次經 › 馬加比二書
馬加比二書 第 15 章
希臘文原文.39 節.部分字詞可點開查義
📖 這一章另有 2 種原文 ——
並排對照(七十士譯本、武加大譯本)
15:1
ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ιουδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν
尼迦挪得知猶大和跟隨他的人正在撒馬利亞一帶,便打算在安息日這安歇的日子穩妥地襲擊他們。
But Nicanor, hearing that Judas and his company were in the region of Samaria, resolved to set upon them with all security on the day of rest.
15:2
τῶν δὲ κατὰ ἀνάγκην συνεπομένων αὐτῷ Ιουδαίων λεγόντων μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐφορῶντος μεθ’ ἁγιότητος ἡμέρᾳ
那些被迫隨從他的猶大人說:「萬不可這樣兇殘野蠻地殺戮;倒要尊崇那位鑒察萬有者所特別看重、定為聖日的日子。」
And when the Jews that were compelled to follow him said, O destroy not so savagely and barbarously, but give due glory to the day which he that sees all things has honored and hallowed above other days;
15:3
ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν
那罪大惡極的人便問:「天上難道有一位大能者,曾吩咐人守安息日麼?」
then the thrice-accursed wretch asked if there were a Sovereign in heaven that had commanded to keep the Sabbath day.
15:4
τῶν δ’ ἀποφηναμένων ἔστιν ὁ κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα
他們回答說:「有永生的主,祂自己就是天上的大能者,吩咐人守安息日。」
And when they declared, There is the Lord, living himself a Sovereign in heaven, who bade us observe the seventh day;
15:5
ὁ δὲ ἕτερος κἀγώ φησιν δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τὸ σχέτλιον αὐτοῦ βούλημα
那人卻說:「我也是地上的大能者,命人拿起武器,執行王的差事。」然而他終究未能遂行他這惡毒的意圖。
then says the other, I also am a sovereign upon the earth, who now command to take up arms and execute the king’s business. Nevertheless he prevailed not to execute his cruel purpose.
15:6
καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν διεγνώκει κοινὸν τῶν περὶ τὸν Ιουδαν συστήσασθαι τρόπαιον
尼迦挪極其狂傲,趾高氣揚,決意要公開為戰勝猶大和跟隨他的人豎立記功碑。
And Nicanor, bearing himself haughtily in all vaingloriousness, had determined to set up a monument of complete victory over Judas and all those who were with him:
15:7
ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήμψεως τεύξασθαι παρὰ τοῦ κυρίου
馬加比卻不住地堅信,滿懷盼望,必從主那裡得著扶助。
but Maccabaeus still trusted unceasingly, with all hope that he should obtain help from the Lord.
15:8
καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾶν τὴν τῶν ἐθνῶν ἔφοδον ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἀπ’ οὐρανοῦ βοηθήματα καὶ τὰ νῦν προσδοκᾶν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην
他勉勵跟隨他的人不要懼怕外邦人的來犯,倒要記念從前他們所蒙從天而來的幫助,如今也要盼望那從全能者而來、必賜他們的得勝。
And he exhorted his company not to be fearful at the inroad of the heathen, but, keeping in mind the help which of old they had oftentimes received from heaven, so now also to look for the victory which would come to them from the Almighty;
15:9
καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες προθυμοτέρους αὐτοὺς κατέστησεν
他又用律法和先知的話安慰他們,再向他們追述他們所打過的勝仗,使他們更加奮勇。
and comforting them out of the law and the prophets, and withal putting them in mind of the conflicts that they had maintained, he made them more eager for the battle.
15:10
καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς παρήγγειλεν ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν
他激發他們的鬥志,向他們發出號令,同時指出外邦人的背信和違背誓言之罪。
And when he had roused their spirit, he gave them his commands, at the same time pointing out the perfidiousness of the heathen and their breach of their oaths.
15:11
ἕκαστον δὲ αὐτῶν καθοπλίσας οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας ηὔφρανεν
他武裝他們每一個人,所靠的不是盾牌長矛的保障,乃是那美好言語的激勵;他又向他們述說一個可信的異夢,如同實況一般,叫眾人都歡喜。
And arming each one of them, not so much with the sure defence of shields and spears as with the encouragement that lies in good words, and moreover relating to them a dream worthy to be believed, he made them all exceeding glad.
