📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Commentary on Ezekiel

Theodoret

Commentary on Ezekiel 1 part 18/19

Greek original · 221 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:4003–1:4223 (4349 verses in all)

← prev partnext part →
1:4003
Εἰκότως τοίνυν ἔφη, τὸ τῆς ἁλώσεως τῆς πόλεως τεσσαρεσκαιδέκατον ἔτος, τῆς αὐτῶν αἰχμαλω σίας πέμπτον εἶναι καὶ εἰκοστόν
Reasonably, therefore, he said that the fourteenth year from the capture of the city was the twenty-fifth of their captivity.
所以他理所當然地說,那城被攻取後的第十四年,正是他們被擄的第二十五年。
1:4004
Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυ ρίου
On that day the hand of the Lord came upon me.
在那一日,耶和華的手臨到我身上。
1:4005
(βʹ.) Καὶ ἤγαγέ με ἐκεῖ ἐν ὁράσει Θεοῦ, ἤγαγε δέ με εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἔθηκέ με ἐπ' ὄρους ὑψηλοῦ σφόδρα, καὶ ἐπ' αὐ τοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι
(Chapter 2.) And He brought me thither in a vision of God, and He brought me into the land of Israel, and set me upon a very high mountain, and upon it there was, as it were, the building of a city over against me.
(第二章。)祂在神的異象中把我帶到那裡,領我進入以色列地,安置我在一座極高的山上;在山上、我對面,彷彿有一座城的建築。
1:4006
Προθεσπί σας αὐτοῖς τῶν ὅλων Θεὸς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον, καὶ τὴν οἰκείαν ὑποδείξας δύναμιν διὰ τῆς τῶν ξηρῶν ἐκείνων ὀστῶν ἀναστάσεως, προλέγει καὶ τῆς πόλεως καὶ τοῦ νεὼ τὴν οἰκοδομίαν·
The God of all, having foretold to them the return from captivity, and having demonstrated His own power through the resurrection of those dry bones, now also foretells the rebuilding both of the city and of the temple;
萬有的神既已向他們預言了從被擄之地的歸回,並藉著那些枯乾骸骨的復活彰顯了祂自己的能力,如今又預言那城與那殿的重建;
1:4007
καὶ οὐ λό γοις κέχρηται μόνοις, ἀλλὰ καὶ θεωρίαν τοιαύτην ὑποδείκνυσι τῷ προφήτῃ, τῇ τοῦ θείου Πνεύματος ἐνεργείᾳ τῆς διανοίας αὐτοῦ φωτίσας τὸ ὀπτικόν
and He does not employ words alone, but also displays such a vision to the prophet, having illumined the seeing faculty of his mind by the operation of the divine Spirit.
祂不僅用言語,也向先知顯示這樣的異象,藉著神聖之靈的運行光照了他心思中觀看的能力。
1:4008
Ἵνα δὲ μὴ τὸ καθ' ἕκαστον ἑρμηνεύοντες ἀποκναί σωμεν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ τῷ μήκει τῶν λόγων, ἐν κεφαλαίῳ παράφρασίν τινα ποιή σασθαι βουλόμεθα τῶν ὑποδειχθέντων πνευματικῶς τῷ θεσπεσίῳ προφήτῃ
But lest, by interpreting each detail, we should weary those who read this book with the length of the discourse, we wish to make in summary a kind of paraphrase of the things spiritually shown to the divinely-inspired prophet.
然而,我們唯恐逐一詳解每個細節,會以冗長的論述使閱讀本書的人厭倦,因此我們願意對那些以屬靈方式顯示給這位受神感的先知的事物,作一個扼要的釋義。
1:4009
Λέγει τοίνυν, Ἐν ὁράσει Θεοῦ, τουτέστι πνευματικῇ, οὐ σωματικῇ ὄψει, ἀπαχθῆναι μὲν αὐτοῦ τὴν διάνοιαν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, ἰδεῖν δὲ ἐπ' ὄρους τινὸς ὑψηλοῦ οἰκοδομίαν, καί τινα ἑστηκότα, τὸ μὲν εἶδος ἀνθρώπειον ἔχοντα, τὴν δὲ χρόαν λαμπροτάτου καὶ περικαλλεστάτου χαλ κοῦ, κάλαμον δὲ καὶ σπαρτίον οἰκοδομικὸν ἐπιφερό μενον, καὶ παρακελευόμενόν μοι, καὶ τὰ ὑποδεικνύ. μενα θεωρεῖν, καὶ τῶν λεγομένων ἀκούειν
He says, then, that in a vision of God—that is, in a spiritual, not a bodily sight—his mind was carried away into the land of Israel, and that he saw upon a certain high mountain a building, and someone standing there, having indeed the form of a man, but the color of most gleaming and most beautiful bronze, carrying a reed and a builder's measuring cord, and exhorting me both to behold the things being shown and to hear the things being spoken.
他說,在神的異象中——就是屬靈而非肉眼的觀看——他的心思被帶到以色列地,看見在一座高山上有一座建築,又見有一位站在那裡的,形狀像人,膚色卻如極其光亮、極其華美的銅,手中拿著一根蘆葦和一條建築用的準繩,並吩咐我要觀看所顯示的一切,並聆聽所述說的話。
1:4010
Τούτου γὰρ χάριν καὶ ἐληλυθέναι ἔφασκεν, ὥστε καὶ ὑπο δεῖξαι καὶ διδάξαι
For it was for this reason, he affirmed, that he had come: namely, both to show and to teach.
他聲明說,他來正是為了這緣故:就是要指示並教導。
1:4011
Ἵνα καὶ σὺ, φησὶ, ταῦτα δια πορθμεύσῃς τῷ οἴκῳ Ἰσραήλ. Εἶτα μετρῶν τῷ καλάμῳ ὑποδείκνυσί μοι ἅπαντα τῆς οἰκοδομίας τὰ μέτρα·
'That you also,' he says, 'may convey these things to the house of Israel.' Then, measuring with the reed, he shows me all the measurements of the building;
他說:「好叫你也將這些事傳達給以色列家。」隨後他用蘆葦丈量,把那建築的一切尺寸都指示給我;
1:4012
καὶ πρῶτον μὲν τῶν πυλῶν τὰ μέτρα, καὶ τῶν καλουμένων οὐδῶν τε καὶ ὑπερθύρων, καὶ παραστάδων
and first the measurements of the gates, and of what are called the thresholds and lintels, and the door-posts.
首先是那些門的尺寸,以及所謂的門檻、門楣和門柱的尺寸。
1:4013
Αἰλὰμ γὰρ ἑνικῶς τὴν παραστάδα κα λεῖ·
For 'Ailam' he calls the door-post in the singular;
因為「愛藍」(Ailam)是他用單數稱呼門柱的名稱;
1:4014
καὶ θεὲ πάλιν, τόν τε οὐδὸν, καὶ τὸ ὑπέρθυρον·
and 'thee' again, both the threshold and the lintel;
「特」(thee)則是指門檻和門楣;
1:4015
θεεὶμ δὲ, τὰ αὐτὰ πληθυν τικῶς
and 'theeim,' the same things in the plural.
「特殷」(theeim)是這些事物的複數形。
1:4016
Οὕτω γὰρ εὗρον τούτων παρὰ τῷ Σύρῳ τὴν ἑρμηνείαν
For thus I found the interpretation of these terms in the Syriac.
因為我在敘利亞譯本中發現這些詞語就是如此解釋的。
1:4017
Λέγει δὲ ἑωρακέναι οὐ μόνον τὰς ἐξωτέ ρας, ἀλλὰ καὶ τὰς ἔνδον πύλας, καὶ τὰς μεταξὺ πά λιν αὐλὰς, καὶ τὰς ἐκείνων ἐνδοτέρας
He says that he saw not only the outer gates, but also the inner gates, and again the courts between them, and those yet further within.
他說他所看見的不僅是外面的門,還有裡面的門,又有其間的院子,以及那些更靠內的院子。
1:4018
Αἱ μὲν γὰρ ἦσαν ἀφωρισμέναι τοῖς ἱερεῦσιν, αἱ δὲ πᾶσιν ἦσαν Ἰσραηλίταις βαταί·
For some were set apart for the priests, while others were accessible to all Israelites;
因為有些是分別出來歸祭司使用的,另有些是一切以色列人都可進入的;
1:4019
καὶ ἕνα μὲν ἐν κύκλῳ περίβο λον εἶχεν θεῖος νεὼς, μέγιστόν τε καὶ ὑψηλότατον·
and the divine temple had one enclosure round about, very great and very lofty.
那神聖的殿有一道圍牆環繞四周,極其宏大、極其高聳。
1:4020
Καὶ τὰ μὲν ἀπενενέμητο παντὶ τῷ λαῷ, τὰ δὲ ἐνδότερα καὶ παρ' αὐτὸν τὸν νεὼν μόνοις ἀφιέρωτο τοῖς ἱερεῦσι
And some parts were assigned to all the people, but the more inner parts, close to the temple itself, were consecrated to the priests alone.
有些部分是分派給全體百姓的,但那更靠內、緊鄰殿本身的部分,則單單分別為聖歸祭司使用。
1:4021
Λέγει τοίνυν ἰδεῖν ἐν τῇ ἐν δοτέρᾳ αὐλῇ παστοφόρια, καὶ περίστυλα τριάκοντα·
He says, then, that in the inner court he saw chambers, and thirty colonnades round about;
他說,在那內院他看見一些廂房,以及環繞四周的三十座柱廊;
1:4022
τὰ δὲ παστοφόρια Σύρος ἐξέδρας ὠνόμασε
and the chambers the Syriac named 'exedrae' (halls).
那些廂房,敘利亞譯本稱之為「exedrae」(廳室)。
1:4023
Καὶ ταῦτα δὲ τοῖς ἱερεῦσιν ἀφώριστο, ὡς αὐτὸς διδάσκει προφήτης
And these too were set apart for the priests, as the same prophet teaches.
這些也是分別出來歸祭司使用的,正如同一位先知所教導的。
1:4024
Τῷ θεσπεσίῳ δὲ Ἡσαΐᾳ φησὶν Θεός·
For to the divinely-inspired Isaiah God says:
因為神對那受神感的以賽亞說:
1:4025
Εἴσ ελθε εἰς τὸ παστοφόριον πρὸς Σομμᾶν τὸν γραμμα τέα. Λέγει δὲ ἑκατὸν μὲν πήχεων εὖρος ἀπονεμηθῆ ναι ταῖς ἐξωτέραις αὐλαῖς, τῇ τε πρὸς ἄρκτον καὶ τῇ πρὸς μεσημβρίαν βλεπούσῃ, ὡσαύτως δὲ καὶ τῇ πρὸς ἥλιον ἀνίσχοντα·
'Go in to the chamber, to Shebna the scribe.' And he says that a breadth of one hundred cubits was assigned to the outer courts—both the one looking toward the north and the one looking toward the south, and likewise the one toward the rising sun;
「你進到那廂房去,見書記舍伯那。」他又說,外院各分得寬一百肘——就是那朝北的、朝南的,以及朝日出之東的;
1:4026
τῶν δὲ ἐσωτέρων αὐλῶν ἑκάστης τὸ μὲν μῆκος πήχεων εἰκοσιπέντε, τὸ δὲ εὖρος πήχεων πεντήκοντα
while of the inner courts, each had a length of twenty-five cubits, and a breadth of fifty cubits.
至於內院,每院長二十五肘,寬五十肘。
1:4027
Λέγει δὲ καὶ τὰς πύλας ἐοικέναι ἀλλή λαις κατὰ πάντα, κατά τε τὰ μέτρα, καὶ κατὰ τὰς τῶν φοινίκων γλυφάς·
He says also that the gates resembled one another in every respect, both in their measurements and in the carvings of the palm trees;
他又說,那些門在各方面都彼此相似,無論是尺寸,還是棕樹的雕刻;
1:4028
τὰ δὲ ἑκατέρωθεν τῆς θύρας γεισ σώματα, εἴτουν κυμάτια, αἴλευ ὀνομάζει, ἐν αἷς διαγεγλύφθαι ἔφη τὰ τῶν φοινίκων εἰκάσματα
and the cornices on either side of the door, that is to say the moldings, he names 'aileu,' on which he said were carved the images of the palm trees.
