| 13:1 | μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει οἷς παρῆν θεοῦ ἀγνωσία καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην | Vani autem sunt omnes homines in quibus non subest scientia Dei ; et de his quæ videntur bona, non potuerunt intelligere eum qui est, neque operibus attendentes agnoverunt quis esset artifex : | እስመ፡ ኵሉ፡ ሰብእ፡ እለ፡ ሕፀተ፡ አእምሮ፡ እግዚአብሔር፡ ህልው፡ ውስቴቶሙ፡ በአማን፡ ከንቱ፡ እሙንቱ፡ ወበዘያስተርእዩ፡ ሠናያት፡ ስእኑ፡ ያእምሩ፡ ዘህልው፡ ወእንዘሂ፡ ይሬእዩ፡ ምግባራቲሁ፡ ኢያእመርዎ፡ ለኬንያ። | μάταιοι μὲν γὰρ πάντες ἄνθρωποι φύσει οἷς παρῆν θεοῦ ἀγνωσία καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην |
|---|
| 13:2 | ἀλλ’ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν | sed aut ignem, aut spiritum, aut citatum aërem, aut gyrum stellarum, aut nimiam aquam, aut solem et lunam, rectores orbis terrarum deos putaverunt. | ወባሕቱ፡ ሐለዩ፡ እሳተ፡ ወነፋሰ፡ ዘፍጡነ፡ አው፡ ዑደተ፡ ከዋክብት፡ አው፡ ማየ፡ ኅዩለ፡ አው፡ ብርሃናተ፡ ሰማይ፡ እለ፡ ይትለአኩ፡ ለሥርዓተ፡ ዓለም፡ አማልክተ፡ አምሰሉ። | ἀλλ’ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν |
|---|
| 13:3 | ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι ταῦτα θεοὺς ὑπελάμβανον γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά | Quorum si specie delectati, deos putaverunt, sciant quanto his dominator eorum speciosior est : speciei enim generator hæc omnia constituit. | ወለእመ፡ ለእሉ፡ ምግባራት፡ ረሰይዎሙ፡ አማልክተ፡ ሶበ፡ ተፈሥሑ፡ በአድሞ፡ ሥነ፡ ላህዮሙ፡ ያእምሩ፡ እፎ፡ ፈድፋደ፡ እግዚኦሙ፡ ለእሉ፡ ይኄይስ፡ እስመ፡ ወላዴ፡ ሥነ፡ ገብረ፡ ዘንተ፡ ፍጥረተ። | ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι ταῦτα θεοὺς ὑπελάμβανον γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά |
|---|
| 13:4 | εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες νοησάτωσαν ἀπ’ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν | Aut si virtutem et opera eorum mirati sunt, intelligant ab illis quoniam qui hæc fecit fortior est illis : | ወሶበሰ፡ እምኃይሎሙ፡ ወምግባሮሙ፡ ተደሙ፡ ይለብዉኬ፡ እፎ፡ ፈድፋደ፡ ዘገብሮሙ፡ ኅዩል፡ ውእቱ። | εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες νοησάτωσαν ἀπ’ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν |
|---|
| 13:5 | ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται | a magnitudine enim speciei et creaturæ cognoscibiliter poterit creator horum videri. | ቦዑ፡ ዕበየ፡ ሥነ፡ ዘፍጥረት፡ ርእዮሙ፡ ፍቱራን፡ ቦቱ፡ አስተማሰልዎ፡ ለገባሬ፡ ክዋኔሁ። | ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται |
|---|
| 13:6 | ἀλλ’ ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν | Sed tamen adhuc in his minor est querela ; et hi enim fortasse errant, Deum quærentes, et volentes invenire. | ወባሕቱ፡ ምስለ፡ ዝኒ፡ ዓዲ፡ ኂስ፡ ንስቲት፡ ላዕሌሆሙ፡ እስመ፡ እሙንቱሂ፡ እንጋ፡ ሶበ፡ ስሕቱ፡ እንዘ፡ የኃሥሥዎ፡ ለአምላክ፡ ወይፈቅዱ፡ ይርከብዎ፡ ተመይጦ፡ ውስተ፡ ምግባሩ፡ አምኃሠሥዎ። | ἀλλ’ ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν |
|---|
