EnglishVerbum › 原文閱讀 › 馬加比二書 · 🔍 搜尋
馬加比二書 第 7 章
希臘文原文.42 節.此語言尚無詞彙資料
📖 這一章另有 2 種原文 ——
並排對照(七十士譯本、武加大譯本)
7:1
συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλλημφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι μάστιξιν καὶ νευραῖς αἰκιζομένους
又有七兄弟連同他們的母親被捕,王下令用鞭子和皮索殘酷地拷打他們,逼他們嘗那違禁的豬肉。
And it came to pass that seven kindred also with their mother were at the king’s command taken and shamefully handled with scourges and cords, to compel them to taste of the abominable swine’s flesh.
7:2
εἷς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔφη τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν ἡμῶν ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους
他們中有一人作代言人,這樣說:「你還要問甚麼,向我們查究甚麼呢?我們寧死也不肯違背祖先的律法。」
But one of them made himself the spokesman and said, What would you ask and learn of us? for we are ready to die rather than transgress the laws of our fathers.
7:3
ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξεν τήγανα καὶ λέβητας ἐκπυροῦν
王勃然大怒,吩咐把煎鍋和大鍋燒熱。
And the king fell into a rage, and commanded to heat pans and caldrons:
7:4
τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων τὸν γενόμενον αὐτῶν προήγορον προσέταξεν γλωσσοτομεῖν καὶ περισκυθίσαντας ἀκρωτηριάζειν τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων
鍋一燒熱,他就吩咐把那作他們代言人的割掉舌頭,剝去頭皮,並在其餘弟兄和母親眼前砍斷他的手腳。
and when these forthwith were heated, he commanded to cut out the tongue of him that had been their spokesman, and to scalp him, and to cut off his extremities, the rest of his kindred and his mother looking on.
7:5
ἄχρηστον δὲ αὐτὸν τοῖς ὅλοις γενόμενον ἐκέλευσεν τῇ πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν τῆς δὲ ἀτμίδος ἐφ’ ἱκανὸν διαδιδούσης τοῦ τηγάνου ἀλλήλους παρεκάλουν σὺν τῇ μητρὶ γενναίως τελευτᾶν λέγοντες οὕτως
當他全身殘廢、毫無用處時,王仍命人趁他尚有氣息把他帶到火上煎烤。煎鍋的熱氣四散瀰漫之際,弟兄們連同母親彼此勉勵,要英勇地死去,並這樣說:
And when he was utterly maimed, the king commanded to bring him to the fire, being yet alive, and to fry him in the pan. And as the vapor of the pan spread far, they and their mother also exhorted one another to die nobly, saying thus:
7:6
ὁ κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ’ ἡμῖν παρακαλεῖται καθάπερ διὰ τῆς κατὰ πρόσωπον ἀντιμαρτυρούσης ᾠδῆς διεσάφησεν Μωυσῆς λέγων καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται
「主神在鑒察,必真實地憐恤我們,正如摩西在那當面作證的歌中所明說的:『祂必憐恤祂的僕人。』」
The Lord God sees, and in truth is entreated for us, as Moses declared in his song, which witnesseth against the people to their faces, saying, And he shall be entreated for his servants.
7:7
μεταλλάξαντος δὲ τοῦ πρώτου τὸν τρόπον τοῦτον τὸν δεύτερον ἦγον ἐπὶ τὸν ἐμπαιγμὸν καὶ τὸ τῆς κεφαλῆς δέρμα σὺν ταῖς θριξὶν περισύραντες ἐπηρώτων εἰ φάγεσαι πρὸ τοῦ τιμωρηθῆναι τὸ σῶμα κατὰ μέλος
第一個就這樣死了之後,他們把第二個帶出來戲弄,連著頭髮剝去他的頭皮,問他說:「你肯不肯喫,免得身體被一節一節地受刑?」
And when the first had died after this manner, they brought the second to the mocking; and they pulled off the skin of his head with the hair and asked him, Wilt you eat, before your body be punished in every limb?
7:8
ὁ δὲ ἀποκριθεὶς τῇ πατρίῳ φωνῇ προσεῖπεν οὐχί διόπερ καὶ οὗτος τὴν ἑξῆς ἔλαβεν βάσανον ὡς ὁ πρῶτος
他用祖先的話回答說:「不肯。」於是他也像第一個一樣接受了那接續的酷刑。
But he answered in the language of his fathers and said to them, No. Wherefore he also underwent the next torture in succession, as the first had done.