門兩旁的簷飾,也就是那些線腳,他稱之為「愛柳」(aileu),他說在其上刻有棕樹的圖像。
1:4029
Λέγει δὲ θεωρῆσαι καὶ τραπέζας ἑκατέρωθεν τῶν πυλῶν κειμένας, ἐν αἷς τὰ ἱερεῖα τιθέντες οἱ ἱερεῖς κατ έσφαζον, τά τε ὁλοκαυτούμενα, καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἀγνοίας προσφερόμενα·
He says also that he beheld tables lying on either side of the gates, on which the priests, placing the sacrificial victims, slaughtered them—both those wholly burnt as offerings, and those offered for sin and for ignorance;
他又說他看見有桌子擺在門的兩旁,祭司把祭牲放在其上宰殺——包括那些作全牲燔祭的,以及那些為贖罪和為誤犯所獻的;
1:4030
πλησιάζειν δὲ ἔφη καὶ ῥύακά τινα, τὸ αἷμα τῶν θυμάτων ὑποδεχόμενον, καὶ εἴς τι χωρίον ἀπῳκισμένον πάντως μετακομί ζοντα
and he said that there was nearby also a certain channel, receiving the blood of the sacrifices and conveying it entirely to some remote place set apart.
他又說附近還有一條溝渠,承接祭牲的血,把它全然引導到某個分隔開來的僻遠之處。
1:4031
Εἶχον δὲ, φησὶν, αἱ τράπεζαι καὶ ὀρόφους ἄνωθεν καλύπτοντας, καὶ τοῦ τε ὑετοῦ, τοῦ τε ἡλίου τὴν προσβολὴν ἀπείργοντας
The tables also, he says, had roofs covering them from above, warding off the assault both of the rain and of the sun.
他說那些桌子上頭也有屋頂遮蓋,擋住雨水和日曬的侵襲。
1:4032
Μετὰ ταῦτα διηγεῖται, ὡς ἐξέδρας ἐθεάσατο δύο, τὴν μὲν εἰς ἄρκτον, τὴν δὲ εἰς μεσημβρίαν ἀποβλέπουσαν·
After these things he relates how he beheld two halls, the one looking toward the north, the other toward the south;
在這些事之後,他敘述他如何看見兩座廳室,一座朝北,另一座朝南;
1:4033
ἀμφοτέρας δὲ ἐν ταῖς ἐνδοτέραις ᾠκοδομημένας αὐλαῖς
and both were built in the more inner courts.
兩座都是建在那更靠內的院子裡。
1:4034
Καὶ τὴν μὲν ἀποβλέπουσαν πρὸς νότον, τοῖς ἱερεῦσιν ἀπονενεμῆ σθαι ἔφη τοῖς τὸν θεῖον φυλάττουσι νεών·
And the one looking toward the south, he said, was assigned to the priests who guard the divine temple;
那朝南的,他說,是分派給看守神聖之殿的祭司的;
1:4035
τὴν δὲ πρὸς βοῤῥᾶν ἀποβλέπουσαν, τοῖς τὸ θυσιαστήριον τὸ ἔξω φυλάττουσι
and the one looking toward the north, to those who guard the outer altar.
那朝北的,則是給看守外壇的祭司的。
1:4036
Ἔφη δὲ καὶ τούτους κἀκείνους ἀπὸ τοῦ Σαδοὺκ τὸ γένος κατάγειν·
He said also that both these and those traced their descent from Zadok;
他又說,這些人與那些人都是從撒督的後裔出來的;
1:4037
πάλαι γὰρ τοῦ. Ἀβιάθαρ τὸ γένος ἔπαυσε τοῦ ἱερατεύειν τῶν ὅλων Θεὸς, κατὰ τὴν ἐξενεχθεῖσαν κατὰ Ἡλεὶ τοῦ ἀρχιερέως ψῆφον
for long ago the God of all had removed the line of Abiathar from serving as priests, according to the sentence pronounced against Eli the high priest.
因為早先萬有的神已按著針對大祭司以利所宣告的判決,廢除了亞比亞他一族的祭司職分。
1:4038
Λέγει δὲ ἐσωτέραν αὐλὴν, τὴν πρὸς ἥλιον ἀνίσχοντα βλέπουσαν, ἀπὸ τοῦ προπυλαίου τοῦ θείου νεὼ μέχρι τῆς πύλης ἑκατὸν ἐσχηκέναι πήχεις, καὶ τὸ εὖρος δὲ ὡσαύτως τοσούτους·
He says that the inner court, the one looking toward the rising sun, from the vestibule of the divine temple up to the gate had one hundred cubits, and its breadth likewise so many;
他說,那內院,就是朝日出之東的,從神聖之殿的門廊直到那門,共有一百肘,其寬度也同樣如此;
1:4039
καταντικρὺ δὲ τοῦ νεὼ τὸ θυσιαστήριον·
and opposite the temple was the altar;
在殿的對面就是那壇;
1:4040
τὸ δὲ προπύλαιον τοῦ νεὼ εἴκοσι μὲν πήχεων τὸ μῆκος, τεττάρων δὲ καὶ δέκα τὸ πλάτος·
and the vestibule of the temple was twenty cubits in length and fourteen in breadth;
殿的門廊長二十肘,寬十四肘;
1:4041
καὶ τὴν θύραν αὐτοῦ ὁμοίως τεττάρων καὶ δέκα τὸ πλάτος, τοὺς δὲ ἑκατέρωθεν αὐτῆς ἀγκῶνας, παραστάδας μέχρι τῆς γωνίας, ἀπὸ τριῶν πήχεων ἑκατέραν
and its door likewise fourteen in breadth, and the elbow-pieces (or door-posts) on either side of it, up to the corner, three cubits each.
門的寬度也是十四肘,門兩旁直到角落的肘牆(或門柱),各三肘。
1:4042
Οὕτω γὰρ καὶ τῶν εἴκοσι πήχεων πληροῦται τὸ μέτρον, τῆς μὲν θύρας τέτταρας καὶ δέκα λαβούσης, τῶν ἑκατέρωθεν ἀγ κώνων ( τούτους γὰρ ἐπωμίδας ἐκάλεσε), τοὺς ἄλλους ἓξ, τρεῖς ἐντεῦθεν, καὶ τρεῖς ἐκεῖθεν
For thus the measure of the twenty cubits is filled out: the door having taken fourteen, and the elbow-pieces on either side (for these he called 'shoulder-pieces') the remaining six—three on this side and three on that.
因為這二十肘的尺寸如此填滿:門佔十四肘,兩旁的肘牆(他稱這些為「肩牆」)佔其餘的六肘——這邊三肘,那邊三肘。
1:4043
Αὐτοῦ δὲ τοῦ νεὼ τὴν θύραν ἔφη εὖρος ἔχειν πήχεων δέκα, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πέντε πήχεων, ὥστε πληροῦσθαι πάλιν τοὺς εἴκοσι πήχεις·
But the door of the temple itself, he said, had a breadth of ten cubits, and the elbow-pieces on either side of five cubits each, so that again the twenty cubits are filled out;
至於殿本身的門,他說寬十肘,兩旁的肘牆各五肘,這樣二十肘的尺寸又再次填滿;
1:4044
διεμέτρησε δὲ, φησὶ, καὶ αὐτὸν τὸν νεὼν, καὶ ὑπέδειξέ μοι τεσσα ράκοντα πήχεων τὸ μῆκος, εἴκοσι δὲ τὸ πλάτος, ἰσό μετρον τῷ προπυλαίῳ
and he measured also the temple itself, he says, and showed me a length of forty cubits and a breadth of twenty, equal in measure to the vestibule.
他說,他也丈量了殿本身,把長四十肘、寬二十肘指示給我,與門廊的尺寸相等。
1:4045
Εἶδον δὲ, φησὶ, καὶ ἑτέραν θύραν ἐνδοτέραν, τὸ πλάτος ἔχουσαν πήχεις ἓξ, τοὺς δὲ ἑκατέρωθεν ἀγκῶνας ἀπὸ πήχεων ἑπτά·
And I saw, he says, also another, more inner door, having a breadth of six cubits, and the elbow-pieces on either side of seven cubits each;
他說,我又看見另一道更靠內的門,寬六肘,兩旁的肘牆各七肘;
1:4046
τοῖς ἓξ τοίνυν πήχεσιν οἱ τέτταρες καὶ δέκα προστιθέμε νοι τοὺς εἴκοσι πληροῦσι
the fourteen, therefore, being added to the six cubits, fill out the twenty.
所以那十四肘加上這六肘,便填滿了二十肘。
1:4047
Λέγει δὲ θεάσασθαι καὶ τὰς θύρας τὰς διοριζούσας ἀπὸ τῶν ἁγίων τὰ Ἅγια τῶν ἁγίων, καὶ τὸ μὲν εὖρος αὐτῶν ἰσόμετρον εἶναι τῷ νεῷ, τουτέστι πήχεων εἴκοσι·
He says that he beheld also the doors which separate the Holy of Holies from the Holy Place, and that their breadth was equal in measure to the temple, that is, twenty cubits;
他說他也看見那分隔至聖所與聖所的門,其寬度與殿的尺寸相等,就是二十肘;
1:4048
τὸ δὲ ὕψος πή χεων τεσσαράκοντα
and their height forty cubits.
其高度為四十肘。
1:4049
Ζητήσας δὲ καὶ παρὰ τῷ Σύρῳ καὶ παρὰ τῷ Ἑβραίῳ τὰ μέτρα, εὗρον καὶ τὸ ὕψος ἰσόμετρον τῷ πλάτει·
But having inquired after the measurements both in the Syriac and in the Hebrew, I found the height also to be equal in measure to the breadth;
然而,我在敘利亞譯本和希伯來原文中查考這些尺寸後,發現高度也與寬度相等;
1:4050
συνεφώνησαν γὰρ ἀμφότεροι, τε Σύρος, τε Ἑβραῖος, εἴκοσι πήχεων φήσαν τες, καὶ τὸ εὖρος, καὶ τὸ ὕψος
for both agreed—both the Syriac and the Hebrew—saying twenty cubits for both the breadth and the height.
因為兩者——敘利亞譯本與希伯來原文——都彼此吻合,都說寬與高皆為二十肘。
1:4051
Λέγει δὲ καὶ διπλοῦν τεθεᾶσθαι κύκλῳ τοῦ ναοῦ τὸ οἰκοδόμημα, καὶ ἑτέρους τοίχους ἔξωθεν τῆς ὀροφῆς ᾠκοδομημένους, καὶ μεταξὺ τῶν δύο τοίχων κύκλῳ περίπατόν τε καὶ δίοδον
He says also that he beheld a double structure round about the temple, and other walls built on the outside of the roofing, and between the two walls, round about, a walkway and a passage.
他又說,他看見殿的四周有雙層的建築,在屋頂外面另建有牆,並在兩牆之間、環繞四周有一條走道和通路。
1:4052
Λέγει δὲ καὶ τῆς οἰκοδομίας ταύτης τὴν αἰ τίαν·
He states also the reason for this construction;
他也述說了這建築的緣由;
1:4053
καὶ ἑτέρας δὲ, φησὶ, δύο ἐξ έδρας ἐθεασάμην ἑκατέρωθεν τοῦ θείου νεὼ, τὴν μὲν εἰς ἄρκτον ἀποβλέπουσαν, τὴν δὲ πρὸς νότον·
and I beheld, he says, also two other halls on either side of the divine temple, the one looking toward the north, the other toward the south;
他說,我又看見在神聖之殿的兩旁還有另外兩座廳室,一座朝北,另一座朝南;
1:4054
τοῦτο γὰρ ἐκάλεσε προσευχὴν, ἐπειδὴ τοῖς τὰ βορειότερα τῆς Ἱερουσαλὴμ οἰκοῦσιν Ἰουδαίοις ἔθος ἐστὶν εὐχομένοις, πρὸς μεσημβρίαν ἀποβλέπειν κατὰ τὴν τῆς πόλεως θέσιν
for this he called a place of prayer, since it is the custom for the Jews dwelling in the more northerly parts of Jerusalem, when they pray, to look toward the south, according to the situation of the city.
他稱這為禱告之所,因為住在耶路撒冷較北地區的猶太人有一個習俗,就是禱告時按著那城的方位朝南面觀看。
1:4055
Λέγει δὲ, μεταξὺ τοῦ θείου νεὼ καὶ τῆς καλουμένης ἐξέδρας, πέντε διορίζειν πήχεις·
He says that between the divine temple and what is called the hall there was a separation of five cubits;
他說,在神聖之殿與那所謂的廳室之間,隔開有五肘;
1:4056
ἀπὸ δὲ τοῦ ἑσπερίου τείχους μέχρις αὐτῆς τῆς ἐξ έδρας ἑβδομήκοντα εἶναι πήχεις, εὖρος δὲ ἐννενή κοντα
and from the western wall up to the hall itself there were seventy cubits, and the breadth ninety.
