📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Nehemiah

Nehemiah 9

Greek original · 37 verses · some words can be tapped for a gloss

← ch. 8ch. 10 →
📖 This chapter exists in 2 other originals — side by side (Hebrew Old Testament, Vulgate)
9:1
καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ισραηλ ἐν νηστείᾳ καὶ ἐν σάκκοις
Now in the twenty-fourth day of this month the children of Israel were assembled with fasting, with sackcloth, and dirt on them.
這月二十四日,以色列人聚集禁食,身穿麻衣,頭蒙灰塵。
9:2
καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ισραηλ ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς ἀνομίας τῶν πατέρων αὐτῶν
The offspring of Israel separated themselves from all foreigners and stood and confessed their sins and the iniquities of their fathers.
以色列人 就與一切外邦人離絕,站着承認自己的罪惡和列祖的罪孽。
9:3
καὶ ἔστησαν ἐπὶ στάσει αὐτῶν καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου κυρίου θεοῦ αὐτῶν καὶ ἦσαν ἐξαγορεύοντες τῷ κυρίῳ καὶ προσκυνοῦντες τῷ κυρίῳ θεῷ αὐτῶν
They stood up in their place, and read in the book of the law of Yahweh their God a fourth part of the day; and a fourth part they confessed and worshiped Yahweh their God.
那日的四分之一站在自己的地方念耶和華-他們上帝的律法書,又四分之一認罪,敬拜耶和華-他們的上帝。
9:4
καὶ ἔστη ἐπὶ ἀναβάσει τῶν Λευιτῶν Ἰησοῦς καὶ υἱοὶ Καδμιηλ Σαχανια υἱὸς Σαραβια υἱοὶ Χανανι καὶ ἐβόησαν φωνῇ μεγάλῃ πρὸς κύριον τὸν θεὸν αὐτῶν
Then Jeshua, Bani, Kadmiel, Shebaniah, Bunni, Sherebiah, Bani, and Chenani of the Levites stood up on the stairs, and cried with a loud voice to Yahweh their God.
耶書亞、巴尼、甲篾、示巴尼、布尼、示利比、巴尼、基拿尼站在利未人的臺上,大聲哀求耶和華-他們的上帝。
9:5
καὶ εἴποσαν οἱ Λευῖται Ἰησοῦς καὶ Καδμιηλ ἀνάστητε εὐλογεῖτε τὸν κύριον θεὸν ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάσῃ εὐλογίᾳ καὶ αἰνέσει
Then the Levites, Jeshua, and Kadmiel, Bani, Hashabneiah, Sherebiah, Hodiah, Shebaniah, and Pethahiah, said, “Stand up and bless Yahweh your God from everlasting to everlasting! Blessed be your glorious name, which is exalted above all blessing and praise!
利未人耶書亞、甲篾、巴尼、哈沙尼、示利比、荷第雅、示巴尼、毗他希雅說:「你們要站起來稱頌耶和華-你們的上帝,永世無盡。耶和華啊,你榮耀之名是應當稱頌的!超乎一切稱頌和讚美。」
9:6
καὶ εἶπεν Εσδρας σὺ εἶ αὐτὸς κύριος μόνος σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ καὶ πᾶσαν τὴν στάσιν αὐτῶν τὴν γῆν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐταῖς καὶ σὺ ζωοποιεῖς τὰ πάντα καὶ σοὶ προσκυνοῦσιν αἱ στρατιαὶ τῶν οὐρανῶν
You are Yahweh, even you alone. You have made heaven, the heaven of heavens, with all their army, the earth and all things that are on it, the seas and all that is in them, and you preserve them all. The army of heaven worships you.
「你,惟獨你是耶和華!你造了天和天上的天,並天上的萬象,地和地上的萬物,海和海中所有的;這一切都是你所保存的。天軍也都敬拜你。
9:7
σὺ εἶ κύριος θεός σὺ ἐξελέξω ἐν Αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τῆς χώρας τῶν Χαλδαίων καὶ ἐπέθηκας αὐτῷ ὄνομα Αβρααμ
You are Yahweh, the God who chose Abram, brought him out of Ur of the Chaldees, gave him the name of Abraham,
你是耶和華上帝,曾揀選亞伯蘭,領他出迦勒底的吾珥,給他改名叫亞伯拉罕。
9:8
καὶ εὗρες τὴν καρδίαν αὐτοῦ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δοῦναι αὐτῷ τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Γεργεσαίων καὶ τῷ σπέρματι αὐτοῦ καὶ ἔστησας τοὺς λόγους σου ὅτι δίκαιος σύ
found his heart faithful before you, and made a covenant with him to give the land of the Canaanite, the Hittite, the Amorite, the Perizzite, the Jebusite, and the Girgashite, to give it to his offspring, and have performed your words, for you are righteous.