7:9
ἐν ἐσχάτῃ δὲ πνοῇ γενόμενος εἶπεν σὺ μέν ἀλάστωρ ἐκ τοῦ παρόντος ἡμᾶς ζῆν ἀπολύεις ὁ δὲ τοῦ κόσμου βασιλεὺς ἀποθανόντας ἡμᾶς ὑπὲρ τῶν αὐτοῦ νόμων εἰς αἰώνιον ἀναβίωσιν ζωῆς ἡμᾶς ἀναστήσει
他在臨終的氣息中說:「你這惡徒,雖把我們從今生中奪去性命,但那宇宙的君王,因我們是為祂的律法而死,必要使我們復活,得享永遠的生命。」
And when he was at the last gasp, he said, You, miscreant, do release us out of this present life, but the King of the world shall raise up us, who have died for his laws, to an eternal renewal of life.
7:10
μετὰ δὲ τοῦτον ὁ τρίτος ἐνεπαίζετο καὶ τὴν γλῶσσαν αἰτηθεὶς ταχέως προέβαλεν καὶ τὰς χεῖρας εὐθαρσῶς προέτεινεν
在這人之後,第三個被戲弄;他們一索要他的舌頭,他就迅速伸了出來,又坦然伸出雙手,
And after him was the third made a mocking-stock. And when he was required, he quickly put out his tongue, and stretched forth his hands courageously,
7:11
καὶ γενναίως εἶπεν ἐξ οὐρανοῦ ταῦτα κέκτημαι καὶ διὰ τοὺς αὐτοῦ νόμους ὑπερορῶ ταῦτα καὶ παρ’ αὐτοῦ ταῦτα πάλιν ἐλπίζω κομίσασθαι
勇敢地說:「這些肢體是我從天上得來的,如今為祂的律法我寧可捨棄,盼望從祂那裡再得回來。」
and nobly said, From heaven I possess these; and for his laws’ sake I contemn these; and from him I hope to receive these back again:
7:12
ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο
以致王和跟隨他的人都驚異於這少年人的氣概,因他全然不把痛苦放在眼裡。
insomuch that the king himself and those who were with him were astonished at the young man’s soul, for that he nothing regarded the pains.
7:13
καὶ τούτου δὲ μεταλλάξαντος τὸν τέταρτον ὡσαύτως ἐβασάνιζον αἰκιζόμενοι
這人死了之後,他們照樣折磨虐打第四個。
And when he too was dead, they shamefully handled and tortured the fourth in like manner.
7:14
καὶ γενόμενος πρὸς τὸ τελευτᾶν οὕτως ἔφη αἱρετὸν μεταλλάσσοντας ὑπ’ ἀνθρώπων τὰς ὑπὸ τοῦ θεοῦ προσδοκᾶν ἐλπίδας πάλιν ἀναστήσεσθαι ὑπ’ αὐτοῦ σοὶ μὲν γὰρ ἀνάστασις εἰς ζωὴν οὐκ ἔσται
他臨終時這樣說:「被人處死、卻仰望神所賜的盼望、必被祂使之復活,這是可羨慕的;至於你,卻沒有復活得生命的份。」
And being come near to death he said thus: It is good to die at the hands of men and look for the hopes which are given by God, that we shall be raised up again by him; for as for you, you shall have no resurrection to life.
7:15
ἐχομένως δὲ τὸν πέμπτον προσάγοντες ᾐκίζοντο
接著他們帶上第五個來虐打。
And next after him they brought the fifth, and shamefully handled him.
7:16
ὁ δὲ πρὸς αὐτὸν ἰδὼν εἶπεν ἐξουσίαν ἐν ἀνθρώποις ἔχων φθαρτὸς ὢν ὃ θέλεις ποιεῖς μὴ δόκει δὲ τὸ γένος ἡμῶν ὑπὸ τοῦ θεοῦ καταλελεῖφθαι
他注視著王說:「你既在人間掌權,雖是必朽壞的,仍可隨意而行;但你不要以為我們的民族已被神撇棄。
But he looked toward the king and said, Because you have authority among men, though you are yourself corruptible, you do what you will; yet think not that our race has been forsaken of God;
7:17
σὺ δὲ καρτέρει καὶ θεώρει τὸ μεγαλεῖον αὐτοῦ κράτος ὡς σὲ καὶ τὸ σπέρμα σου βασανιεῖ
你且等著看祂偉大的權能,必怎樣折磨你和你的後裔。」
but hold you on your way, and behold his sovereign majesty, how it will torture you and your seed.