| 13:7 | ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσιν καὶ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα | Etenim cum in operibus illius conversentur inquirunt, et persuasum habent quoniam bona sunt quæ videntur. | ወአእከሉ፡ በርእይ፡ እስመ፡ እለ፡ ያስተርእዩ፡ ሠናያን፡ ዓዲ፡ እስመ፡ ምክንያቶሙ፡ ስፉሕ። | ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διερευνῶσιν καὶ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα |
|---|
| 13:8 | πάλιν δ’ οὐδ’ αὐτοὶ συγγνωστοί | Iterum autem nec his debet ignosci. | እስመ፡ በዝንቱ፡ ገጽ፡ ዘመጠነዝ፡ ክህሉ፡ ይነጽሩ፡ እስከ፡ ደለዎሙ፡ ጠይቆተ፡ ዓለም፡ ወእመሰ፡ ኢክህሉ፡ ይርደብዎ፡ ለእግዚአ፡ እሉ፡ ፍጡራን። | πάλιν δ’ οὐδ’ αὐτοὶ συγγνωστοί |
|---|
| 13:9 | εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον | Si enim tantum potuerunt scire ut possent æstimare sæculum, quomodo hujus Dominum non facilius invenerunt ? | ኅሡራንኬ፡ እሙንቱ፡ ወበውስተ፡ ምግባርኒ፡ ምውት፡ ተስፋሆሙ፡ እለ፡ ጸውዑ፡ ግብረ፡ እደ፡ ሰብእ፡ አማልክተ፡ ዘእምወርቅ፡ ወዘእምብሩር፡ ገብርዎሙ፡ በተኬንዎ፡ ምግባር። | εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι ἵνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον |
|---|
| 13:10 | ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα καὶ ἀπεικάσματα ζῴων ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας | Infelices autem sunt, et inter mortuos spes illorum est, qui appellaverunt deos opera manuum hominum : aurum et argentum, artis inventionem, et similitudines animalium, aut lapidem inutilem, opus manus antiquæ. | ወአምሳለ፡ እንስሳ፡ አው፡ እብነ፡ ዘኢይበቊዕ፡ ግብረ፡ እድ፡ ዘትካት። | ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα καὶ ἀπεικάσματα ζῴων ἢ λίθον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας |
|---|
| 13:11 | εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ καὶ τεχνησάμενος εὐπρεπῶς κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς | Aut si quis artifex faber de silva lignum rectum secuerit, et hujus docte eradat omnem corticem, et arte sua usus diligenter fabricet vas utile in conversationem vitæ ; | ወእመኒቦ፡ ጸራቢ፡ ዘይጸርብ፡ ዕጸ፡ ዘያስተርኢ፡ ወዘኢይትሐወስ፡ እስመ፡ ወሠረ፡ ዕፀ፡ ዘሠናይ፡ ሠረፀ፡ ወጸረበ፡ በሥነ፡ ኪኑኵሎ፡ ቅርፍቶ። | εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ καὶ τεχνησάμενος εὐπρεπῶς κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς |
|---|
| 13:12 | τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας ἐνεπλήσθη | reliquiis autem ejus operis ad præparationem escæ abutatur, | ወተኬነዎ፡ ሠና፡ ወገብሮ፡ ዘይበቊዕ፡ ንዋየ፡ ለመልእክተ፡ ሕይወት፡ ወፈጸመ፡ ፀሪበ፡ ገግብሩ፡ ዘአስተዋፅኦ፡ ለመልእክተ፡ ሲሲት፡ ወጸግበ። | τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας ἐνεπλήσθη |
|---|