從西牆直到那廳室本身有七十肘,寬度為九十肘。
1:4057
Μέσος δὲ, φησὶν, ἦν θεῖος νεὼς, σανίσιν ἅπας κεκαλυμμένος, οὐ τοὺς τοίχους μόνον, ἀλλὰ καὶ τὸ ἔδαφος καὶ τὸν ὄροφον
And in the midst, he says, was the divine temple, entirely covered with boards—not the walls only, but also the floor and the roof.
他說,在中央的是神聖之殿,全然以木板覆蓋——不僅是牆壁,也包括地面和屋頂。
1:4058
Εἶχε δὲ καὶ θυρίδας δικτυωτὰς,. τουτέστι, διατρήτους δικτύῳ ἐοικυίας
It had also latticed windows, that is to say, pierced through, resembling a net.
它也有格子窗,就是說,鑿透的、狀似網子的窗。
1:4059
Αἱ γλυφαὶ δὲ ἐπὶ τῶν τοίχων καὶ ἐπὶ τῶν φλιῶν, τῶν χερουβὶμ καὶ φοινίκων ἀπεικάσματα εἶχον·
And the carvings upon the walls and upon the door-jambs bore the likenesses of the cherubim and of palm trees;
牆上和門框上的雕刻帶有基路伯和棕樹的形像;
1:4060
ἕκαστον δὲ τῶν χερουβὶμ δύο εἶχε πρόσωπα, ἓν μὲν λέοντος, ἓν δὲ ἀνθρώπου, καὶ τὸ μὲν πρὸς τοῦτον ἀπέβλεπε τὸν φοί νικα, τὸ δὲ πρὸς ἐκεῖνον
and each of the cherubim had two faces, one of a lion and one of a man, and the one looked toward this palm tree, and the other toward that.
每一個基路伯都有兩張臉,一張是獅子的,一張是人的,一張朝著這棵棕樹,另一張朝著那棵棕樹。
1:4061
ἐπειδὴ οὐδὲ οἷόν τε ἦν ἐν σανίσιν ἀκριβῶς τέσσαρα διαγλύψαι
For it was not even possible to carve out four figures accurately upon boards.
因為要在木板上精確地雕出四個形象,本是不可能的。
1:4062
Λέγει δὲ καὶ τὸ θυσιαστήριον τεθεᾶσθαι τὸ πρὸ τῶν ἁγίων·
He says also that he beheld the altar that stood before the Holy Place.
他又說,他看見了那立在聖所之前的祭壇。
1:4063
εἶχε δὲ, φησὶ, τὸ μὲν ὕψος τρεῖς πήχεις, δύο δὲ πή χεις τὸ μῆκος, καὶ τὸ πλάτος ὡσαύτως, τουτέστι τε τράγωνον ἰσόπλευρον
It had, he says, a height of three cubits, a length of two cubits, and likewise a breadth of two cubits, that is to say, it was square and equal-sided.
他說,那祭壇高三肘,長二肘,寬也同樣是二肘,就是說,它是四方形、各邊相等的。
1:4064
Ἐδιδάχθην δὲ ὑπὸ τοῦ ταῦτά μοι δεικνύντος, ὡς αὕτη ἦν τράπεζα κατ έναντι Κυρίου
And I was taught by the one who showed me these things that this was the table which stood before the Lord.
那位向我指示這些事的對我說明,這就是那擺在耶和華面前的桌子。
1:4065
Ἐπιστῆσαι δὲ προσήκει, ὡς τὴν τρά πεζαν, τὴν τοὺς ἄρτους τῆς προθέσεως δεχομένην, θυσιαστήριον προσηγόρευσε, τοῦ μεγάλου Μωσέως τράπεζαν αὐτὴν ὀνομάσαντος μόνον
It is fitting to observe that he called the table which receives the loaves of the presentation an altar, whereas the great Moses named it merely a table.
值得注意的是,他把那承受陳設餅的桌子稱為祭壇,而偉大的摩西卻只稱它為桌子。
1:4066
Προανοίγνυται τοίνυν τοῖς ἡμετέροις θύρα διὰ τῆς προφητείας
A door, therefore, is opened beforehand for our people through this prophecy.
因此,藉著這預言,一扇門為我們的信眾預先開啟了。
1:4067
Ἦν δὲ, φησὶ, καὶ θύρα τῶν ἁγίων, οὐ δίθυρος, ἀλλὰ τετράθυρος, ὥστε ἀνοιγομένας εἰς ἑαυτὰς ἀνακλᾶ σθαι·
The door of the Holy Place, he says, was also not two-leaved but four-leaved, so that when opened the leaves folded back upon themselves.
他說,聖所的門也不是兩扇的,而是四扇的,如此開啟時,門扇便向自身摺疊起來。
1:4068
καὶ αὐταὶ δὲ τὰς αὐτὰς εἶχον γλυφάς
And these too bore the same carvings.
這些門扇上也帶著同樣的雕刻。
1:4069
Λέγει δὲ καὶ ἑτέρας ἐξέδρας ἑωρακέναι ἐν τῇ ἐξωτέρᾳ αὐλῇ διακειμένας, καὶ πρὸ τῶν ἐξεδρῶν περίπατον δέκα πήχεων τὸ εὖρος, ἑκατὸν δὲ τὸ μῆκος
He says also that he saw other chambers situated in the outer court, and before the chambers a walkway ten cubits in breadth and a hundred cubits in length.
他又說,他看見另有些廂房設在外院裡,在那些廂房之前有一條走廊,寬十肘,長一百肘。
1:4070
Φῶς δὲ τοῦ περιπάτου καλεῖ τὸ παρ' ἡμῖν καλούμενον φωτικόν
The light of the walkway he calls what among us is termed a skylight.
走廊的採光口,他稱之為我們所謂的天窗。
1:4071
Ἔφη δὲ καὶ ταῦτα ἀφωρῖσθαι τοῖς ἱερεῦσιν εἰς τὸ τῆς ἡγιασμένης ἀπολαύειν τροφῆς, καὶ παρ εγγυῆσαι τὸν ταῦτα ὑποδεικνύντα, μηδένα κοινωνῆ σαι τοῖς ἱερεῦσι τῆς εἰς ἐκείνας εἰσόδου, μήτε μὴν αὐτοὺς τοὺς ἱερέας τὴν ἱερατικὴν περιβεβλημένους στολὴν, καὶ τὴν θείαν ἐπιτελοῦντας λειτουργίαν, εἰς τὴν ἐξωτέραν αὐλὴν ἐξιέναι
He said too that these were set apart for the priests, that they might there partake of the hallowed food; and the one who was pointing out these things charged that none of the people should share with the priests in entering into them, nor indeed should the priests themselves, while clothed in the priestly vestment and performing the divine liturgy, go out into the outer court.
他又說,這些是分別出來給祭司的,好讓他們在其中享用那分別為聖的食物;那位向他指示這些事的吩咐說,百姓中無一人可與祭司同進其中,就連祭司自己,當他們身穿祭司的聖袍、履行神聖的事奉時,也不可出到外院去。
1:4072
Οὔτε γὰρ θέμις τινὰ τοῦ λαοῦ προσψαύειν αὐτοῖς τὴν ἱερατικὴν περικει μένοις στολήν·
For it is not lawful that any of the people should touch them while they are clothed in the priestly vestment.
因為當他們身穿祭司聖袍時,百姓中無人可觸摸他們,這是不合法度的。
1:4073
διὸ προσήκει ἐν ἐκείνοις τοῖς οἴκοις ἀποδύεσθαι τὴν ἀφωρισμένην ταῖς λειτουργίαις ἐσθῆτα, ἑτέραν δὲ ἀμπέχεσθαι, καὶ οὕτω πρὸς τὸν λαὸν ἐξιέναι
Therefore it is fitting that in those chambers they should put off the garment set apart for the liturgical services and put on another, and thus go out to the people.
因此,他們理當在那些房間裡脫下那專為事奉分別出來的衣服,另穿別的衣服,如此才出去到百姓那裡。
1:4074
Ὑπέδειξε δέ μοι καὶ τὸν κύκλον τῷ μέτρῳ κεχρημένος, καὶ ἐδίδαξε μετρήσας, ὡς ἕκαστον τῶν τεσσάρων, τό τε ἑῷον, καὶ τὸ ἑσπέριον, τό τε νότιον, καὶ τὸ βόρειον, πήχεις εἶχε πεντακοσίους, ὡς συνάγειν τὸν κύκλον τῶν πεντακοσίων τετραπλού μενον εἰς δισχιλίους πήχεις
He also showed me, employing the measuring rod, and taught me, having measured, that each of the four sides—the eastern and the western, the southern and the northern—had five hundred cubits, so that the circuit of five hundred, multiplied fourfold, came to two thousand cubits.
他又用量竿指示我,並量度後教導我說,那四面—東面與西面、南面與北面—每一面各有五百肘,如此周圍的五百肘乘以四倍,便成了二千肘。
1:4075
Καὶ ἤγαγέ με, φησὶν, ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς, καὶ ἐξήγαγέ με
And he led me, he says, to the gate that looks toward the east, and brought me out.
他說,他領我到那朝東的門,又帶我出來。
1:4076
Καὶ ἰδοὺ δόξα Θεοῦ Ἰσραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τὴν πρὸς ἀνατολὰς, καὶ φωνὴ τῆς παρ εμβολῆς, ὡς φωνὴ διπλασιαζόντων πολλῶν
And behold, the glory of the God of Israel came by the way that is toward the east, and there was a sound of the encampment, like the sound of many redoubling.
看哪,以色列神的榮光從朝東的路而來,又有營中的聲音,如同眾多加倍之聲。
1:4077
Παρὰ τῷ Ἑβραίῳ, καὶ παρὰ τῷ Σύρῳ, εὗρον·
In the Hebrew and in the Syriac I found:
在希伯來文本和敘利亞文本中,我找到:
1:4078
Καὶ γῆ ἐξέλαμπεν, ὡς φέγ γος ἀπὸ τῆς δόξης αὐτοῦ κυκλόθεν.. γʹ
And the earth shone forth like radiance from his glory round about. (Chapter 3.)
地也發光,如同從他榮光而出的光輝,周圍照耀。(第三章)
1:4079
Καὶ ὅρασις ἣν εἶδον, κατὰ τὸ εἶδος εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρίσαι τὴν πόλιν
And the vision which I saw was according to the appearance which I saw when I went in to anoint the city.
我所見的異象,與我進去膏抹那城時所見的樣式相同。
1:4080
Πάλιν κἀνταῦθα καὶ παρὰ τῷ Σύρῳ, καὶ παρὰ τῷ Ἑβραίῳ, εὗρον·
Here again, both in the Syriac and in the Hebrew, I found:
在此,在敘利亞文本和希伯來文本中,我又找到:
1:4081
Καὶ εἰκὸς τοὺς Ἑβδομήκοντα τῇ διανοίᾳ προσεσχηκότας χρίσιν καλέσαι τὴν τῶν μετώπων σημείωσιν τῶν ἀπαλλαγέντων τῆς τῶν κοπτόντων τιμωρίας
And it is likely that the Seventy, attending to the meaning, called the marking of the foreheads of those delivered from the punishment of the slayers an 'anointing.'
七十士譯者留意這意思,便把那些從擊殺者的刑罰中得蒙拯救之人額上的記號稱為「膏抹」,這是合乎情理的。
1:4082
( δʹ.) δὲ τοῦ Κυρίου δόξα εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς
(4.) And the glory of the Lord entered into the house by the way of the gate that looks toward the east.
(第四)耶和華的榮光從朝東之門的路進入殿中。
1:4083
Καὶ οὐκ ἔφη τὸν Κύριον εἰσεληλυθέναι·
And he did not say that the Lord entered, for the divine nature is uncircumscribed;
他並沒有說主自己進入,因為神性是無可限量的;
1:4084
ἀπερίγραφος γὰρ θεία φύσις·
for the divine nature is uncircumscribed;
因為神性是不受局限、無可界定的;
1:4085
ἀλλὰ τοῦ Κυρίου τὴν δόξαν, τουτέστι τὴν ὀφθεῖσαν θεωρίαν
rather, it was the glory of the Lord, that is, the vision that was seen.