7:18
μετὰ δὲ τοῦτον ἦγον τὸν ἕκτον καὶ μέλλων ἀποθνῄσκειν ἔφη μὴ πλανῶ μάτην ἡμεῖς γὰρ δῑ ἑαυτοὺς ταῦτα πάσχομεν ἁμαρτόντες εἰς τὸν ἑαυτῶν θεόν ἄξια θαυμασμοῦ γέγονεν
在這人之後,他們帶上第六個;他臨死時說:「不要徒然自欺。我們遭受這些,是因我們自己得罪了自己的神,纔有這些可驚之事臨到。
And after him they brought the sixth. And when he was at the point to die he said, Be not vainly deceived, for we suffer these things for our own doings, as sinning against our own God: marvelous things are come to pass;
7:19
σὺ δὲ μὴ νομίσῃς ἀθῷος ἔσεσθαι θεομαχεῖν ἐπιχειρήσας
但你不要以為自己膽敢與神爭戰還能無罪逃脫。」
but think not you that you shall be unpunished, having assayed to fight against God.
7:20
ὑπεραγόντως δὲ ἡ μήτηρ θαυμαστὴ καὶ μνήμης ἀγαθῆς ἀξία ἥτις ἀπολλυμένους υἱοὺς ἑπτὰ συνορῶσα μιᾶς ὑπὸ καιρὸν ἡμέρας εὐψύχως ἔφερεν διὰ τὰς ἐπὶ κύριον ἐλπίδας
尤其那母親更是可敬,配得美好的記念;她在一日之間眼看七個兒子相繼喪命,卻因仰望主而堅毅地承受。
But above all was the mother marvelous and worthy of honorable memory; for when she looked on seven sons perishing within the space of one day, she bare the sight with a good courage for the hopes that she had set on the Lord.
7:21
ἕκαστον δὲ αὐτῶν παρεκάλει τῇ πατρίῳ φωνῇ γενναίῳ πεπληρωμένη φρονήματι καὶ τὸν θῆλυν λογισμὸν ἄρσενι θυμῷ διεγείρασα λέγουσα πρὸς αὐτούς
她滿懷高尚的志氣,用祖先的話勉勵每一個兒子,以剛強的心激發那女子柔弱的情懷,對他們說:
And she exhorted each one of them in the language of their fathers, filled with a noble temper and stirring up her womanish thought with manly passion, saying to them,
7:22
οὐκ οἶδ’ ὅπως εἰς τὴν ἐμὴν ἐφάνητε κοιλίαν οὐδὲ ἐγὼ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν ἐχαρισάμην καὶ τὴν ἑκάστου στοιχείωσιν οὐκ ἐγὼ διερρύθμισα
「我不知道你們怎樣出現在我腹中,也不是我把氣息和生命賜給你們,更不是我安排了你們每一個肢體的構造。
I know not how you⌃ came into my womb, neither was it I that bestowed on you your spirit and your life, and it was not I that brought into order the first elements of each one of you.
7:23
τοιγαροῦν ὁ τοῦ κόσμου κτίστης ὁ πλάσας ἀνθρώπου γένεσιν καὶ πάντων ἐξευρὼν γένεσιν καὶ τὸ πνεῦμα καὶ τὴν ζωὴν ὑμῖν πάλιν ἀποδίδωσιν μετ’ ἐλέους ὡς νῦν ὑπερορᾶτε ἑαυτοὺς διὰ τοὺς αὐτοῦ νόμους
因此,那創造宇宙、塑造人類起初、又賜萬物本源的主,既見你們如今為祂的律法而捨己,祂必滿有憐憫地把氣息和生命再賜還給你們。」
Therefore the Creator of the world, who fashioned the generation of man and devised the generation of all things, in mercy gives back to you again both your spirit and your life, as you⌃ now contemn your own selves for his laws’ sake.
