EnglishVerbum原文閱讀馬加比二書 · 🔍 搜尋

馬加比二書 第 10 章

希臘文原文.38 節.此語言尚無詞彙資料

📖 這一章另有 2 種原文 —— 並排對照(七十士譯本、武加大譯本)
10:1
Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ τοῦ κυρίου προάγοντος αὐτοὺς τὸ μὲν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν
馬加比和跟隨他的人,在主的引領之下,收復了聖殿和城邑,
And Maccabaeus and those who were with him, the Lord leading them on, recovered the temple and the city;
10:2
τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους ἔτι δὲ τεμένη καθεῖλαν
並拆毀了外邦人在市集所築的祭壇,連同他們的廟宇都一併拆除。
and they pulled down the altars that had been built in the marketplace by the aliens, and also the walls of sacred inclosures.
10:3
καὶ τὸν νεὼ καθαρίσαντες ἕτερον θυσιαστήριον ἐποίησαν καὶ πυρώσαντες λίθους καὶ πῦρ ἐκ τούτων λαβόντες ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο
他們潔淨了聖殿,另造了一座祭壇,又擊石取火,從中得火獻上祭物——這是停頓兩年之後的事;他們也重新獻香、點燈,並擺設陳設餅。
And having cleansed the sanctuary they made another altar of sacrifice; and striking stones and taking fire out of them, they offered sacrifices, after they had ceased for two years, and burned incense, and lighted lamps, and set forth the show bread.
10:4
ταῦτα δὲ ποιήσαντες ἠξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν μηκέτι περιπεσεῖν τοιούτοις κακοῖς ἀλλ’ ἐάν ποτε καὶ ἁμάρτωσιν ὑπ’ αὐτοῦ μετὰ ἐπιεικείας παιδεύεσθαι καὶ μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαι
行完這些事,他們便俯伏在地懇求主,叫他們不再陷入這樣的災禍;倘若再有犯罪,求祂用溫和管教他們,不要把他們交給褻瀆野蠻的外邦人。
And when they had done these things, they fell prostrate and implored the Lord that they might fall no more into such evils; but that, if ever they should sin, they might be chastened by him with forbearance, and not be delivered to blaspheming and barbarous heathen.
10:5
ἐν δὲ ἡμέρᾳ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνός ὅς ἐστιν Χασελευ
聖殿被外邦人玷污的那日,恰是同一月——就是基斯流月——的二十五日,聖殿得了潔淨。
Now on the same day that the sanctuary was profaned by aliens, upon that very day did it come to pass that the cleansing of the sanctuary was made, even on the five and twentieth day of the same month, which is Chislev.
10:6
καὶ μετ’ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι
他們歡歡喜喜地守了八天,如同守住棚節一般,記念不久之前他們怎樣在山間、洞穴裡像野獸般棲身度日。
And they kept eight days with gladness in the manner of the feast of tabernacles, remembering how that not long before, during the feast of tabernacles, they were wandering in the mountains and in the caves after the manner of wild beasts.
10:7
διὸ θύρσους καὶ κλάδους ὡραίους ἔτι δὲ καὶ φοίνικας ἔχοντες ὕμνους ἀνέφερον τῷ εὐοδώσαντι καθαρισθῆναι τὸν ἑαυτοῦ τόπον
因此他們手持枝條、美好的樹枝並棕樹枝,向那使他們順利潔淨自己聖所的主獻上頌讚。
Wherefore bearing wands wreathed with leaves, and fair boughs, and palms also, they offered up hymns of thanksgiving to him that had prosperously brought to pass the cleansing of his own place.
10:8
ἐδογμάτισαν δὲ μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ιουδαίων ἔθνει κατ’ ἐνιαυτὸν ἄγειν τάσδε τὰς ἡμέρας
他們又以公眾的命令和議決,立法叫全猶大民族每年都要守這幾天的節期。
They ordained also with a common statute and decree, for all the nation of the Jews, that they should keep these days every year.
10:9
καὶ τὰ μὲν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχεν
那稱為以皮法尼的安提阿古之死,情形就是這樣。
And such was the end of Antiochus, who was called Epiphanes.
10:10
νυνὶ δὲ τὰ κατὰ τὸν Εὐπάτορα Ἀντίοχον υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον δηλώσομεν αὐτὰ συντέμνοντες τὰ συνέχοντα τῶν πολέμων κακά
如今我們要簡略地敘述那不敬虔者之子優帕託·安提阿古的事,並述及那連年戰爭的禍患。
But now will we declare what came to pass under Antiochus named Eupator, who proved himself a true son of that ungodly man, and will gather up briefly the successive evils of the wars.