反倒是主的榮光,就是那所見的顯現。
1:4086
Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης οἶκος Κυρίου
And the Spirit took me up and brought me into the inner court, and behold, the house of the Lord was full of glory.
靈將我提起,帶我進入內院,看哪,耶和華的殿充滿了榮光。
1:4087
Καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με
And I stood, and behold, a voice from the house speaking to me.
我站著,看哪,有聲音從殿中向我說話。
1:4088
Καὶ ἀνὴρ εἱστήκει ἐχόμενος ἐμοῦ. Ἔδειξεν ὡς ἄγγε λος ἦν τὴν οἰκοδομίαν μετρήσας τε καὶ ὑποδείξας, καὶ εἰκὸς τὸν ἅγιον αὐτὸν εἶναι Μιχαήλ·
And the man stood beside me. This showed that the one who had measured and pointed out the building was an angel; and it is likely that he was the holy Michael,
那人站在我旁邊。這顯明那量度並指示建築的乃是一位天使;他很可能就是聖天使米迦勒,
1:4089
αὐτὸς γὰρ τὴν τοῦ λαοῦ κηδεμονίαν ἐγκεχείριστο
for he had been entrusted with the guardianship of the people.
因為看顧這百姓的職分是託付給他的。
1:4090
Ἑώρακας, υἱὲ ἀνθρώπου, τὸν τόπον τοῦ θρόνου μου, καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου
You have seen, son of man, the place of my throne and the place of the sole of my feet.
人子啊,你已看見我寶座之處,和我腳掌之處。
1:4091
Προσ κυνεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Τόπον δὲ θρόνου τοῦτον ὠνόμα σεν, ὡς ἐπαναπαυόμενος ἐπ' αὐτῷ
For 'worship,' he says, 'at the footstool of his feet, for he is holy.' And he named this the place of the throne, as one resting upon it.
因為經上說:「當在他的腳凳前敬拜,因他是聖的。」他把這稱為寶座之處,因他安息在其上。
1:4092
Οὗ κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ εἰς τὸν αἰῶνα. Οὐκ εἶπε, κατεσκήνω σεν, ἀλλὰ κατασκηνώσει·
Where my name shall dwell in the midst of the house of Israel forever. He did not say 'it dwelt,' but 'it shall dwell';
我的名要永遠住在以色列家中間。他沒有說「曾住」,而是說「要住」;
1:4093
κατασκηνώσει δὲ εἰς τὸν αἰῶνα ἁγίων ἐν μέσῳ, καὶ τῶν ἀληθῶς Ἰσραὴλ. ὀνομαζομένων, καὶ ὁρᾷν αὐτὸν δυναμένων, ὡς ἰδεῖν ἀνθρώπῳ δυνατόν·
and it shall dwell forever in the midst of the saints, and of those who are truly named Israel and are able to see him, insofar as it is possible for a man to see—
並且要永遠住在眾聖徒中間,也住在那些真正名為以色列、且能看見他的人中間,就是照人所能看見的程度而言—
1:4094
οὐκ ἐν τῷ τύπῳ, ἀλλ' ἐν τῇ ἀληθείᾳ
not in the figure, but in the truth.
不是在預表之中,而是在真理之中。
1:4095
Τύπος δὲ ἦν τῶν ἐπουρανίων ἐκεῖνα
For those things were a figure of the heavenly realities.
因為那些事物乃是天上實體的預表。
1:4096
Ὅρα γὰρ, φησὶ, ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀψευδὴς τοίνυν ὑπόσχεσις·
'For see,' he says, 'that you make all things according to the pattern that was shown you on the mountain.' The promise, therefore, is not false;
因為經上說:「你要謹慎,照著在山上指示你的樣式作各樣的物件。」所以這應許並不虛假;
1:4097
Πολ λαὶ μοναὶ παρὰ τῷ Πατρί μου·
'In my Father's house are many mansions;
「在我父的家裡有許多住處;
1:4098
εἰ δὲ μή γε, ἔλεγον ὅτι πορεύσομαι, καὶ ἑτοιμάσω τόπον ὑμῖν·
if it were not so, I would have told you, for I go to prepare a place for you;
若是沒有,我就早已告訴你們了,因我去原是為你們預備地方;
1:4099
πάλιν ἐλεύσομαι, καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτὸν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. Ἐν τῷ τύπῳ τοίνυν οὔτε κατεσκήνωσεν, οὔτε κατασκηνώσει Θεὸς εἰς τὸν αἰῶνα·
I will come again and receive you unto myself, that where I am, there you may be also.' In the figure, therefore, God neither dwelt nor shall he dwell forever;
我要再來接你們到我那裡去,好叫我在哪裡,你們也在哪裡。」所以在那預表之中,神既未曾住,也不會永遠住在其中;
1:4100
κατεψηφίσατο γὰρ αὐτῶν, λέγων·
for he pronounced sentence against them, saying:
因為他已定了他們的罪,說:
1:4101
Ἰδοὺ ἀφίεται οἶκος ὑμῶν ἔρημος. Προσήκει τοίνυν ἀπὸ τῶν τύπων ἐπὶ τὴν ἀλήθειαν ἀναβαίνειν, κἀκείνην ἀναμένειν τοῦ Θεοῦ τὴν κατα σκήνωσιν
'Behold, your house is left unto you desolate.' It is fitting, therefore, to ascend from the figures to the truth, and to await that dwelling of God.
「看哪,你們的家成為荒場留給你們了。」因此,我們理當從預表上升到真理,並等候神那樣的居住。
1:4102
Καὶ τὰ ἐπαγόμενα τῇ προλεχθείσῃ συν ομολογεῖ ἑρμηνείᾳ
And what follows agrees with the interpretation set forth above.
接下來所說的,與上文所述的解釋相合。
1:4103
Καὶ οὐ βεβηλώσουσι, φησὶν, οὐκέτι οἶκος Ἰσραὴλ τὸ ὄνομά μου τὸ ἅγιον, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν, καὶ ἐν τοῖς παραπτώμασι τῶν ἡγουμένων αὐτῶν ἐν μέσῳ αὐτῶν. Τοῦτο δὲ εἴ τις περὶ τοῦ Ἰσραὴλ ἁπλῶς λάβοι, ψευδὲς εὑρήσει·
'And they shall no more defile,' he says, 'the house of Israel my holy name, they and their leaders, in their fornication and in the transgressions of their leaders in their midst.' But if anyone should take this simply concerning Israel, he will find it false;
他說:「以色列家和他們的君王,必不再藉他們的淫行和他們君王在他們中間所犯的過犯,玷污我的聖名。」但若有人單就以色列而論,領受這話,就會發現這是不真確的;
1:4104
πολλὴν γὰρ αὐτῶν καὶ μετὰ τὴν ἐπάνοδον ἀσέβειαν καὶ Ἔσδρας κατηγορεῖ, καὶ τῶν Μακκαβαίων ἱστορία·
for both Ezra and the history of the Maccabees accuse them of much impiety even after the return;
因為以斯拉和馬加比書的記載都控告他們,就是在歸回之後仍有許多不敬虔的行為;
1:4105
καὶ οὐ μόνον τῶν ἄλλων Ἰσραηλιτῶν, ἀλλὰ καὶ τῶν ἱερέων καὶ τῶν ἀρχιερέων
and not only of the other Israelites, but also of the priests and the high priests.
而且不僅是其餘的以色列人,連祭司和大祭司也是如此。
1:4106
Ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου, φησὶν, ἐν τοῖς προθύροις αὑτῶν, καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὑτῶν, καὶ ἔδωκαν τὸν τοῖχόν μου, ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν ταῖς ἀνομίαις αὑτῶν, ἃς ἐποίουν
'When they set my threshold,' he says, 'by their thresholds, and my doorposts close to their doorposts, and made my wall as though shared between me and them, and defiled my holy name by the lawless deeds which they did.'
他說:「他們將我的門檻設在他們的門檻旁,將我的門框緊挨他們的門框,又使我的牆如同你我共有,並以他們所行的罪孽玷污了我的聖名。」
1:4107
Εἶτα παραινεῖ καταλιπεῖν αὐτοὺς τὴν προ τέραν ὁδὸν, καὶ τῆς ἀσεβείας ἀπαλλαγῆναι, καὶ αὐ τοὺς, καὶ τοὺς ἡγουμένους αὐτῶν·
Then he exhorts them to forsake their former way and to be delivered from their impiety, both they and their leaders;
然後他勸戒他們離棄從前的道路,脫離不敬虔,就是他們自己和他們的君王都要如此;
1:4108
καὶ ὑπισχνεῖται, τούτων γιγνομένων, κατασκηνοῦν ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα
and he promises that, if these things come to pass, he will dwell in their midst forever.
他又應許說,若這些事成就,他就要永遠住在他們中間。
1:4109
ἐπειδὴ δὲ ἰδόντες αὐτὸν ἔφασαν πρὸς ἀλλήλους·
but since, when they saw him, they said to one another:
但因為他們看見他時,彼此說:
1:4110
Οὗτός ἐστιν κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἡμῶν ἔσται κληρονομία, ἐκείνους μὲν ἐκ τοῦ. ἀμπελῶνος ἐκβαλὼν εἰς τὴν οἰκουμένην διέσπειρε, τὸν δὲ ἀμπελῶνα ἐξέδοτο ἄλλοις γεωργοῖς, μεθ' ὧν εἰς τὸν αἰῶνα κατασκηνοῖ, εἰς καιρὸν παρ' αὐτῶν τοὺς καρποὺς κομιζόμενος
'This is the heir; come, let us kill him, and the inheritance shall be ours,' he cast those men out of the vineyard and scattered them throughout the inhabited world, and gave over the vineyard to other husbandmen, with whom he dwells forever, receiving from them the fruits in due season.
「這是承受產業的,來吧,我們殺了他,產業就歸我們了。」於是他把那些人從葡萄園中趕出去,分散在天下各地,又把葡萄園租給別的園戶,就是他要永遠與之同住、按時向他們收取果子的人。
1:4111
Εἶτα παρακελεύεται τῷ προφήτῃ δεῖξαι τῷ λαῷ τοῦ νεὼ τὴν οἰκοδομίαν, ἵνα διὰ τὸ μέγεθος τῆς εὐεργεσίας καὶ τῆς ἐλπίδος τῆς ἀνακλήσεως ἐντραπέντες, τοῦ πλημμελεῖν καὶ δυσ σεβεῖν παύσωνται
Then he commands the prophet to show the people the building of the temple, so that, being put to shame by the greatness of the benefit and of the hope of restoration, they may cease from transgressing and acting impiously.
然後他吩咐先知把聖殿的建築指示給百姓看,好叫他們因這恩惠之大和復興盼望之大而感到羞愧,從而停止犯罪與不敬虔的行為。
1:4112
Λέγει δὲ τεθεᾶσθαι καὶ τὸ τῶν θυμιαμάτων θυσια στήριον, τὸ μὲν ὕψος δύο πήχεων, τὸ δὲ μῆκος πή χεως, ἰσόμετρον δὲ εὖρος
He says that he beheld also the altar of incense, its height two cubits, its length a cubit, and its breadth of equal measure.
他說,他也看見了香壇,高二肘,長一肘,寬也是相等的尺寸。
1:4113
Λέγει καὶ δύο τεθεᾶσθαι ἱλαστήρια, οὐκ ἰσόμετρα, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον
He says too that he beheld two mercy-seats, not of equal measure, but the one smaller, the other larger.
他又說,他看見兩個施恩座,尺寸並不相等,一個較小,一個較大。
1:4114
Ἀναγκαῖον ζητῆσαι, τί δήποτε τοῦ μα καρίου Μωσέως ἓν ἱλαστήριον κατὰ τὴν θείαν ἐντολὴν πεποιηκότος, ἐνταῦθα δύο θεωρεῖ προφήτης
It is necessary to inquire why, when the blessed Moses made one mercy-seat according to the divine commandment, here the prophet beholds two.
