神的光照亮普天下的神聖使徒。
1:3994
Ταῦτα μὲν γὰρ ἅπαντα οὐκ ἴσχυσε διδάξαι τὰ ἔθνη τὸν τῶν ὅλων Θεὸν, μόνη δὲ τοῦ Γὼγ ἀναίρεσις δῆλον αὐτὸν ἅπασι καταστήσει·
For all these things, they say, could not avail to teach the nations the God of all, but the destruction of Gog alone will make Him manifest to all—
他們說:因為這一切都不足以教導列國認識萬有的神,唯有歌革的被消滅才能使祂向眾人顯明——
1:3995
οὕτω σαφῶς Ἰουδαΐζουσιν οἱ ταῦτα μυθολογοῦντες
so plainly do those who fabricate such tales Judaize.
編造這等神話的人,其如此鮮明地效法猶太人。
1:3996
Ἡμεῖς δὲ, τῇ θείᾳ πειθόμε νοι Γραφῇ, τὴν προειρημένην ἑρμηνείαν ἐποιησά μεθα, διδάξαντες, ὅτι ἐλήλυθεν οὗτος, καὶ πέρας τὰ κατ' αὐτὸν εἴληφε
But we, persuaded by the divine Scripture, have set forth the interpretation stated above, having shown that this one has already come and that the events concerning him have reached their end.
但我們既被神聖的經文所說服,已作出上述的解釋,指明這位已經來到,並且與他有關的事已達到終結。
1:3997
Καὶ τότε μὲν ἔμαθε τὰ ἔθνη, ὡς οὐ διὰ τὴν θείαν ἀσθένειαν τὴν αἰχμαλωσίαν ὑπ έμενον οἱ Ἰουδαῖοι, ἀλλὰ διὰ τὴν σφῶν αὐτῶν παρανο μίαν·
And then the nations learned that it was not through the divine weakness that the Jews endured captivity, but through their own transgression of the law.
那時列國就明白了:猶太人所受的擄掠,並非因神的軟弱,而是因他們自己的違法。
1:3998
αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
To Him belongs glory unto the ages of ages.
願榮耀歸與祂,直到永永遠遠。
1:3999
Καὶ ἐγένετο ἐν τῷ εἰκοστῷ καὶ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν, ἐν τῷ πρώτῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς, ἐν τῷ τεσσαρεσκαιδε κάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν
And it came to pass in the twenty-fifth year of our captivity, in the first month, on the tenth day of the month, in the fourteenth year after the city had been taken.
在我們被擄的第二十五年,正月初十日,就是那城被攻取之後第十四年——事情臨到了。
1:4000
Καὶ ἐν τεῦθεν δῆλός ἐστι προφήτης Ἰεχονίᾳ τῷ βασιλεῖ τῆς αἰχμαλωσίας κοινωνήσας·
And from this it is clear that the prophet shared in the captivity together with Jeconiah the king;
由此可見,這先知乃是與王耶哥尼雅一同被擄的;
1:4001
μεθ' ὃν Σεδεκίας ἐβα σίλευσε ἕνδεκα ἔτη ὀλίγων μηνῶν ἀποδέοντα·
after whom Zedekiah reigned eleven years, less a few months;
在他之後,西底家作王十一年,少了幾個月;
1:4002
ἐν γὰρ τῷ ἑνδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας ἥλω πόλις
for in the eleventh year of Zedekiah's reign the city was captured.
因為在西底家作王第十一年,那城就被攻取了。
← prev partnext part →
1