EnglishVerbum原文閱讀馬加比二書 · 🔍 搜尋

馬加比二書 第 3 章

希臘文原文.40 節.此語言尚無詞彙資料

📖 這一章另有 2 種原文 —— 並排對照(七十士譯本、武加大譯本)
3:1
τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν
聖城安享太平,律法得以完善遵守,這都因大祭司阿尼亞的敬虔和他對惡事的憎惡。
WHEN the holy city was inhabited with all peace, and the laws were kept very well, because of the godliness of Onias the high priest, and his hatred of wickedness,
3:2
συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν
以致連列王自己也尊崇那地方,用最貴重的禮物使聖殿得榮耀,
it came to pass that even the kings themselves did honor the place, and glorify the temple with the noblest presents;
3:3
ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα
甚至亞細亞王塞琉古也從自己的收入中,支付獻祭事奉所需的一切費用。
insomuch that even Seleucus the king of Asia of his own revenues bare all the costs belonging to the services of the sacrifices.
3:4
Σιμων δέ τις ἐκ τῆς Βενιαμιν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας
但有一個便雅憫支派的人西門,被立為聖殿的總管,因城中市場管理的事與大祭司發生爭執。
But one Simon of the tribe of Benjamin, having been made guardian of the temple, fell out with the high priest about the ruling of the market in the city.
3:5
καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλθεν πρὸς Ἀπολλώνιον Θαρσεου τὸν κατ’ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν
他既無法勝過阿尼亞,便去見他爾西亞之子阿波羅尼烏斯,那時他是敘利亞和腓尼基的統帥,
And when he could not overcome Onias, he got him to Apollonius the son of Thrasaeus, who at that time was governor of Coelesyria and Phoenicia:
3:6
καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοφυλάκιον ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα
向他報告說,耶路撒冷的庫房裡裝滿了數不盡的銀錢,那些款項多得無法計算,並非獻祭所需,這些財寶大可歸到王的權下。
and he brought him word how that the treasury in Jerusalem was full of untold sums of money, so that the multitude of the funds was innumerable, and that they did not pertain to the account of the sacrifices, but that it was possible that these should fall under the king’s power.
3:7
συμμείξας δὲ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι
阿波羅尼烏斯見王時,便把所聽聞的銀錢之事呈報;王便委派掌管政務的希利奧多羅,差他去把上述的銀錢取來。
And when Apollonius met the king, he informed him of the money whereof he had been told; and the king appointed Heliodorus, who was his chancellor, and sent him with a commandment to accomplish the removal of the aforesaid money.
3:8
εὐθέως δὲ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν τῇ μὲν ἐμφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν
希利奧多羅便立即起程,表面上是巡視敘利亞和腓尼基的城邑,實際上是執行王的意圖。
So forthwith Heliodorus took his journey, under a color of visiting the cities of Coelesyria and Phoenicia, but in fact to execute the king’s purpose.
3:9
παραγενηθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθεὶς ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ καὶ τίνος ἕνεκεν πάρεστιν διεσάφησεν ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει
他到了耶路撒冷,蒙城中的大祭司殷勤接待,便把所得的報告陳明,說明來意,並查問這些事是否屬實。
And when he was come to Jerusalem, and had been courteously received by the high priest of the city, he laid before them an account of the information which had been given him, and declared wherefore he was come; and he inquired if in truth these things were so.
3:10
τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν
大祭司向他說明,庫房裡有寡婦孤兒的存款,
And the high priest explained to him that there were in the treasury deposits of widows and orphans,
3:11
τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου οὕτως ἦν διαβάλλων δυσσεβὴς Σιμων τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα χρυσίου δὲ διακόσια
還有一些是地位崇高的多比雅之子許爾堪所存的;事情並不像那不敬虔的西門所誣告的那樣;總計有銀子四百他連得、金子二百他連得;
and moreover some money belonging to Hyrcanus the son of Tobias, a man in very high place, and that the case was not as that impious Simon falsely alleged; and that in all there were four hundred talents of silver and two hundred of gold;
3:12
ἀδικηθῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι
況且那些信靠這地方之聖潔、信靠這舉世尊崇之聖殿的莊嚴和不可侵犯之神聖的人,斷不能受虧待。
and that it was altogether impossible that wrong should be done to them that had put trust in the holiness of the place, and in the majesty and inviolable sanctity of the temple, honored over all the world.