有必要探究:既然蒙福的摩西照著神的命令只造了一個施恩座,為何在此先知卻看見兩個。
1:4115
Ἡγοῦ μαι δὲ ὡς τὸ βραχὺ τύπος τοῦ μείζονος·
I consider that the smaller is a figure of the greater;
我認為那較小的乃是那較大者的預表;
1:4116
Χριστὸς δέ ἐστι τὸ ἡμέτερον ἱλαστήριον, φησιν θεῖος Ἀπόστολος, Ὃν προέθετο Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὑτοῦ. Λέγει δὲ καὶ με ταξὺ τῶν δύο ἱλαστηρίων πήχεις εἶναι τέσσαρας, τοῖς θείοις Εὐαγγελίοις ἰσαρίθμους·
and Christ is our mercy-seat, as the divine Apostle says, 'Whom God set forth as a propitiation in his own blood, for a demonstration of his righteousness.' He says too that between the two mercy-seats there were four cubits, equal in number to the divine Gospels;
而基督乃是我們的施恩座,正如神聖的使徒所說:「神設立他作挽回祭,是憑著他的血,要顯明神的義。」他又說,在兩個施恩座之間有四肘,其數目與四卷神聖的福音書相等;
1:4117
μεταξὺ γὰρ τοῦ νό μου καὶ τῶν ἐλπιζομένων ἀγαθῶν, τῶν Εὐαγγελίων χάρις τοῖς ἀνθρώποις ἐδόθη
for between the law and the good things hoped for, the grace of the Gospels was given to men.
因為在律法與所盼望的美好事物之間,福音的恩典賜給了世人。
1:4118
Καὶ τὸ Ἀριὴλ, φησὶ, πηχῶν δώδεκα τὸ μῆ κος καὶ τὸ πλάτος ἰσόμετρον
'And the Ariel,' he says, 'was twelve cubits in length, and its breadth of equal measure.'
他說:「那亞利伊勒長十二肘,寬也是相等的尺寸。」
1:4119
Τὸ δὲ Ἀριὴλ σημαίνει τῇ Ἑβραίων φωνῇ ὄρος Θεοῦ, κατ' ἄλλην ἑρμηνείαν, φῶς Θεοῦ·
'Ariel' signifies in the Hebrew tongue 'mountain of God,' or, according to another interpretation, 'light of God';
「亞利伊勒」在希伯來語中意為「神的山」,或按另一種解釋,意為「神的光」;
1:4120
καλεῖ δὲ οὕτως, ὡς ἡγοῦμαι, τοῦ ἱλαστηρίου τὴν βάσιν
and he so names, as I suppose, the base of the mercy-seat.
我想,他如此稱呼的,乃是施恩座的底座。
1:4121
Συμβαίνει δὲ καὶ οὗτος τῶν πήχεων ἀριθμὸς τοῖς ἱεροῖς ἀποστό λοις, οἳ βάσεις καὶ ἐπιβάσεις τῆς θείας ἐγένοντο χάριτος, καὶ τῆς Ἐκκλησίας ὑποβάθρα καὶ κρηπίς·
This number of cubits also corresponds to the holy apostles, who became the foundations and stepping-places of the divine grace, and the substructure and base of the Church;
這肘數也與那些聖使徒相合,他們成了神聖恩典的根基與立足之處,也成了教會的基座與根基;
1:4122
Σὺ γὰρ εἶ Πέτρος, φησὶ, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, Κύριος ἔφη
for 'You are Peter,' he says, 'and upon this rock I will build my Church,' the Lord declared.
因為主說:「你是彼得,我要把我的教會建造在這磐石上。」
1:4123
Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Αὐτὸ δὲ τὸ ἱλαστήριον δύο πήχεσι λέγει μεῖζον εἶναι τοῦ Ἀριὴλ, καὶ κατὰ τὸ μῆκος, καὶ κατὰ τὸ εὖρος·
'You are the light of the world.' And the mercy-seat itself he says is larger than the Ariel by two cubits, both in length and in breadth.
「你們是世上的光。」他又說,那施恩座本身比亞利伊勒大二肘,無論在長度上還是在寬度上都是如此。
1:4124
Εἶτα παρακελεύεται τῷ προφήτῃ τῶν ὅλων Θεὸς, τοὺς περὶ τῶν θυσιῶν νόμους διδάξαι τοὺς ἱερέας, καὶ ὅπως δεῖ τὸν περὶ τῆς ἁμαρτίας μόσχον καὶ προσαγαγεῖν, καὶ θῦσαι, καὶ ἔνθα προσήκει καταπαῦσαι, καὶ ὅπως δεῖ περιῤῥᾶναι τοῦ τε θυσια στηρίου τὰ κέρατα, καὶ τοῦ ἱλαστηρίου τὰς γωνίας·
Then the God of all commands the prophet to teach the priests the laws concerning the sacrifices, and how one must both bring near and slay the bull-calf for sin, and where it is fitting to set it down, and how one must sprinkle both the horns of the altar and the corners of the mercy-seat;
然後萬有的神吩咐先知教導祭司有關祭物的律例,就是當如何獻上並宰殺贖罪的公牛犢,當在何處安置它,又當如何彈血在壇的四角和施恩座的四隅上;
1:4125
εἶτα τοὺς περὶ ἁμαρτίας ἐρίφους μώμου παντὸς ἐλευ θέρους ὄντας προσαγαγεῖν·
then to bring near the goats for sin, being free from every blemish;
然後獻上那毫無瑕疵的贖罪公山羊;
1:4126
καὶ πάλιν ὡσαύτως τῷ αἵματι περιῤῥᾶναι τὸ θυσιαστήριον
and again likewise to sprinkle the altar with the blood.
又同樣地用血彈灑在祭壇上。
1:4127
Οὕτω δὲ, φησὶ,. τούτων γινομένων, καὶ τοῦ ὑπὲρ τῆς ἁμαρτίας ἱλα σμοῦ πληρωθέντος, προσοίσουσι μόσχον καὶ πρόβα τον, μώμου καὶ αὐτὰ ἀπηλλαγμένα, καὶ μετὰ ἁλῶν τὴν θυσίαν ἐπιτελέσουσιν
'And thus,' he says, 'when these things are done, and the atonement for sin has been fulfilled, they shall bring near a bull-calf and a sheep, these also being free from blemish, and shall complete the sacrifice with salt.'
他說:「這樣,當這些事行完了,贖罪的挽回也成全了,他們就要獻上一頭公牛犢和一隻綿羊,這些也都要毫無瑕疵,並要用鹽把祭物獻上。」
1:4128
Μήνυμα δὲ οἱ ἅλες λο γισμοῦ, καὶ διακρίσεως, καὶ φρονήματος εὐσεβοῦς·
The salt is a sign of discernment, of discrimination, and of a godly disposition;
那鹽乃是思辨、分辨與敬虔心志的表記;
1:4129
οὐχ ἁπλῶς γὰρ, οὔτε ὡς ἔθει δουλεύοντες, ταῦτα ποιήσουσιν, ἀλλὰ μετά τινος λόγου καὶ σκοποῦ εὐ σεβεῖν προαιρουμένου
for they shall not do these things simply, nor as slaves to custom, but with a certain reason and purpose that chooses to be godly.
因為他們行這些事,並不是隨隨便便,也不是像作習俗的奴僕,而是帶著某種理性和存心敬虔的旨意。
1:4130
Ποιήσουσι δὲ, φησὶν, ἑπτὰ ἡμέρας τὰς τοιάσδε θυσίας·
'And they shall perform,' he says, 'such sacrifices for seven days.'
他說:「他們要在七日之久獻上這樣的祭物。」
1:4131
ἀπὸ δὲ τῆς ὀγδόης καὶ ἐπέκεινα, τοιάσδε θυσίας, ἵνα μὴ καθ' ἕκαστον διεξίω
And from the eighth day onward, sacrifices of this sort — that I may not go through them one by one.
從第八日起以及其後,要獻上這樣的祭物,我不必逐一詳述。
1:4132
οὐκ ἐπειδὴ θύρας ἔχρῃζεν εἰσ ιέναι βουλόμενος πανταχοῦ παρὼν καὶ τοῖς πᾶσι παριστάμενος
Not because He who is present everywhere and stands beside all things had need of doors in order to enter when He willed;
並非因為那位無所不在、與萬有同在者,若要進入時竟需要門戶;
1:4133
Προσέταξε δὲ παρὰ τὴν θύραν καὶ τὸν ἡγούμενον, τουτέστι τὸν ἀρχιερέα, τῆς τροφῆς ἀπολαύειν, παρ ιέναι δὲ διὰ τοῦ προπυλαίου, καὶ ἀπιόντα, καὶ ἀνιόντα·
But He commanded that the ruler — that is, the high priest — should also enjoy the food beside the door, and should pass through by way of the portico, both when going out and when going up.
祂卻吩咐首領,就是大祭司,也要在門旁享用那食物,並要經由前廊出入,無論是出去或上去。
1:4134
Οὕτω δὲ τού των καὶ λαληθέντων καὶ δειχθέντων, πάλιν ὁρᾷ τοῦ Θεοῦ τὴν δόξαν ἐν τῇ πύλῃ τῇ πρὸς βοῤῥᾶν, καὶ εἰ πεῖν κελεύεται τῷ παραπικραίνοντι λαῷ, προσ εριστῇ καὶ φιλονείκῳ·
When these things had thus both been spoken and shown, again he beholds the glory of God at the gate that faces north, and he is commanded to speak to the people that provokes to bitterness, or that is contentious and quarrelsome;
當這些事既如此被說出又被顯明之後,他又見到神的榮耀在朝北的門那裡,並奉命對那悖逆的百姓,或說爭競好鬥的百姓說話;
1:4135
οὕτως γὰρ καὶ οἱ ἄλλοι ἑρμη νευταὶ ἡρμηνεύκασιν·
For so also the other translators have rendered it.
因為其他的譯者也是這樣翻譯的。
1:4136
ἀρκεσθῆναι τῇ προτέρᾳ παρα νομίᾳ, ἣν τολμῶντες διετέλεσαν, ἀλλοφύλους καὶ ἀπεριτμήτους εἰς τὸν θεῖον εἰσάγοντες νεών·
That they should be content with their former transgression of the law, which they persisted in daring, when they brought foreigners and the uncircumcised into the divine temple;
他們理當以先前那不斷膽敢犯下的違法之罪為足,就是他們把外邦人和未受割禮的人帶進神聖的殿中;
1:4137
τὸ δὲ μέγιστον τῶν ἐγκλημάτων, ὅτι οὐ μόνον τὴν σάρκα ἀπερίτμητον εἶχον, ἀλλὰ καὶ πρὸ τῆς σαρκὸς τὴν διάνοιαν·
But the greatest of the charges is this: that they had not only the flesh uncircumcised, but even, before the flesh, the mind itself.
然而諸罪中最大的,乃是他們不僅肉體未受割禮,甚至先於肉體,連心思意念也未受割禮。
1:4138
ὡς εἶναι δῆλον, ὅτι τῆς μὲν καρδίας περιτομὴ δικαιοσύνης κατόρθωσις, δὲ τῆς σαρκὸς περιτομὴ τῆς κατὰ διάνοιαν περιτομῆς σημεῖόν ἐστι καὶ σφραγίς
So that it is clear that the circumcision of the heart is the accomplishing of righteousness, while the circumcision of the flesh is a sign and seal of the circumcision according to the mind.
由此可見,心的割禮乃是義的成就,而肉體的割禮則是那按心思之割禮的記號與印證。
1:4139
Παρεγγυᾷ τοίνυν τῶν ὅλων Θεὸς, τοὺς μὲν καὶ κατὰ ψυχὴν ἀπεριτμήτους, καὶ κατὰ σῶμα ἀλλογενεῖς καὶ ἀλλοφύλους πόῤῥωθεν τῶν θείων μεῖ ναι περιβόλων, τοὺς δὲ Λευΐτας κοινωνήσαντας τῇ τοῦ λαοῦ παρανομίᾳ, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ἀσπασαμένους, τῆς οἰκείας τάξεως ἀποστῆναι, καὶ μήτε πυλωρεῖν, μήτε σφάττειν τὴν ὁλοκαύτωσιν, καὶ τὴν περὶ ἁμαρτίας θυσίαν, μήτε μὴν πελά ζειν τοῖς ἱεροῖς, ἀλλὰ τῆς οἰκείας ἀσεβείας λαβεῖν καρπὸν τὴν ἀτιμίαν·
The God of all things therefore charges that those who are uncircumcised in soul and also of alien race and foreign in body should remain far off from the divine precincts; and that the Levites who shared in the transgression of the people and embraced the service of idols should depart from their own rank, and should neither keep the gate, nor slaughter the whole burnt offering and the sin offering, nor even draw near to the holy things, but should receive dishonor as the fruit of their own impiety;
因此,萬有的神吩咐:凡在心靈上未受割禮,並在身體上是別族、外邦之人,都要遠離神聖的院宇;至於那些與百姓同犯罪過、又親近敬拜偶像的利未人,則要離開自己原有的職分,既不可守門,也不可宰殺燔祭與贖罪祭的牲畜,更不可挨近聖物,惟要以羞辱作為自己不敬虔的果子;
1:4140
μόνον δὲ τοῦ Σαδοὺκ τὸ γένος ἐπὶ τῆς πατρῴας μεῖναι εὐσεβείας, καὶ ἱερουργεῖν, καὶ φυλάττειν, καὶ τὰ ἄλλα πάντα πληροῦν
But only the family of Zadok should remain in the ancestral piety, and should minister as priests, and keep guard, and fulfill all the other duties.