7:24
ὁ δὲ Ἀντίοχος οἰόμενος καταφρονεῖσθαι καὶ τὴν ὀνειδίζουσαν ὑφορώμενος φωνὴν ἔτι τοῦ νεωτέρου περιόντος οὐ μόνον διὰ λόγων ἐποιεῖτο τὴν παράκλησιν ἀλλὰ καὶ δῑ ὅρκων ἐπίστου ἅμα πλουτιεῖν καὶ μακαριστὸν ποιήσειν μεταθέμενον ἀπὸ τῶν πατρίων καὶ φίλον ἕξειν καὶ χρείας ἐμπιστεύσειν
安提阿古以為自己受了輕視,又疑心那責備的言語含著羞辱,趁那最小的兒子還活著,便不僅用言語勸誘,更用誓言應許,只要他離棄祖先的傳統,就必使他富足、有福,並要待他如友、託以重任。
But Antiochus, thinking himself to be despised, and suspecting the reproachful voice, while the youngest was yet alive did not only make his appeal to him by words, but also at the same time promised with oaths that he would enrich him and raise him to high estate, if he would turn from the customs of his fathers, and that he would take him for his Friend and intrust him with affairs.
7:25
τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει γενέσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ
那少年人毫不理會,王便召那母親來,勸她作那年輕兒子的謀士,使他得保性命。
But when the young man would in no wise give heed, the king called to him his mother, and exhorted her that she would counsel the lad to save himself.
7:26
πολλὰ δὲ αὐτοῦ παραινέσαντος ἐπεδέξατο πείσειν τὸν υἱόν
王再三勸她,她便應允去說服自己的兒子。
And when he had exhorted her with many words, she undertook to persuade her son.
7:27
προσκύψασα δὲ αὐτῷ χλευάσασα τὸν ὠμὸν τύραννον οὕτως ἔφησεν τῇ πατρίῳ φωνῇ υἱέ ἐλέησόν με τὴν ἐν γαστρὶ περιενέγκασάν σε μῆνας ἐννέα καὶ θηλάσασάν σε ἔτη τρία καὶ ἐκθρέψασάν σε καὶ ἀγαγοῦσαν εἰς τὴν ἡλικίαν ταύτην καὶ τροφοφορήσασαν
她俯身向兒子,譏笑那殘暴的暴君,用祖先的話對他說:「我兒,可憐我罷!我懷你九個月,哺乳你三年,養育你,撫養你到這年紀,又供應你所需。
But bending toward him, laughing the cruel tyrant to scorn, she spoke thus in the language of her fathers: My son, have pity upon me that carried you nine months in my womb, and gave you suck three years, and nourished and brought you up to this age, and sustained you.
7:28
ἀξιῶ σε τέκνον ἀναβλέψαντα εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα ἰδόντα γνῶναι ὅτι οὐκ ἐξ ὄντων ἐποίησεν αὐτὰ ὁ θεός καὶ τὸ τῶν ἀνθρώπων γένος οὕτω γίνεται
我兒,我求你舉目望天觀地,看其中的萬物,便知道神並非用已有之物造它們,人類也是這樣被造出來的。
I beseech you, my child, to lift your eyes to the heaven and the earth, and to see all things that are therein, and thus to recognize that God made them not of things that were, and that the race of men in this wise comes into being.
7:29
μὴ φοβηθῇς τὸν δήμιον τοῦτον ἀλλὰ τῶν ἀδελφῶν ἄξιος γενόμενος ἐπίδεξαι τὸν θάνατον ἵνα ἐν τῷ ἐλέει σὺν τοῖς ἀδελφοῖς σου κομίσωμαί σε
你不要懼怕這劊子手,倒要配得上你的弟兄們,接受死亡,好叫我在神的憐憫中,與你的弟兄們一同把你領回。」
Don’t be afraid of this butcher, but, proving yourself worthy of your kindred, accept your death, that in the mercy of God I may receive you again with your kindred.
7:30
ἔτι δὲ ταύτης καταληγούσης ὁ νεανίας εἶπεν τίνα μένετε οὐχ ὑπακούω τοῦ προστάγματος τοῦ βασιλέως τοῦ δὲ προστάγματος ἀκούω τοῦ νόμου τοῦ δοθέντος τοῖς πατράσιν ἡμῶν διὰ Μωυσέως
她話還未說完,那少年人就說:「你們還等甚麼呢?我不服從王的命令,只聽從藉摩西賜給我們列祖之律法的命令。
But before she had yet ended speaking, the young man said, Whom wait you⌃ for? I obey not the commandment of the king, but I hearken to the commandment of the law that was given to our fathers through Moses.