3:13
δὲ Ἡλιόδωρος δῑ ἃς εἶχεν βασιλικὰς ἐντολάς πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι
但希利奧多羅因奉了王的命令,便說無論如何這些銀錢都必須沒收歸入王的庫房。
But Heliodorus, because of the king’s commandments given him, said that in any case this money must be confiscated for the king’s treasury.
3:14
ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων ἦν δὲ οὐ μικρὰ καθ’ ὅλην τὴν πόλιν ἀγωνία
他定了日子,進去要查辦這些事;全城都大為不安。
So having appointed a day, he entered in to direct the inquiry concerning these matters; and there was no small distress throughout the whole city.
3:15
οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῶα διαφυλάξαι
祭司們穿著祭司禮服,俯伏在祭壇前,向天呼求那頒下存款律法的主,求祂為那些存款的人保全這些財寶。
And the priests, prostrating themselves before the altar in their priestly garments, and looking toward heaven, called upon him that gave the law concerning deposits, that he should preserve these treasures safe for those that had deposited them.
3:16
ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν
凡看見大祭司容貌的,心裡都覺刺痛,因他的臉色和變了樣的氣色顯出他心靈的極度苦痛。
And whoever saw the mien of the high priest was wounded in mind; for his countenance and the change of his color betrayed the distress of his soul.
3:17
περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος δῑ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος
原來那人渾身被一種恐懼和戰慄所籠罩,使旁觀者明顯看出他心中的痛苦。
For a terror and a shuddering of the body had come over the man, whereby the pain that was in his heart was plainly shewn to those who looked upon him.
3:18
ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον
還有住在屋中的人成羣湧出來,作普遍的哀求,因那地方將要蒙受羞辱。
And those who were in the houses rushed flocking out to make a universal supplication, because the place was like to come into contempt.
3:19
ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον αἱ δὲ κατάκλειστοι τῶν παρθένων αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας αἱ δὲ ἐπὶ τὰ τείχη τινὲς δὲ διὰ τῶν θυρίδων διεξέκυπτον
婦女腰束麻布,胸前束帶,充塞街道;那些深閨的處女,有的跑到城門,有的跑到城牆,有的從窗戶探望。
And the women, girded with sackcloth under their breasts, thronged the streets, and the virgins that were kept in ward ran together, some to the gates, others to the walls, and some looked out through the windows.
3:20
πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν
眾人都向天舉手,作懇切的哀求。
And all, stretching forth their hands toward heaven, made their solemn supplication.
3:21
ἐλεεῖν δ’ ἦν τὴν τοῦ πλήθους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν
看見羣眾雜亂俯伏,又見大祭司在極度焦慮中的期盼,實在令人憐憫。
Then it would have pitied a man to see the multitude prostrating themselves all mingled together, and the expectation of the high priest in his sore distress.
3:22
οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας
他們呼求全能的主,求祂為那些存款的人,把所託付之物穩妥地完全保全。
While therefore they called upon the Almighty Lord to keep the things intrusted to them safe and sure for those that had intrusted them,
3:23
δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει
希利奧多羅卻著手執行所決定的事。
Heliodorus went on to execute that which had been decreed.
3:24
αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι
當他和侍衛已到庫房那裡時,那位掌管眾靈和一切權柄的主宰大施顯現,以致所有膽敢闖入的人都因神的大能而驚惶喪膽,軟弱戰兢。
But when he was already present there with his guards near the treasury, the Soverign of spirits and of all authority caused a great apparition, so that all that had presumed to come in with him, stricken with dismay at the power of God, fainted and were sore afraid.
3:25
ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος φερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσθίους ὁπλάς δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων
原來他們看見一匹馬,馬上有一個可畏的騎士,配著華美的鞍轡;那馬猛然衝來,用前蹄向希利奧多羅踢去;那騎在馬上的,顯出有全副的金甲。
For there was seen by them a horse with a terrible rider upon him, and adorned with beautiful trappings, and he rushed fiercely and struck at Heliodorus with his forefeet, and it seemed that he that sat upon the horse had complete armor of gold.
3:26
ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς κάλλιστοι δὲ τὴν δόξαν διαπρεπεῖς δὲ τὴν περιβολήν οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς
又有兩個少年人向他顯現,力大過人,榮美無比,衣著華麗,站在他兩旁,不住地鞭打他,給他加上許多重傷。
Two other also appeared to him, young men notable in their strength, and beautiful in their glory, and splendid in their apparel, who stood by him on either side, and scourged him unceasingly, inflicting on him many sore stripes.