惟有撒督的後裔要存留在祖宗的敬虔中,事奉聖職、看守,並成就其餘一切的職責。
1:4141
Προσήκει δὲ αὐτοὺς, φησὶ, τοῖς μὲν ἐξ ἐρίων ὑφάσμασι μηδαμῶς κεχρῆσθαι, ἐσθήματα δὲ λινᾶ περιβάλλεσθαι μόνα, κατὰ τὸν τῆς ἱερουργίας καιρὸν, καὶ κίδαριν δὲ ἕκα στος τῇ κεφαλῇ περιτιθέτω, καὶ διαζώματα δὲ ἔνδοθεν. περικείσθω·
It is fitting, he says, that they should by no means use garments woven of wool, but should clothe themselves in linen vestments only at the time of the sacred ministry; and let each one place a turban upon his head, and let girdles be worn underneath.
他說,他們理當絕不可穿用羊毛織成的衣服,惟在供職事奉的時候只可披戴細麻布的衣裳;各人頭上要戴冠帽,裡面也要束上腰帶。
1:4142
ἐξιόντες δὲ πρὸς τὸν λαὸν, τὰς μὲν λει τουργικὰς ἀποδυέσθωσαν στολὰς, ἑτέρας δὲ ἀμπεχό μενοι τὰς πύλας ἐξίτωσαν·
But when they go out to the people, let them put off the ministering robes, and putting on others let them go out through the gates;
但當他們出去到百姓那裡時,要脫下供職的禮服,另換別的衣服,纔可經過各門出去;
1:4143
οὔτε γὰρ θέμις τὸν τῆς ἱερωσύνης ἀλλότριον ταῖς ἱερατικαῖς πελάζειν στολαῖς
For it is not lawful that one who is a stranger to the priesthood should come near to the priestly robes.
因為凡與祭司職分無份的人挨近祭司的禮服,乃是不合律法的。
1:4144
Καὶ τὰς κεφαλὰς δὲ οὐ ξυρήσονται, τοῦτο γὰρ ἔθος ἦν ποιεῖν τοῖς τῶν εἰδώλων ἱερεῦσι·
And they shall not shave their heads, for this was the custom for the priests of the idols to do;
他們不可剃頭,因為這是敬拜偶像之祭司的習俗;
1:4145
Καὶ τὰς κό μας αὑτῶν οὐ ψιλώσουσιν. δὲ Ἑβραῖος, καὶ Σύρος, οὐ θρέψουσιν ἔφασαν
And they shall not let their hair grow bare. But the Hebrew and the Syrian said, 'they shall not let it grow long.'
他們也不可使頭髮光禿。但希伯來文本與敘利亞文本說:「他們不可使頭髮長長。」
1:4146
Οὔτε γὰρ ξυρεῖσθαι αὐτοὺς, φησὶ, προσήκει, οὔτε κόμας τρέφειν, ἀλλὰ μεσότητα κουρᾶς ἀγαπῆσαι·
For neither is it fitting, he says, that they should shave themselves, nor that they should let their hair grow, but that they should be content with a moderate trimming;
他說,因為他們既不宜剃光頭髮,也不宜留長頭髮,惟要以適中的修剪為滿足;
1:4147
τοῦτο γὰρ ἐσήμηνεν εἰρηκώς·
For this is what he indicated by his words.
因為這正是他藉著所說的話所要表明的。
1:4148
γάμῳ δὲ βουλομένους ὁμι λεῖν, μήτε χήραν, μήτε ἐκβεβλημένην γυναῖκα λαμ βάνειν, ἀλλὰ παρθένον
And to those wishing to enter into marriage, that they should take neither a widow nor a woman that has been put away, but a virgin.
至於那些想要締結婚姻的,他們既不可娶寡婦,也不可娶被休的婦人,惟要娶處女。
1:4149
Εἰ δὲ καὶ ἱερέως τις γενο μένη γυνὴ χηρεύσειε, καὶ βουληθείη τις αὐτὴν γῆ μαι, οὐδὲ τοιοῦτος γάμος παράνομος ἀνέπαφον γὰρ τῆς ἱερωσύνης μένει τὸ γένος, τῆς ἱερεῖ συναφθείσης τῷ ἱερεῖ πάλιν συναπτομένης
But if a woman who has become the wife of a priest should be widowed, and someone should wish to marry her, not even such a marriage is unlawful; for the priestly family remains inviolate, since she who was joined to a priest is again joined to a priest.
但若曾作祭司之妻的婦人成了寡婦,又有人願意娶她,這樣的婚姻也不算違法;因為既是與祭司聯合的婦人再與祭司聯合,祭司的家系便得以保持不受玷污。
1:4150
Χρὴ δὲ τούτους πάλιν καὶ τὸν λαὸν ἐκπαιδεύειν τῶν τε κοινῶν καὶ τῶν ἱερῶν τὸ διάφορον
And these men must again instruct the people concerning the difference between the common and the holy.
這些人又必須教導百姓,分辨俗物與聖物之間的分別。
1:4151
Αὐτοὶ δὲ καὶ ταῖς φονικαῖς δικα σάτωσαν δίκαις, καὶ τὰς ἄλλας δὲ ἀμφιβολίας λυέτω σαν, πανταχοῦ τιμῶντες τὸ δίκαιον
And let them also judge in cases of bloodshed, and let them resolve the other disputes, honoring justice in every matter.
他們也要審斷流血的案件,並要解決其他的爭訟,在凡事上尊崇公義。
1:4152
Καὶ τὰς ἑορτὰς δὲ κατὰ τὸν νόμον ἐπιτελείτωσαν, καὶ τὰ Σάββατα τῇ ἀργίᾳ καὶ τοῖς ἄλλοις τιμάτωσαν
And let them keep the feasts according to the law, and let them honor the Sabbaths with rest and with the other observances.
他們要照著律法守節期,並要以安息、以及其他的規例來尊崇安息日。
1:4153
Καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι, τουτέστιν ἐπὶ νεκρῷ·
And they shall not go in unto a dead person so as to be defiled — that is, over a corpse;
他們不可挨近死人,免得被玷污,就是不可挨近屍體;
1:4154
οὕτω γὰρ καὶ Ἑβραῖος καὶ Σύρος ἔφη·
For so also the Hebrew and the Syrian said;
因為希伯來文本與敘利亞文本也是這樣說的;
1:4155
ἀλλ' ἐπὶ μόνῳ, φησὶ, πατρὶ καὶ μητρὶ, υἱῷ καὶ θυγατρὶ, ἀδελφῷ καὶ ἀδελφῇ μηδέπω γημαμένῃ. Εἶτα παρεγγυᾷ, πῶς δεῖ τὸν ἀκάθαρτον καθαρθῆναι, καὶ οὕτω τῇ ἱερουργίᾳ πελάσαι·
But only, he says, for a father and mother, a son and daughter, a brother and a sister that has not yet been married. Then he charges how the unclean one must be cleansed, and so draw near to the sacred ministry;
他說,惟獨為了父母、兒女、弟兄,以及尚未出嫁的姊妹纔可如此。接著他吩咐那不潔淨的人當如何得潔淨,然後纔可挨近供職的聖工;
1:4156
οὐκ ἐπειδὴ τῷ ὄντι μυσαρὸν ἦν τὸ τοὺς τεθνεῶτας ὁρᾷν·
Not because it was in reality abominable to look upon the dead;
並非因為觀看死者本身實在是可憎惡的;
1:4157
εἰ γὰρ ἀληθῶς ἐλωβᾶτο, ἐλυμήνατο ἂν καὶ τοῦ τεθνεῶτος πατρὸς, μητρὸς, ἀδελφοῦ θέα·
For if it truly caused harm, then the sight of a dead father, or mother, or brother would also have brought defilement;
因為若那果真造成損害,則觀看已死的父親、母親或弟兄,也照樣會帶來玷污了;
1:4158
ἀλλὰ διὰ τούτων αἰδεσιμώτερον παρὰ τοῖς τὰ μικρὰ σε μνύνειν μεμαθηκόσιν Ἰουδαίοις τὸν ἱερέα εἶναι βου λόμενος
But through these things, wishing that the priest should be more venerable in the eyes of the Jews, who had been taught to esteem small things as solemn.
祂乃是藉著這些規定,願那祭司在猶太人眼中更顯尊貴,因為猶太人素來受教把細微之事看為莊嚴神聖。
1:4159
Εἶτα παρακελεύεται καὶ τὴν ὑπὲρ ἑαυτοῦ θυσίαν προσενεγκεῖν τὸν ἱερέα μέλλοντα εἰς τὰ ἅγια εἰσιέναι·
Then he further enjoins that the priest who is about to enter into the holy places should offer the sacrifice on his own behalf;
接著祂又囑咐那將要進入聖所的祭司,先要為自己獻上祭物;
1:4160
καὶ μερίδα μὴ λαβεῖν μετὰ τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ διανομῇ τῆς γῆς
And that he should take no portion together with the sons of Israel in the distribution of the land;
並且在分地的時候,他不可與以色列人一同得產業;
1:4161
καὶ τὰς ἀπαρχὰς αὐτοῖς εἰς ἀπόλαυσιν δίδωμι, καὶ τὰ ἀπὸ τῶν θυσιῶν ἀφοριζόμενα πάλιν αὐτοῖς ἀπένειμα
'And I give to them the firstfruits for their enjoyment, and the portions set apart from the sacrifices I have again assigned to them.'
「我將初熟之物賜給他們享用,並把從祭物中分別出來的份再度歸給他們。」
1:4162
Κελεύει δὲ καὶ γῆν τινα ἀφορισθῆναι προάστειον τοῖς ἱερεῦσι·
And he commands that a certain land be set apart as a suburb for the priests;
祂又吩咐要劃出一塊地作為祭司的郊野;
1:4163
ἀπὸ μὲν ἀνίσχοντος ἡλίου πρὸς ἑσπέ ραν, δέκα χιλιάδας πήχεων·
From where the sun rises toward the west, ten thousand cubits;
從日出之處往西,長一萬肘;
1:4164
ἀπὸ δὲ ἄρκτου πρὸς μεσημβρίαν εἴκοσι καὶ πέντε χιλιάδας, ὥστε, φησὶν, ἔχοντας αὐτοὺς τὰς δεκάτας, καὶ τὰς ἀπαρχὰς, καὶ τὰ πρωτότοκα, καὶ τῶν θυσιῶν τὰς ἀφωρισμένας μοίρας, καὶ τὴν ἀπὸ τῆς γῆς παραψυχὴν, στέργειν τὸ δίκαιον, καὶ τοῦ πλείονος μὴ ἐφίεσθαι, μηδὲ ἀδικεῖν τὸν λαὸν, τῆς αὐταρκείας ἀπολαύοντας
And from the north toward the south, twenty-five thousand — so that, he says, having their tithes, and their firstfruits, and their firstborn, and the portions set apart from the sacrifices, and the sustenance from the land, they might be content with what is just, and not covet more, nor wrong the people, but enjoy a sufficiency.
從北往南,長二萬五千肘;他說,這樣,他們既有十分之一、初熟之物、頭生的、從祭物中分別出來的份,以及從地而得的養生之物,便可以滿足於公正所得的,不貪求更多,也不虧負百姓,惟享受足夠的供應。
1:4165
Ἱκανούσθω ὑμῖν, οἱ ἀφηγούμενοι τοῖ Ἰσ-ραήλ·
'Let it suffice you, O rulers of Israel!'
「以色列的首領啊,這於你們夠了!」
1:4166
ἀδικίαν καὶ ταλαιπωρίαν ἀποῤῥίψατε, καὶ κρῖμα καὶ δικαιοσύνην ποιήσατε, καὶ ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ, λέγει Ἀδωναῒ Κύριος
'Cast away injustice and oppression, and execute judgment and righteousness, and remove violence from my people, says the Lord Adonai.'