你見他在你面前心裏誠實,就與他立約,應許把迦南人、赫人、亞摩利人、比利洗人、耶布斯人、革迦撒人之地賜給他的後裔,且應驗了你的話,因為你是公義的。
9:9
καὶ εἶδες τὴν ταπείνωσιν τῶν πατέρων ἡμῶν ἐν Αἰγύπτῳ καὶ τὴν κραυγὴν αὐτῶν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν
“You saw the affliction of our fathers in Egypt, and heard their cry by the Red Sea,
「你曾看見我們列祖在埃及所受的困苦,垂聽他們在紅海邊的哀求,
9:10
καὶ ἔδωκας σημεῖα ἐν Αἰγύπτῳ ἐν Φαραω καὶ ἐν πᾶσιν τοῖς παισὶν αὐτοῦ καὶ ἐν παντὶ τῷ λαῷ τῆς γῆς αὐτοῦ ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ’ αὐτούς καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡμέρα αὕτη
and showed signs and wonders against Pharaoh, against all his servants, and against all the people of his land, for you knew that they dealt proudly against them, and made a name for yourself, as it is today.
就施行神蹟奇事在法老和他一切臣僕,並他國中的眾民身上。你也得了名聲,正如今日一樣,因為你知道他們向我們列祖行事狂傲。
9:11
καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτῶν καὶ παρήλθοσαν ἐν μέσῳ τῆς θαλάσσης ἐν ξηρασίᾳ καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρῷ
You divided the sea before them, so that they went through the middle of the sea on the dry land; and you cast their pursuers into the depths, as a stone into the mighty waters.
你又在我們列祖面前把海分開,使他們在海中行走乾地,將追趕他們的人拋在深海,如石頭拋在大水中;
9:12
καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν ἐν πορεύσονται ἐν αὐτῇ
Moreover, in a pillar of cloud you led them by day; and in a pillar of fire by night, to give them light in the way in which they should go.
並且白晝用雲柱引導他們,黑夜用火柱照亮他們當行的路。
9:13
καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανοῦ καὶ ἔδωκας αὐτοῖς κρίματα εὐθέα καὶ νόμους ἀληθείας προστάγματα καὶ ἐντολὰς ἀγαθάς
“You also came down on Mount Sinai, and spoke with them from heaven, and gave them right ordinances and true laws, good statutes and commandments,
你也降臨在西奈山,從天上與他們說話,賜給他們正直的典章、真實的律法、美好的條例與誡命,
9:14
καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοῖς ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοῖς ἐν χειρὶ Μωυσῆ δούλου σου
and made known to them your holy Sabbath, and commanded them commandments, statutes, and a law, by Moses your servant,
又使他們知道你的安息聖日,並藉你僕人摩西傳給他們誡命、條例、律法。
9:15
καὶ ἄρτον ἐξ οὐρανοῦ ἔδωκας αὐτοῖς εἰς σιτοδείαν αὐτῶν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοῖς εἰς δίψαν αὐτῶν καὶ εἶπας αὐτοῖς εἰσελθεῖν κληρονομῆσαι τὴν γῆν ἐφ’ ἣν ἐξέτεινας τὴν χεῖρά σου δοῦναι αὐτοῖς
and gave them bread from the sky for their hunger, and brought water out of the rock for them for their thirst, and commanded them that they should go in to possess the land which you had sworn to give them.
從天上賜下糧食充他們的飢,從磐石使水流出解他們的渴,又吩咐他們進去得你起誓應許賜給他們的地。
9:16
καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ οὐκ ἤκουσαν τῶν ἐντολῶν σου
“But they and our fathers behaved proudly, hardened their neck, didn’t listen to your commandments,
「但我們的列祖行事狂傲,硬着頸項不聽從你的誡命;
9:17
καὶ ἀνένευσαν τοῦ εἰσακοῦσαι καὶ οὐκ ἐμνήσθησαν τῶν θαυμασίων σου ὧν ἐποίησας μετ’ αὐτῶν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτῶν ἐν Αἰγύπτῳ καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτίρμων μακρόθυμος καὶ πολυέλεος καὶ οὐκ ἐγκατέλιπες αὐτούς
and refused to obey. They weren’t mindful of your wonders that you did among them, but hardened their neck, and in their rebellion appointed a captain to return to their bondage. But you are a God ready to pardon, gracious and merciful, slow to anger, and abundant in loving kindness, and didn’t forsake them.