10:11
οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον
這人接掌王位後,便委派一個名叫呂西亞的人總理政務,並立他為敘利亞和腓尼基的首席統帥。
For this man, when he succeeded to the kingdom, appointed one Lysias to be chancellor, and supreme governor of Coelesyria and Phoenicia.
10:12
Πτολεμαῖος γὰρ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν
原來那稱為馬克隆的托勒密,為要維持公義,因從前對猶大人所行的不義,便設法與他們和平相處。
For Ptolemy that was called Macron, setting an example of observing justice toward the Jews because of the wrong that had been done to them, endeavoured to conduct his dealings with them on peaceful terms.
10:13
ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ’ ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον
為此緣故,他被那些友人在優帕託面前控告,屢屢被指為叛徒,因他曾離棄腓羅墨託爾所託付的塞浦路斯,投奔以皮法尼·安提阿古。他既無法尊貴地行使這職權,便服毒自盡了。
Whereupon being accused by the king’s Friends before Eupator, and hearing himself called traitor at every turn, because he had abandoned Cyprus which Philometor had intrusted to him, and had withdrawn himself to Antiochus called Epiphanes, and failing to uphold the honor of his office, he took poison and made away with himself.
10:14
Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρ’ ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει
哥爾吉亞作了那一帶的統帥,便招募僱傭兵,屢屢挑起對猶大人的戰事。
But Gorgias, when he was made governor of the district, maintained a force of mercenaries, and at every turn kept up war with the Jews.
10:15
ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν
與此同時,以東人佔據了有利的堡壘,不斷騷擾猶大人,又招納從耶路撒冷逃亡的人,企圖挑起戰端。
And together with him the Idumaeans also, being masters of important strongholds, harassed the Jews; and receiving to them those that had taken refuge there from Jerusalem, they assayed to keep up war.
10:16
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν
馬加比和跟隨他的人便祈求懇切禱告,求神作他們的盟友,然後向以東人的堡壘進攻。
But Maccabaeus and his men, having made solemn supplication and implored God to fight on their side, rushed upon the strongholds of the Idumaeans;
10:17
οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων
他們奮力攻打,佔據了那些據點,擊退所有在城牆上抵抗的人,殺戮所遇見的人,殺了不下二萬人。
and assaulting them vigorously they made themselves masters of the positions, and kept off all that fought upon the wall, and killed those that fell in their way, and killed no fewer than twenty thousand.
10:18
συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας
有不下九千人逃進兩座堅固的高塔,塔內備有一切抵禦圍攻的設施。
And because no less than nine thousand were fled into two towers exceeding strong and having all things needed for a seige,
10:19
Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη
馬加比因有要緊之處需親自前往,便留下西門、約瑟,還有撒該和跟隨他的足夠人手去圍攻這兩座塔,自己便離開了。
Maccabaeus, having left Simon and Joseph, and Zacchaeus besides and those who were with him, a force sufficient to besiege them, departed himself to places where he was most needed.
10:20
οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι
西門手下有些人貪愛錢財,被塔內的人用銀子收買,收了七萬德拉克瑪,就放走了一些人。
But Simon and those who were with him, yielding to covetousness, were bribed by certain of those that were in the towers, and receiving seventy thousand drachmas let some of them slip away.
10:21
προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ’ αὐτῶν ἀπολύσαντες
這事報到馬加比那裡,他便召集民眾的領袖,控告那些人為了銀子出賣弟兄,竟放走仇敵來與他們作對。
But when word was brought to Maccabaeus of what was done, he gathered the leaders of the people together, and accused those men of having sold their kindred for money, by setting their enemies free to fight against them.
10:22
τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινεν καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο
於是他把這些作叛徒的人處死,並當即攻取了那兩座塔。
So he killed these men for having turned traitors, and forthwith took possession of the two towers.
10:23
τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων
他親手用兵器,事事順利,在這兩座堡壘中殺了二萬多人。
And prospering with his arms in all things he took in hand, he destroyed in the two strongholds more than twenty thousand.
10:24
Τιμόθεος δὲ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν
先前被猶大人擊敗的提摩太,又招集了大批外籍軍隊,並聚集了為數不少的亞細亞馬隊前來,要把猶大地當作戰利品奪取。
Now Timotheus, who had been before defeated by the Jews, having gathered together foreign forces in great multitudes, and having collected the horsemen which belonged to Asia, not a few, came as though he would take Judea by force of arms.