「你們當除掉不義與欺壓,施行公正與公義,並從我百姓中除去強暴,主阿多乃如此說。」
1:4167
Εἶτα περὶ ζυγῶν, καὶ σταθμῶν, καὶ μέτρων νομοθετεῖ, καὶ λέγει καὶ ταῦτα ἰσότητι καὶ τῷ δικαίῳ τιμᾶσθαι, καὶ παρακελεύεται εἰσόδου καὶ ἐξόδου ἓν εἶναι μέτρον
Then he legislates concerning balances, and weights, and measures, and says that these too are to be esteemed with equity and justice, and he enjoins that there be one measure for both what comes in and what goes out.
接著祂為天平、砝碼與量器立下法度,並說這些也要以公平公正來看重,又囑咐入與出都要用同一個量器。
1:4168
Καὶ διδάσκει ἡμᾶς τὸν μὲν κόρον ἔχειν γομὸρ δέκα, ἕκαστον δὲ γομὸρ χοίνι κας δέκα, ὡς εἶναι τὸν κόρον χοινίκων ἑκατόν
And he teaches us that the kor contains ten gomor, and each gomor ten choinices, so that the kor is a hundred choinices.
祂又教導我們:一賀梅珥含十俄梅珥,每一俄梅珥含十升,如此一賀梅珥便是一百升。
1:4169
Καὶ τὸ ὑφὶ δὲ λέγει ἰσόμετρον εἶναι τῷ χοίνικι
And he says that the ephah is equal in measure to the choinix.
祂又說,一伊法在量度上等同於一升。
1:4170
Καὶ τὴν μνᾶν παρακελεύεται ἔχειν σίκλους πεντήκοντα, ἕκα στον δὲ σίκλον ὀβολοὺς εἴκοσι·
And he enjoins that the mina contain fifty shekels, and each shekel twenty obols;
祂又囑咐一彌拿含五十舍客勒,每一舍客勒含二十俄波勒;
1:4171
καὶ τὰς δέκα δὲ τοῦ ἐλαίου κοτύλας γομὸρ καλεῖ, ὅπερ ἔφη δέκατον εἶναι τοῦ κόρου
And he calls the ten kotylai of oil a gomor, which he said is a tenth of the kor.
祂又稱那十柯替利的油為一俄梅珥,就是祂所說的賀梅珥的十分之一。
1:4172
Κελεύει δὲ καὶ τὴν ἀπαρχὴν τὴν προσ φερομένην ἀπό τε πυρῶν, καὶ κριθῶν, τὸ ἕκτον ἔχειν τοῦ γομὸρ, τὸ καλούμενον παρ' ἡμῖν ἡμιμέδιμνον·
And he commands that the firstfruit which is offered from wheat and from barley should be a sixth part of the gomor, which is called among us a half-medimnus;
祂又吩咐那從麥子與大麥中所獻的初熟之物,要有一俄梅珥的六分之一,就是我們所稱的半墨丁諾;
1:4173
τριάκοντα γὰρ μεδίμνων ὄντος τοῦ κόρου, τοῦ δὲ γομὸρ δέκατον κληθέντος τοῦ κόρου, ἀνάγκη τριῶν εἶναι μεδίμνων τὸ γομὸρ, τῶν δὲ τριῶν μεδίμνων τὸ ἕκτον ἡμιμέδιμνόν ἐστι
For since the kor is thirty medimni, and the gomor is called a tenth of the kor, the gomor must necessarily be three medimni, and a sixth of the three medimni is a half-medimnus.
因為既然一賀梅珥是三十墨丁諾,而一俄梅珥稱為賀梅珥的十分之一,那麼一俄梅珥必然是三墨丁諾,而三墨丁諾的六分之一便是半墨丁諾。
1:4174
Προσέταξε δὲ καὶ ἀπὸ τῶν δέκα κοτυλῶν μίαν κοτύλην προσφέρεσθαι, καὶ τῶν προβάτων δὲ ὡσαύτως τὰς δεκάτας
And he commanded that from the ten kotylai one kotyle should be offered, and likewise the tithes of the sheep.
祂又吩咐從那十柯替利中要獻上一柯替利,羊群的十分之一也照樣獻上。
1:4175
Ταῦτα δὲ πάντα, φησὶ, δώσει λαὸς τῷ ἀφηγουμένῳ εἰς τὴν χρείαν τῶν θυσιῶν, ὡς κἀν ταῖς ἑορταῖς καὶ ταῖς νουμη νίαις, κἀν τοῖς Σάββασιν ὑπ' αὐτοῦ τὰς ἱερουργίας πληροῦσθαι, καὶ ἱλάσκεσθαι τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ
And all these things, he says, the people shall give to the ruler for the need of the sacrifices, so that both at the feasts and at the new moons, and on the Sabbaths, the sacred ministries may be fulfilled by him, and God may be propitiated on behalf of the people.
他說,這一切百姓都要交給首領,以供祭物之用,好使在節期、在月朔、在安息日,供職的聖工都可以藉著他成就,並使神因百姓而得平息息怒。
1:4176
Εἶτα διδάσκει, τίνα προσήκει ποιεῖν τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς, καὶ τίνα τῇ τεσσαρεσκαιδεκάτῃ, καὶ τίνα πάλιν τῷ ἑβδόμῳ μηνί
Then he teaches what it is fitting to do at the new moon of the tenth month, and what at the fourteenth day, and what again in the seventh month.
接著祂教導:在十月的月朔當做甚麼,在十四日當做甚麼,又在七月當做甚麼。
1:4177
Τὴν δὲ προσφερομένην σεμίδαλιν θυσίαν καλεῖ·
And the fine flour that is offered he calls a sacrifice;
祂又把所獻的細麵稱為素祭;
1:4178
Καὶ θυσίαν γὰρ, φησὶ, πέμμα τῷ μόσχῳ, καὶ πέμμα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ ἲν τῷ πέμματι. Τὸ δὲ ἲν παρὰ τῷ Σύρῳ ἡμίναν εὗρον
'For you shall make a sacrifice — a cake for the bull-calf, and a cake for the ram,' he says, 'and a hin of oil for the cake.' But the hin I found rendered as a hemina by the Syrian.
祂說:「你要獻素祭,就是為公牛犢作一個餅,為公綿羊作一個餅,並為每個餅獻一欣的油。」但那「欣」,我發現敘利亞文本作「半升」。
1:4179
Κελεύει δὲ καὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς βλέ πουσαν ἐν ταῖς ἓξ τῆς ἑβδομάδος ἡμέραις κεκλεῖσθαι, ἐν δὲ τῷ Σαββάτῳ διὰ πάσης ἀνοίγνυσθαι τῆς ἡμέρας
And he commands that the gate looking toward the east be shut on the six days of the week, but on the Sabbath be opened throughout the whole day.
祂又吩咐那朝東的門,在一週的六日內要關閉,惟在安息日要終日敞開。
1:4180
Τῶν δὲ, φησὶν, ἱερέων τὰς ὑπὲρ τοῦ ἀρχιερέως προσ φερόντων θυσίας, αὐτὸς ἐπὶ τῆς πύλης στήσεται ταύτης, καὶ τῆς θυσίας προσφερομένης, ἑστὼς ἐπὶ τοῦ προθύρου προσκυνήσει, καὶ οὕτως ἐξελεύσεται·
And when the priests, he says, are offering the sacrifices on behalf of the high priest, he himself shall stand at this gate, and while the sacrifice is being offered, standing at the threshold he shall worship, and thus he shall go out;
他說,當祭司為大祭司獻祭的時候,他本人要站在這門旁,當祭物被獻上時,他要站在門檻處敬拜,然後纔出去;
1:4181
καὶ πᾶς δὲ λαὸς πρὸ ταύτης τῆς θύρας ἑστὼς προσοίσει τῷ Θεῷ τὴν προσκύνησιν, ἕν τε τοῖς Σάβ βασι, καὶ ἐν ταῖς νουμηνίαις·
And all the people also, standing before this door, shall offer to God their worship, both on the Sabbaths and at the new moons;
眾百姓也要站在這門前,向神獻上敬拜,無論在安息日或在月朔;
1:4182
τὸ δὲ ὁλοκαύτωμα τῶν Σαββάτων ἀρχιερεὺς προσοίσει
But the whole burnt offering of the Sabbaths the high priest shall offer.
至於安息日的燔祭,則要由大祭司獻上。
1:4183
Αὐτὸν γὰρ καλεῖ ἀφηγούμενον
For it is him that he calls the ruler.
因為祂所稱的「首領」正是指他。
1:4184
Λέγει δὲ καὶ τῶν ἱερέων τὸν ἀριθμόν·
And he states also the number of the priests;
祂又說明祭司的數目;
1:4185
ὡσαύτως δὲ καὶ τίνα δεῖ ἐν ταῖς νουμηνίαις προσφέρειν διδάσκει
And likewise he teaches what must be offered at the new moons.
同樣,祂也教導在月朔當獻上甚麼。
1:4186
Τὸ δὲ μαναὰ τὴν τῆς σεμιδά λεως θυσίαν ἀποκαλεῖ·
And the 'manaa' he designates as the sacrifice of fine flour;
至於那「瑪拿」,祂用以稱呼細麵的素祭;
1:4187
οὕτω γὰρ καὶ Σύρος ἡρ μήνευσε
For so also the Syrian rendered it.
因為敘利亞文本也是這樣翻譯的。
1:4188
Παρακελεύεται δὲ καὶ τοὺς εἰσιόντας εἰς προσκύνησιν τοῦ Θεοῦ εἰς τὴν ἐξωτέραν αὐλὴν, εἰ μὲν ἀπὸ τῆς πύλης τῆς πρὸς βοῤῥᾶν εἰσέλθοιεν, διὰ τῆς πρὸς μεσημβρίαν ὁρώσης ἐξιέναι·
And he charges also those who enter for the worship of God into the outer court, that if they enter from the gate toward the north, they should go out through the one that looks toward the south;
祂又吩咐那些進入外院敬拜神的人:若是從朝北的門進入,就要從朝南的門出去;
1:4189
εἰ δὲ ἐντεῦθεν. τὴν εἴσοδον ποιήσαιντο, διὰ τῆς ἑτέρας ποιεῖσθαι τὴν ἔξοδον, ὥστε κατὰ τάξιν αὐτοὺς εἰσιόντας καὶ ἐξιόν τας θορύβου δίχα παντὸς προσφέρειν τῷ Θεῷ τὴν προσκύνησιν·
But if from there they make their entrance, they should make their exit through the other, so that entering and going out in order they might offer to God their worship without any tumult;
但若他們從那門進入,就要從另一門出去,好叫他們有次序地出入,毫無喧擾地向神獻上敬拜;
1:4190
παρέστω δὲ καὶ ἀρχιερεὺς, τούτων γινομένων, ὥστε μετὰ πλείονος αἰδοῦς γενέσθαι τὴν προσκύνησιν
And let the high priest also be present when these things are done, so that the worship may take place with greater reverence.
當這些事進行時,大祭司也要在場,好使那敬拜以更大的敬畏來進行。
1:4191
ἄλλαις ἑορταῖς, ἀνοίγνυσθαι προσέταξε τὴν πρὸς ἕω θύραν·
At the other feasts, he commanded that the gate toward the east be opened;
至於其他的節期,祂吩咐那朝東的門要敞開;
1:4192
τῷ δὲ ἀρχιερεῖ γνωμικὴν θυσίαν ἐκ περιουσίας προσενεγκεῖν τῷ Θεῷ βουλομένῳ, καθ' ἣν ἂν βούλοιτο ἡμέραν τὴν θυσίαν ἐπιτελεῖν, ἀνοίγειν, φησὶν, ἐξέστω τὴν θύραν
And to the high priest, when he wishes to offer to God out of his abundance a voluntary sacrifice, on whatever day he might wish to perform the sacrifice, let it be permitted, he says, to open the door.
至於大祭司,若他願意從自己的豐盈中向神獻上甘心祭,無論他願意在哪一日舉行那祭,他說,都可以准許他開那門。
1:4193
Ὁμοία γὰρ, φησὶ, ἔστω παρ' αὐτοῦ προσφερομένη θυσία τῇ τῶν Σαββάτων θυσίᾳ
'For let the sacrifice offered by him,' he says, 'be like the sacrifice of the Sabbaths.'