不肯順從,也不記念你在他們中間所行的奇事,竟硬着頸項,居心背逆,自立首領,要回他們為奴之地。但你是樂意饒恕人,有恩典,有憐憫,不輕易發怒,有豐盛慈愛的上帝,並不丟棄他們。
9:18
ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοῖς μόσχον χωνευτὸν καὶ εἶπαν οὗτοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
Yes, when they had made themselves a molded calf, and said, ‘This is your God who brought you up out of Egypt,’ and had committed awful blasphemies,
他們雖然鑄了一隻牛犢,彼此說『這是領你出埃及的神』,因而大大惹動你的怒氣;
9:19
καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸν στῦλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ’ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στῦλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδόν ἐν πορεύσονται ἐν αὐτῇ
yet you in your manifold mercies didn’t forsake them in the wilderness. The pillar of cloud didn’t depart from over them by day, to lead them in the way; neither did the pillar of fire by night, to show them light, and the way in which they should go.
你還是大施憐憫,在曠野不丟棄他們。白晝,雲柱不離開他們,仍引導他們行路;黑夜,火柱也不離開他們,仍照亮他們當行的路。
9:20
καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μαννα σοῦ οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτῶν καὶ ὕδωρ ἔδωκας αὐτοῖς τῷ δίψει αὐτῶν
You gave also your good Spirit to instruct them, and didn’t withhold your manna from their mouth, and gave them water for their thirst.
你也賜下你良善的靈教訓他們;未嘗不賜嗎哪使他們糊口,並賜水解他們的渴。
9:21
καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ οὐχ ὑστέρησαν ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν καὶ πόδες αὐτῶν οὐ διερράγησαν
“Yes, forty years you sustained them in the wilderness. They lacked nothing. Their clothes didn’t grow old, and their feet didn’t swell.
在曠野四十年,你養育他們,他們就一無所缺:衣服沒有穿破,腳也沒有腫。
9:22
καὶ ἔδωκας αὐτοῖς βασιλείας καὶ λαοὺς καὶ διεμέρισας αὐτοῖς καὶ ἐκληρονόμησαν τὴν γῆν Σηων βασιλέως Εσεβων καὶ τὴν γῆν Ωγ βασιλέως τοῦ Βασαν
Moreover you gave them kingdoms and peoples, which you allotted according to their portions. So they possessed the land of Sihon, even the land of the king of Heshbon, and the land of Og king of Bashan.
並且你將列國之地照分賜給他們,他們就得了西宏之地、希實本王之地,和巴珊王噩之地。
9:23
καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπας τοῖς πατράσιν αὐτῶν καὶ ἐκληρονόμησαν αὐτήν
You also multiplied their children as the stars of the sky, and brought them into the land concerning which you said to their fathers that they should go in to possess it.
你也使他們的子孫多如天上的星,帶他們到你所應許他們列祖進入得為業之地。
9:24
καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς γῆς ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν
“So the children went in and possessed the land; and you subdued before them the inhabitants of the land, the Canaanites, and gave them into their hands, with their kings and the peoples of the land, that they might do with them as they pleased.
這樣,他們進去得了那地,你在他們面前制伏那地的居民,就是迦南人;將迦南人和其君王,並那地的居民,都交在他們手裏,讓他們任意而待。
9:25
καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν λάκκους λελατομημένους ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ
They took fortified cities and a rich land, and possessed houses full of all good things, cisterns dug out, vineyards, olive groves, and fruit trees in abundance. So they ate, were filled, became fat, and delighted themselves in your great goodness.
他們得了堅固的城邑、肥美的地土、充滿各樣美物的房屋、鑿成的水井、葡萄園、橄欖園,並許多果木樹。他們就吃而得飽,身體肥胖,因你的大恩,心中快樂。
9:26
καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ καὶ ἐποίησαν παροργισμοὺς μεγάλους
“Nevertheless they were disobedient and rebelled against you, cast your law behind their back, killed your prophets that testified against them to turn them again to you, and they committed awful blasphemies.
「然而,他們不順從,竟背叛你,將你的律法丟在背後,殺害那勸他們歸向你的眾先知,大大惹動你的怒氣。
9:27
καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς καὶ ἔθλιψαν αὐτούς καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρῷ θλίψεως αὐτῶν καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας καὶ ἐν οἰκτιρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς
Therefore you delivered them into the hand of their adversaries, who distressed them. In the time of their trouble, when they cried to you, you heard from heaven; and according to your manifold mercies you gave them saviors who saved them out of the hands of their adversaries.