| 13:13 | τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ καὶ ἐμπειρίᾳ συνέσεως ἐτύπωσεν αὐτό ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου | et reliquum horum quod ad nullos usus facit, lignum curvum et vorticibus plenum sculpat diligenter per vacuitatem suam, et per scientiam suæ artis figuret illud, et assimilet illud imagini hominis, | ወዓዲ፡ ግማደ፡ ዘተርፈ፡ እምዕፅ፡ ዘኢይበቊዕ፡ በምንትኒ፡ ዕፅ፡ ጽኑዕ፡ ወጠዋይ፡ ዘአፅጹቂሁ፡ ኵለሄ፡ ነሢኦ፡ ወጸሪቦ፡ በአስተሐምሞ፡ ግብሩ፡ ወእምዝ፡ ገለፎ፡ በመዋዕለ፡ ጽርዓቱ፡ ወመሰሎ፡ በአምሳለ፡ ሰብእ። | τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ καὶ ἐμπειρίᾳ συνέσεως ἐτύπωσεν αὐτό ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου |
|---|
| 13:14 | ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας | aut alicui ex animalibus illud comparet : perliniens rubrica, et rubicundum faciens fuco colorem illius, et omnem maculam quæ in illo est perliniens ; | አው፡ አስተማሰሎ፡ በእንስሳ፡ ከንቱ፡ ወቀብዖ፡ በኅጒሬ፡ ወሤረዮ፡ ወአቅየሐይሖ፡ በአጽፋር፡ ወመልአ፡ ጥላቄ፡ ዘቦቱ። | ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας |
|---|
| 13:15 | καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ | et faciat ei dignam habitationem, et in pariete ponens illud, et confirmans ferro | ወገብረ፡ ቤተ፡ ዘውቅሮ፡ ዘሎቱ፡ ይደሉ፡ ወአንበሮ፡ ውስተ፡ መካን፡ ዘአውቀረ፡ ሎቱ፡ ወውስተ፡ አረፍት፡ አጥበቆ፡ ወአጽንዖ፡ በሐፂን። | καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ |
|---|
| 13:16 | ἵνα μὲν οὖν μὴ καταπέσῃ προενόησεν αὐτοῦ εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας | ne forte cadat, prospiciens illi : sciens quoniam non potest adjuvare se : imago enim est, et opus est illi adjutorium. | ወአስተሐመመ፡ ቦቱ፡ ከመ፡ ኢይደቅ፡ አእሚሮ፡ ከመ፡ ኢይክል፡ ርእሶ፡ ረዲአ፡ እስመ፡ ምስል፡ ውእቱ፡ ወይፈቅድ፡ ዘይረድኦ። | ἵνα μὲν οὖν μὴ καταπέσῃ προενόησεν αὐτοῦ εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας |
|---|
| 13:17 | περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν καὶ περὶ μὲν ὑγιείας τὸ ἀσθενὲς ἐπικαλεῖται | Et de substantia sua, et de filiis suis, et de nuptiis votum faciens inquirit : non erubescit loqui cum illo qui sine anima est. | ወያስተበቊዕ፡ ኀቤሁ፡ በእንተ፡ ጥሪቱ፡ ወብእሲቱ፡ ወውሉዱ፡ ወኢየኀፍር፡ እንዘ፡ ይትናገር፡ ምስለ፡ ዘአልቦቱ፡ ነፍስ። | περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν καὶ περὶ μὲν ὑγιείας τὸ ἀσθενὲς ἐπικαλεῖται |
|---|
| 13:18 | περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον | Et pro sanitate quidem infirmum deprecatur, et pro vita rogat mortuum, et in adjutorium inutilem invocat. | ወየኀሥሥ፡ በእንተ፡ ፈውስ፡ ኀበ፡ ድውይ፡ ወበእንተ፡ ሕይወትኒ፡ ምውተ፡ ይስእል፡ ወያስተበቊዕ፡ ኀበ፡ ዘአልቦቱ፡ አእምሮ፡ በእንተ፡ ንብረት፡ ወይትመሀለል። | περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον |
|---|
| 13:19 | περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται | Et pro itinere petit ab eo qui ambulare non potest ; et de acquirendo, et de operando, et de omnium rerum eventu, petit ab eo qui in omnibus est inutilis. | ወበእንተ፡ ሐዊረ፡ ፍኖት፡ ይስእል፡ ኀበ፡ ዘኢይክል፡ ይትሐወስ፡ ወኢየሐውር፡ አሐተ፡ ምሥጋረ፡ ወበእንተ፡ ብዕል፡ ወምግባር፡ ወረኪብ፡ ወለአርትዖ፡ እግረ፡ እድ፡ ኀበ፡ ዘኢይገብራ፡ እደዊሁ፡ ምንተኒ፡ ይስእል፡ ወየኃሥሥ፡ እምኔሁ፡ ይጸግዎ፡ ኃይለ፡ ወአፍጥኖ፡ ምግባር። | περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται |
|---|