3:27
ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φορεῖον ἐνθέντες
他忽然倒在地上,被濃重的黑暗籠罩;他的侍衛便把他抬起,放進擔架,
And when he had fallen suddenly to the ground, and great darkness had come over him, his guards caught him up and put him into a litter,
3:28
τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον ἔφερον ἀβοήθητον ἑαυτῷ καθεστῶτα φανερῶς τὴν τοῦ θεοῦ δυναστείαν ἐπεγνωκότες
這個方纔帶著大隊隨從和全副侍衛闖進上述庫房的人,如今卻全然無助地被擡出去,明顯地承認了神的大能。
and carried him, him that had just now entered with a great train and all his guard into the aforesaid treasury, himself now brought to utter helplessness, manifestly made to recognize the sovereignty of God.
3:29
καὶ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο
他因神的作為而失聲,全然失去一切指望和拯救,倒臥在地。
And so, while he, through the working of God, speechless and bereft of all hope and deliverance, lay prostrate,
3:30
οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου χαρᾶς καὶ εὐφροσύνης ἐπεπλήρωτο
眾人卻稱頌那使自己居所大顯奇妙的主;那聖殿方纔還滿了恐懼驚惶,因全能之主的顯現,便充滿了喜樂歡欣。
they blessed the Lord, that made marvelous his own place; and the temple, which a little before was full of terror and alarm, was filled with joy and gladness after the Almighty Lord appeared.
3:31
ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασθαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ
希利奧多羅有幾個親信很快便懇求阿尼亞呼求至高者,使這奄奄一息、瀕死之人得以存活。
But quickly certain of Heliodorus’s familiar friends implored Onias to call upon the Most High, and grant life to him who lay quite at the last gasp.
3:32
ὕποπτος δὲ γενόμενος ἀρχιερεὺς μήποτε διάλημψιν βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσθαι προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας
大祭司唯恐王疑心是猶大人對希利奧多羅施行了詭計,便為這人的得救獻上祭物。
And the high priest, secretly fearing lest the king might come to think that some treachery toward Heliodorus had been perpetrated by the Jews, brought a sacrifice for the deliverance of the man.
3:33
ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν κύριος
大祭司正獻贖罪祭時,那兩個少年人又向希利奧多羅顯現,仍穿著同樣的衣服,站著對他說:「你要大大感謝大祭司阿尼亞,因為主是為他的緣故才賜你性命。
But as the high priest was making the atoning sacrifice, the same young men appeared again to Heliodorus, arrayed in the same garments; and they stood and said, Give Onias the high priest great thanks, for for his sake the Lord has granted you life;
3:34
σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο
你既從天上受了鞭打,就要向眾人傳揚神至大的權能。」他們說完這話便不見了。
and do you, since you have been scourged from heaven, publish to all men the sovereign majesty of God. And when they had spoken these words, they vanished out of sight.
3:35
δὲ Ἡλιόδωρος θυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα
於是希利奧多羅向主獻祭,又向那保全他性命的主許了大願,並向阿尼亞致謝,便率領軍隊回到王那裡去。
So Heliodorus, having offered a sacrifice to the Lord and vowed great vows to him that had saved his life, and having graciously received Onias, returned with his army to the king.
3:36
ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ’ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ
他向眾人見證他親眼所見至大之神的作為。
And he testified to all men the works of the great God which he had seen with his eyes.
3:37
τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ιεροσόλυμα ἔφησεν
王問希利奧多羅,怎樣的人才適合再差往耶路撒冷一次,他便說:
And when the king asked Heliodorus, what manner of man was fit to be sent yet once again to Jerusalem, he said,
3:38
εἴ τινα ἔχεις πολέμιον πραγμάτων ἐπίβουλον πέμψον αὐτὸν ἐκεῖ καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ ἐάνπερ καὶ διασωθῇ διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν
「你若有甚麼仇敵或謀害國事的人,就差他到那裡去,你必見他被重重鞭打而回,倘若他還能保命的話;因為那地方確實有一種神的能力。
If you have any enemy or conspirator against the state, send him there, and you shall receive him back well scourged, if he even escape with his life; because of a truth there is about the place a power of God.
3:39
αὐτὸς γὰρ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει
那位居於天上的,親自鑒察、幫助那地方,凡來加害的人,祂都擊打毀滅。」
For he that has his dwelling in heaven himself has his eyes upon that place, and helps it; and those who come to hurt it he smiteth and destroys.
3:40
καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν
論到希利奧多羅和守護庫房的事,經過就是這樣。
And such was the history of Heliodorus and the keeping of the treasury.
123456789101112131415