所以你將他們交在敵人的手中,磨難他們。他們遭難的時候哀求你,你就從天上垂聽,照你的大憐憫賜給他們拯救者,救他們脫離敵人的手。
9:28
καὶ ὡς ἀνεπαύσαντο ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ κατῆρξαν ἐν αὐτοῖς καὶ πάλιν ἀνεβόησαν πρὸς σέ καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοῖς σου πολλοῖς
But after they had rest, they did evil again before you; therefore you left them in the hands of their enemies, so that they had the dominion over them; yet when they returned and cried to you, you heard from heaven; and many times you delivered them according to your mercies,
但他們得平安之後,又在你面前行惡,所以你丟棄他們在仇敵的手中,使仇敵轄制他們。然而他們轉回哀求你,你仍從天上垂聽,屢次照你的憐憫拯救他們,
9:29
καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου καὶ οὐκ ἤκουσαν ἀλλὰ ἐν ταῖς ἐντολαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἡμάρτοσαν ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν
and testified against them, that you might bring them again to your law. Yet they were arrogant, and didn’t listen to your commandments, but sinned against your ordinances (which if a man does, he shall live in them), turned their backs, stiffened their neck, and would not hear.
又警戒他們,要使他們歸服你的律法。他們卻行事狂傲,不聽從你的誡命,干犯你的典章(人若遵行就必因此活着),扭轉肩頭,硬着頸項,不肯聽從。
9:30
καὶ εἵλκυσας ἐπ’ αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου καὶ οὐκ ἠνωτίσαντο καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαῶν τῆς γῆς
Yet many years you put up with them, and testified against them by your Spirit through your prophets. Yet they would not listen. Therefore you gave them into the hand of the peoples of the lands.
但你多年寬容他們,又用你的靈藉眾先知勸戒他們,他們仍不聽從,所以你將他們交在列國之民的手中。
9:31
καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς ὅτι ἰσχυρὸς εἶ καὶ ἐλεήμων καὶ οἰκτίρμων
“Nevertheless in your manifold mercies you didn’t make a full end of them, nor forsake them; for you are a gracious and merciful God.
然而你大發憐憫,不全然滅絕他們,也不丟棄他們;因為你是有恩典、有憐憫的上帝。
9:32
καὶ νῦν θεὸς ἡμῶν ἰσχυρὸς μέγας κραταιὸς καὶ φοβερὸς φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς μόχθος ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ασσουρ καὶ ἕως τῆς ἡμέρας ταύτης
Now therefore, our God, the great, the mighty, and the awesome God, who keeps covenant and loving kindness, don’t let all the travail seem little before you that has come on us, on our kings, on our princes, on our priests, on our prophets, on our fathers, and on all your people, since the time of the kings of Assyria to this day.
「我們的上帝啊,你是至大、至能、至可畏、守約施慈愛的上帝。我們的君王、首領、祭司、先知、列祖,和你的眾民,從亞述列王的時候直到今日所遭遇的苦難,現在求你不要以為小。
9:33
καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφ’ ἡμᾶς ὅτι ἀλήθειαν ἐποίησας καὶ ἡμεῖς ἐξημάρτομεν
However you are just in all that has come on us; for you have dealt truly, but we have done wickedly.
在一切臨到我們的事上,你卻是公義的;因你所行的是誠實,我們所做的是邪惡。
9:34
καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου διεμαρτύρω αὐτοῖς
Also our kings, our princes, our priests, and our fathers have not kept your law, nor listened to your commandments and your testimonies with which you testified against them.
我們的君王、首領、祭司、列祖都不遵守你的律法,不聽從你的誡命和你警戒他們的話。
9:35
καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ σου τῇ πολλῇ ἔδωκας αὐτοῖς καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ ἔδωκας ἐνώπιον αὐτῶν οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν
For they have not served you in their kingdom, and in your great goodness that you gave them, and in the large and rich land which you gave before them. They didn’t turn from their wicked works.
他們在本國裏沾你大恩的時候,在你所賜給他們這廣大肥美之地上不事奉你,也不轉離他們的惡行。
9:36
ἰδού ἐσμεν σήμερον δοῦλοι καὶ γῆ ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς
“Behold, we are servants today, and as for the land that you gave to our fathers to eat its fruit and its good, behold, we are servants in it.
我們現今作了奴僕;至於你所賜給我們列祖享受其上的土產,並美物之地,看哪,我們在這地上作了奴僕!
9:37
τοῖς βασιλεῦσιν οἷς ἔδωκας ἐφ’ ἡμᾶς ἐν ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσιν καὶ ἐν κτήνεσιν ἡμῶν ὡς ἀρεστὸν αὐτοῖς καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν
It yields much increase to the kings whom you have set over us because of our sins. Also they have power over our bodies and over our livestock, at their pleasure, and we are in great distress.
這地許多出產歸了列王,就是你因我們的罪所派轄制我們的。他們任意轄制我們的身體和牲畜,我們遭了大難。」
← ch. 8ch. 10 →
12345678910111213