7:31
σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαφύγῃς τὰς χεῖρας τοῦ θεοῦ
你這向希伯來人發明各樣惡事的人,斷不能逃脫神的手。
But you, that have devised all manner of evil against the Hebrews, shall in no wise escape the hands of God.
7:32
ἡμεῖς γὰρ διὰ τὰς ἑαυτῶν ἁμαρτίας πάσχομεν
我們乃是因自己的罪而受苦。
For we are suffering because of our own sins;
7:33
εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζῶν κύριος ἡμῶν βραχέως ἐπώργισται καὶ πάλιν καταλλαγήσεται τοῖς ἑαυτοῦ δούλοις
永生的主雖為責備管教我們而暫時發怒,但祂必再與自己的僕人和好。
and if for rebuke and chastening our living Lord has been angered a little while, yet shall he again be reconciled with his own servants.
7:34
σὺ δέ ὦ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παῖδας ἐπαιρόμενος χεῖρα
至於你,這不敬虔、眾人中最污穢的,不要存著渺茫的指望徒然自高,向天上的眾僕舉手逞兇。
But you, O unholy man and of all most vile, be not vainly lifted up in your wild pride with uncertain hopes, raising your hand against the heavenly children;
7:35
οὔπω γὰρ τὴν τοῦ παντοκράτορος ἐπόπτου θεοῦ κρίσιν ἐκπέφευγας
因為你尚未逃脫那全能、鑒察的神的審判。
For not yet have you escaped the judgement of the Almighty God that sees all things.
7:36
οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαθήκην θεοῦ πεπτώκασιν σὺ δὲ τῇ τοῦ θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ
我們的弟兄如今忍受了片刻的痛苦,便照神的約得了永遠的生命;你卻要因神的審判承受你狂傲所當得的公義報應。
For these our kindred, having endured a short pain that brings everlasting life, have now died under God’s covenant; But you, through the judgement of God, shall receive in just measure the penalties of your arrogancy.
7:37
ἐγὼ δέ καθάπερ οἱ ἀδελφοί καὶ σῶμα καὶ ψυχὴν προδίδωμι περὶ τῶν πατρίων νόμων ἐπικαλούμενος τὸν θεὸν ἵλεως ταχὺ τῷ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμῶν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν
我也要像我的弟兄們一樣,為祖先的律法獻上身體和性命,並呼求神快快憐恤我們的民族,又使你在拷問鞭打之下承認惟獨祂是神,
But I, as my kindred, give up both body and soul for the laws of our fathers, calling upon God that he may speedily become gracious to the nation; and that you amidst trials and plagues may confess that he alone is God;
7:38
ἐν ἐμοὶ δὲ καὶ τοῖς ἀδελφοῖς μου στῆσαι τὴν τοῦ παντοκράτορος ὀργὴν τὴν ἐπὶ τὸ σύμπαν ἡμῶν γένος δικαίως ἐπηγμένην
並願全能者那公義地臨到我們全族的忿怒,止息在我和我弟兄們身上。」
and that in me and my kindred you may stay the wrath of the Almighty, which has been justly brought upon our whole race.
7:39
ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς τούτῳ παρὰ τοὺς ἄλλους χειρίστως ἀπήντησεν πικρῶς φέρων ἐπὶ τῷ μυκτηρισμῷ
王勃然大怒,因受了譏諷而懷恨,便比對待其餘的人更殘酷地對待他。
But the king, falling into a rage, handled him worse than all the rest, being exasperated at his mocking.
7:40
καὶ οὗτος οὖν καθαρὸς μετήλλαξεν παντελῶς ἐπὶ τῷ κυρίῳ πεποιθώς
這少年人就這樣全然清白地死了,完全倚靠主。
So he also died pure from pollution, putting his whole trust in the Lord.
7:41
ἐσχάτη δὲ τῶν υἱῶν ἡ μήτηρ ἐτελεύτησεν
在眾子之後,那母親也死了。
And last of all after her sons the mother died.
7:42
τὰ μὲν οὖν περὶ τοὺς σπλαγχνισμοὺς καὶ τὰς ὑπερβαλλούσας αἰκίας ἐπὶ τοσοῦτον δεδηλώσθω
關於那些祭肉之逼和過度的酷刑,所述就到此為止。
Let it then suffice to have said thus much concerning the enforcement of sacrificial feasts and the king’s exceeding barbarities.