他說:「因為由他所獻的祭,要像安息日的祭一樣。」
1:4194
Ἐκ τῆς δὲ ἀφωρισμένης αὐτῷ γῆς εἴ τινι τῶν υἱέων δοῦναι βουληθείη, διηνε κῶς, φησὶ, τούτου τὴν δεσποτείαν λαμβάνων ἐχέτω·
And if out of the land set apart for him he should wish to give to any one of his sons, let the one who receives it, he says, hold the ownership of it in perpetuity;
他說,若他願意從那分別歸給他的地中,給他任何一個兒子,那領受的人就要永遠持有這地的所有權;
1:4195
εἰ δὲ οἰκέτῃ δοθείη, ἐχέτω οἰκέτης τὴν δεσποτείαν μέχρι τοῦ ἔτους τῆς ἀφέσεως, καὶ τῷ καλουμένῳ ἑβδομαδικῷ ἔτει ἀποδώσει τῷ ἀρχιερεῖ τὴν κληρονο μίαν·
But if it be given to a servant, let the servant hold the ownership until the year of release, and in the so-called sabbatical year he shall restore the inheritance to the high priest;
但若給了僕人,那僕人可持有所有權直到禧年,並在所謂的安息年,他要將這產業歸還大祭司;
1:4196
μόνῳ γὰρ τῷ ἱερατικῷ γένει οὗτος κλῆρος ἀφώρισται
For to the priestly family alone this inheritance has been set apart.
因為這產業乃是單單分別歸給祭司家系的。
1:4197
Οὐ γὰρ προσήκει τῆς πατρῴας κληρονο μίας τῶν υἱέων στερηθέντων καὶ γυμνωθέντων, εἰς τὸν λαὸν χωρῆσαι τὴν ἀδικίαν, ἄλλης πάλιν τοῖς ἱερεῦσιν ἀφοριζομένης εἰς παραμυθίαν γῆς·
For it is not fitting that, the sons being deprived and stripped of the ancestral inheritance, the wrong should pass over to the people, while yet another land is set apart to the priests for their consolation;
因為這樣是不合宜的:當兒子們被剝奪並失去祖傳的產業時,那不義竟臨到百姓身上,同時又另有一塊地分別歸給祭司作為安慰;
1:4198
ἔστω τοίνυν τῆς ἀφωρισμένης τοῖς ἱερεῦσι γῆς κληρονόμον τὸ γένος
Let the family therefore be the heir of the land set apart for the priests.
所以,要讓這家系作那分別歸給祭司之地的繼承人。
1:4199
Ἔδειξε δέ μοι, φησὶ, καὶ ἕτερον τόπον πρὸς δυσμαῖς κείμενον, ταῖς ἀρκτῴαις ἐξέδραις πελάζοντα, καὶ ἔφη τοῦτον εἰς ἕψησιν ἀφορίζεσθαι τοῖς ἱερεῦσιν, ὥστε τὰ περὶ ἀγνοίας καὶ ἁμαρτίας αὐτόθι ἑψεῖν, κἀκεῖ τὸ μαναὰ πέπτειν
And he showed me, he says, another place also, lying toward the west, adjoining the northern chambers, and he said that this was set apart for the priests for boiling, so that they might there boil the offerings for ignorance and sin, and there bake the 'manaa.'
他說,祂又指給我看另一處地方,位於西邊,靠近北面的廂房,並說這處是分別歸給祭司作烹煮之用的,好叫他們可以在那裡煮那為誤犯之罪與贖罪的祭物,並在那裡烤那「瑪拿」。
1:4200
Οὔτε γὰρ θέμις, φησὶ, τὰ ἅπαξ ἀφορισθέντα καὶ ἁγιασθέντα κοινὰ ποιεῖν τῷ ἔξω κομίζειν
'For neither is it lawful,' he says, 'to make common by carrying outside the things that have once been set apart and sanctified.'
他說:「因為凡一次分別為聖、成為聖潔的物,帶到外面而使之成為俗物,乃是不合律法的。」
1:4201
Εἶδον δὲ καὶ ἑτέρας αὐλὰς ἐκείνης βραχυτέρας, κύκλῳ τῆς μεγίστης διακειμένας αὐλῆς·
I saw also other courts, smaller than that one, lying round about the greatest court;
我又看見另有些院子,比那院子小,環繞著那最大的院子;
1:4202
εἶχε δὲ ἑκάστη τὸ μὲν μῆκος πήχεις τριάκοντα, τὸ δὲ εὖρος τεσσαράκοντα·
and each had a length of thirty cubits and a breadth of forty;
每一個院子長三十肘,寬四十肘;
1:4203
ᾠκοδόμηντο δὲ παρ' αὐτὰς καὶ οἶκοι, ἃς ἐξέδρας ἐκάλεσεν, ἐν οἷς ἕψεσθαι παρηγγύησε τὰ τοῦ λαοῦ θύματα
and beside them were built chambers also, which he called side-rooms, in which he commanded that the sacrifices of the people should be boiled.
在這些院子旁邊也建有房屋,他稱之為廂房,並吩咐要在其中煮百姓所獻的祭牲。
1:4204
Ἐκεῖθέν με πάλιν λαβὼν εἰσήγαγεν ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου τοῦ οἴκου κατὰ ἀνατο λὰς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἀπέβλεπεν κατὰ ἀνατολὰς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλί τους τοῦ οἴκου τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον
Taking me thence again, he brought me to the entrance of the house; and behold, water was issuing forth from beneath the open court of the house toward the east, for the face of the house looked toward the east; and the water was coming down from the right side of the house, from the south, toward the altar.
他又從那裡帶我進到殿的門口,看哪,有水從殿的露臺底下向東流出,因為殿的正面朝東;水從殿的右邊,就是南面,往祭壇那裡流下。
1:4205
Οὕτω τὰ περὶ τῶν θυσιῶν διδαχθεὶς, καὶ μαθὼν, ὅπως τὰ περὶ τῶν ἁμαρτιῶν τυπικῶς δεῖ προσφέρειν θύματα, διδάσκεται τῶν ψυχῶν τὴν ἀληθινὴν κάθαρσιν, τὴν ἐξ ὕδατος καὶ πνεύματος γινομένην
Thus, having been instructed concerning the sacrifices, and having learned how the offerings for sins must be presented in a figurative manner, he is taught the true purification of souls, which comes about through water and the Spirit.
如此,他既受了關於祭祀的教導,又明白了那為罪所獻的祭牲當如何按預表獻上,便得知眾靈魂真正的潔淨,就是藉著水與聖靈而成就的潔淨。
1:4206
Βλέπει δὲ τοῦτο ὕδωρ ἀπὸ τῶν θυρῶν τοῦ οἴκου ἐξιὸν, καὶ διὰ τοῦ θυσιαστηρίου διιὸν, καὶ διὰ τῶν βορειοτέρων μερῶν ἐπὶ τὰ ἑῷα χωροῦν
He sees this water going out from the doors of the house, passing through the altar, and proceeding through the more northerly parts toward the east.
他看見這水從殿的門流出,經過祭壇,並穿過偏北的地方,向東方而去。
1:4207
Ταῦτα καὶ μακάριος Ἡσαΐας προθεσπί ζει, λέγων·
These things the blessed Isaiah also foretells, saying:
這些事,那有福的以賽亞也預先宣告,說:
1:4208
Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πο. ταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. Καὶ μα κάριος δὲ Ζαχαρίας προαγορεύσας τὸ σωτήριον πάθος, καὶ τὸ ἐπιγενόμενον σκότος·
'It shall come to pass in that day, as a glorious river borne along in a thirsty land.' And the blessed Zechariah too, foretelling the saving Passion and the darkness that came upon the earth:
「到那日,必如一條榮耀的河,湧流在乾旱之地。」那有福的撒迦利亞也預先宣告了那救恩的受難,以及隨之而來的黑暗,說:
1:4209
Οὐχ ἡμέρα γὰρ, φησὶ, καὶ οὐ νὺξ, καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ·
'For it shall not be day,' he says, 'nor night; and that day shall be known to the Lord.'
他說:「那日不是白晝,也不是黑夜;那日惟有耶和華知道。」
1:4210
οὔτε γὰρ, φησὶ, πλήρης ἡμέρα, οὔτε πλήρης νὺξ, μεσούσης γὰρ τῆς ἡμέρας σκότος ἐγένετο· ἐπήγα γεν·
'For neither,' he says, 'is it a full day, nor a full night'; for when it was midday, darkness came upon the earth. Then he adds:
他說:「因為既非全然是白晝,也非全然是黑夜」;因為在正午時分,黑暗遍地。接著他又說:
1:4211
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ·
'In that day living water shall go forth out of Jerusalem.'
「到那日,必有活水從耶路撒冷流出。」
1:4212
Λέγει δὲ καὶ τῆς ἀναβλύσεως τὸν καιρόν
He tells also the season of the gushing forth:
他也講明這湧流的時節:
1:4213
Ἐν θέρει, φησὶ, καὶ ἔαρι ἔσται οὕτως. Τοῦτο καὶ Κύριος τῇ Σα μαρίτιδί φησιν·
'In summer and in spring,' he says, 'it shall be so.' This too the Lord says to the Samaritan woman:
他說:「無論夏天或春天,都必如此。」這也是主對那撒瑪利亞婦人所說的:
1:4214
Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλ' ἔσται τὸ ὕδωρ, ἐγὼ δώσω αὐτῷ, πηγὴ ὕδατος ζῶντος ἁλ λομένου εἰς ζωὴν αἰώνιον. Καὶ ἑτέρωθι·
'Whosoever shall drink of the water that I shall give him shall never thirst unto the age; but the water that I shall give him shall become in him a spring of living water, springing up unto eternal life.' And elsewhere:
「凡喝我所賜的水的,就永遠不渴;我所賜的水,要在他裡頭成為泉源,湧流到永生。」又在別處說:
1:4215
Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω·
'If anyone thirst, let him come to me and drink;
「人若渴了,可以到我這裡來喝;
1:4216
πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο τὸ ὕδωρ θεσπέσιος εἶδεν Ἰεζεκιὴλ προκύψαν μὲν ἐκ τῶν προ θύρων τοῦ οἴκου·
he that believeth in me, as the Scripture hath said, out of his belly shall flow rivers of living water.' This water the wondrous Ezekiel saw first peering forth from the entrance of the house;
信我的人,就如經上所說,從他腹中要流出活水的江河來。」這水,那奇妙的以西結先看見它從殿的門口顯露出來;
1:4217
διὰ γὰρ τοῦ νόμου καὶ τῶν προ φητῶν τὰ ἡμέτερα ἀγαθὰ προεῤῥέθη·
for through the Law and the Prophets our good things were foretold;
因為我們所得的美善,早已藉著律法和先知預先宣告了;
1:4218
καὶ ἐλθὸν δὲ διὰ τοῦ θυσιαστηρίου·
and coming through the altar;
又看見它經過祭壇而來;
1:4219
παρόδῳ γὰρ μόνῃ διὰ τῶν Ἰουδαίων ἐχρήσατο·
for it made only a passage through the Jews;
因為它只是取道經過猶太人而已;
1:4220
ἔθνη, καὶ τὸν μέγιστον καὶ κάλλιστον τῶν Ἐκκλησιῶν ἀρδεύει παράδεισον
the nations, and it waters the greatest and fairest paradise of the Churches.
並澆灌那萬民,就是諸教會中最大、最美的樂園。
1:4221
Εἶτα λέγει τεθεω ρηκέναι τινὰ μετρήσαντα χιλίους ἐν τῷ μέτρῳ, καὶ διελθεῖν μέχρις ἀστραγάλων·
Then he says that he beheld someone measuring a thousand by the measure, and passing through as far as the ankles;
接著他說,他看見有一位用尺量了一千肘,並涉水過去,水到腳踝;
1:4222
πάλιν δὲ τὴν αὐτὴν με τρῆσαι ποσότητα, καὶ διελθεῖν ἕως γονάτων·
and again measuring the same amount, and passing through as far as the knees;
又量了同樣的數量,涉水過去,水到膝蓋;
1:4223
τρὶς δὲ τὸ μέτρον ἐπενεγκεῖν, καὶ διελθεῖν ἕως ὀσφύος·
and a third time applying the measure, and passing through as far as the loins;
第三次又量了那尺度,涉水過去,水到腰間;
← prev partnext part →
1