10:25
οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες
提摩太逼近時,馬加比和跟隨他的人便向神懇求,把塵土撒在頭上,腰束麻布,
But as he drew near, Maccabaeus and his men sprinkled earth upon their heads and girded their loins with sackcloth, in supplication to God,
10:26
ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις καθὼς νόμος διασαφεῖ
俯伏在祭壇前的臺基上,懇求神恩待他們,照律法所明說的,與他們的仇敵為敵,與那些抵擋他們的人作對。
and falling down upon the step in front of the altar, implored him to become gracious to them, and be an enemy to their enemies and an adversary to their adversaries, as the law declares.
10:27
γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ’ ἑαυτῶν ἦσαν
禱告完畢,他們便拿起武器,從城裡出發遠行;逼近仇敵時,便獨力應戰。
And rising from their prayer they took up their arms, and advanced some distance from the city; and when they had come near to their enemies they halted.
10:28
ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν
曙光剛展開,兩軍便交戰:一方憑著美德投靠主,有得勝興盛作擔保;另一方則以怒氣為爭戰的主導。
And when the dawn was now spreading, the two armies joined battle; the one part having this, beside their virtue, for a pledge of success and victory, that they had fled to the Lord for refuge, the others making their passion their leader in the strife.
10:29
γενομένης δὲ καρτερᾶς μάχης ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ’ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς καὶ ἀφηγούμενοι τῶν Ιουδαίων
激戰之際,有五位威武顯赫的人從天而降,騎著金轡的馬,出現在敵人面前,率領著猶大人。
But when the battle waxed strong, there appeared out of heaven to their adversaries five men on horses with bridles of gold, in splendid array; and two of them, leading on the Jews,
10:30
οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι
他們把馬加比護在中間,用自己的全副甲冑遮蔽他,保護他不受傷,又向敵人射出箭矢和雷火;以致敵人被弄得目眩昏亂,滿心驚惶,潰不成軍。
and taking Maccabaeus in the midst of them, and covering him with their own armor, guarded him from wounds, while on the adversaries they shot forth arrows and thunderbolts; by reason whereof they were blinded and thrown into confusion, and were cut to pieces, filled with bewilderment.
10:31
κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις ἱππεῖς δὲ ἑξακόσιοι
於是有二萬零五百名步兵和六百名騎兵被殺。
And there were slain twenty thousand and five hundred, beside six hundred horsemen.
10:32
αὐτὸς δὲ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα εὖ μάλα φρούριον στρατηγοῦντος ἐκεῖ Χαιρεου
提摩太本人則逃入一座名叫迦撒拉的堅固要塞,那裡有凱列烏作守將。
But Timotheus himself fled into a stronghold called Gazara, a fortress of exceeding strength, Chaereas being in command there.
10:33
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας
馬加比和跟隨他的人便欣然圍困這要塞四天。
But Maccabaeus and his men were glad and laid siege to the fortress four and twenty days.
10:34
οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προΐεντο
塞內的人倚仗地勢險固,極其放肆地辱罵,說出許多褻瀆的話。
And those who were within, trusting to the strength of the place, blasphemed exceedingly, and hurled forth impious words.
10:35
ὑποφαινούσης δὲ τῆς πέμπτης ἡμέρας εἴκοσι νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας προσβαλόντες τῷ τείχει ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον
第五天黎明,馬加比手下有二十個少年人因那些褻瀆之言而怒火中燒,便勇猛地撲向城牆,懷著野獸般的怒氣,砍殺所遇見的人。
But at dawn of the five and twentieth day certain young men of the company of Maccabaeus, inflamed with passion because of the blasphemies, assaulted the wall with masculine force and with furious passion, and cut down whoever came in their way.
10:36
ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασφήμους κατέκαιον οἱ δὲ τὰς πύλας διέκοπτον εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν
另有些人趁混亂之際同樣攀上城牆,向塔內的人放火焚燒,燃起火堆把那些褻瀆者活活燒死;又有人砍開城門,迎入其餘的隊伍,搶先佔據了全城。
And others climbing up in like manner, while the besieged were distracted with them that had made their way within, set fire to the towers, and kindling fires burned the blasphemers alive; while others broke open the gates, and, having given entrance to the rest of the band, occupied the city.
10:37
καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην
他們又把藏在一個地窖裡的提摩太殺了,連同他的兄弟凱列阿和阿波羅法尼也一併處死。
And they killed Timotheus, who was hidden in a cistern, and his brother Chaereas, and Apollophanes.
10:38
ταῦτα δὲ διαπραξάμενοι μεθ’ ὕμνων καὶ ἐξομολογήσεων εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ισραηλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι
他們行完這些事,便以頌歌和感謝稱頌那大大恩待以色列、又賜他們得勝的主。
And when they had accomplished these things, they blessed the Lord with hymns and thanksgivings, him who does great benefits to Israel, and gives them the victory.
123456789101112131415