15:12
ἦν δὲ ἡ τούτου θεωρία τοιάδε Ονιαν τὸν γενόμενον ἀρχιερέα ἄνδρα καλὸν καὶ ἀγαθόν αἰδήμονα μὲν τὴν ἀπάντησιν πρᾶον δὲ τὸν τρόπον καὶ λαλιὰν προϊέμενον πρεπόντως καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ιουδαίων συστήματι
他所見的異象是這樣的:那曾作大祭司的阿尼亞——一個又美又善的人,待人謙和,性情溫良,言談合宜,自幼便操練各樣美德——他伸出雙手,為猶大全會眾禱告。
And the vision of that dream was this: He saw Onias, him that was high priest, a noble and good man, reverend in bearing, yet gentle in manner and well-spoken, and exercised from a child in all points of virtue, with outstretched hands invoking blessings on the whole body of the Jews:
15:13
εἶθ’ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν
接著有一位白髮蒼蒼、滿有榮光的人顯現,那環繞他的尊貴令人驚奇,極其威嚴。
thereupon he saw a man appear, of venerable age and exceeding glory, and wonderful and most majestic was the dignity around him:
15:14
ἀποκριθέντα δὲ τὸν Ονιαν εἰπεῖν ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως Ιερεμιας ὁ τοῦ θεοῦ προφήτης
阿尼亞便開口說:「這位是愛弟兄的人,常為子民和聖城多多禱告,他就是神的先知耶利米。」
and Onias answered and said, This is the lover of the kindred, he who prays much for the people and the holy city, Jeremiah the prophet of God:
15:15
προτείναντα δὲ Ιερεμιαν τὴν δεξιὰν παραδοῦναι τῷ Ιουδα ῥομφαίαν χρυσῆν διδόντα δὲ προσφωνῆσαι τάδε
耶利米便伸出右手,把一把金劍交給猶大,遞劍時這樣說:
and Jeremiah stretching forth his right hand delivered to Judas a sword of gold, and in giving it addressed him thus,
15:16
λαβὲ τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ θεοῦ δῑ ἧς θραύσεις τοὺς ὑπεναντίους
「你接過這把聖劍,這是從神而來的禮物,你要用它擊潰仇敵。」
Take the holy sword, a gift from God, wherewith you shall strike down the adversaries.
15:17
παρακληθέντες δὲ τοῖς Ιουδου λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπ’ ἀρετὴν παρορμῆσαι καὶ ψυχὰς νέων ἐπανδρῶσαι διέγνωσαν μὴ στρατεύεσθαι γενναίως δὲ ἐμφέρεσθαι καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα διὰ τὸ καὶ τὴν πόλιν καὶ τὰ ἅγια καὶ τὸ ἱερὸν κινδυνεύειν
他們被猶大那美好、又能激發勇德、振奮少年人心志的話語所鼓舞,便決定不再單純駐守,倒要英勇出擊,全力與敵交鋒來決斷戰局,因為城邑、聖物和聖殿都處於危難之中。
And being encouraged by the words of Judas, which were of a lofty strain, and able to incite to virtue and to stir the souls of the young to manly courage, they determined not to carry on a campaign, but nobly to bear down upon the enemy, and fighting hand to hand with all courage bring the matter to an issue, because the city and the sanctuary and the temple were in danger.
15:18
ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος
原來他們所掛慮的,妻子兒女、弟兄親屬都還在其次,最大最首要的乃是為那被尊為聖的殿而生的懼怕。
For their fear for wives and children, and furthermore for kindred and kinsfolk, was in less account with them; but greatest and first was their fear for the consecrated sanctuary.
15:19
ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς
那些困守城中的人,也為這曠野間的交戰憂心如焚,並非置身事外。
And they also that were shut up in the city were in no light distress, being troubled because of the encounter in the open ground.
15:20
καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν καὶ ἤδη προσμειξάντων τῶν πολεμίων καὶ τῆς στρατιᾶς ἐκταγείσης καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων τῆς τε ἵππου κατὰ κέρας τεταγμένης
眾人都已等候那將要來臨的決戰;仇敵已逼近,軍隊已列陣,象隊已部署在有利的位置,騎兵也分列兩翼。
And when all were now waiting for the decision of the issue, and the enemy had already joined battle, and the army had been set in array, and the elephants brought back to a convenient post, and the horsemen drawn up on the flank,
15:21
συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν τήν τε τῶν θηρίων ἀγριότητα ἀνατείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλέσατο τὸν τερατοποιὸν κύριον γινώσκων ὅτι οὐκ ἔστιν δῑ ὅπλων καθὼς δὲ ἐὰν αὐτῷ κριθῇ τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην
馬加比看見大批敵眾、各樣武器的配備,以及象羣的兇猛,便向天舉手,呼求那行奇事的主,因他深知得勝不在乎武器,乃是主按祂的旨意把勝利賜給配得的人。
Maccabaeus, perceiving the presence of the troops, and the various arms with which they were equipped, and the savageness of the elephants, holding up his hands to heaven called upon the Lord that works wonders, recognising that success comes not by arms, but that, according as the Lord shall judge, he gaineth the victory for those who are worthy.
15:22
ἔλεγεν δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον σύ δέσποτα ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Εζεκιου τοῦ βασιλέως τῆς Ιουδαίας καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς Σενναχηριμ εἰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας
他這樣呼求說:「主宰啊,你曾在猶大王希西家的時候差遣你的使者,在西拿基立營中殺了十八萬五千人。
And calling upon God he said after this manner: You, O Sovereign Lord, did send your angel in the time of Hezekiah king of Judea, and he killed of the army of Sennacherib as many as a hundred fourscore and five thousand;
15:23
καὶ νῦν δυνάστα τῶν οὐρανῶν ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον
如今,諸天的大能者啊,求你差遣一位良善的使者在我們前頭,叫敵人驚惶戰兢。
so now also, O Sovereign of the heavens, send a good angel before us to bring terror and trembling:
15:24
μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγινόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν
願那些褻瀆地前來攻擊你聖民的人,因你膀臂的大能而驚恐喪膽。」他禱告就到此為止。
through the greatness of your arm let them be stricken with dismay that with blasphemy are come here against your holy people. And as he ended with these words,
15:25
οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον
尼迦挪和跟隨他的人在號角與凱歌聲中進軍。
Nicanor and his company advanced with trumpets and paeans;
15:26
οἱ δὲ περὶ τὸν Ιουδαν μετὰ ἐπικλήσεως καὶ εὐχῶν συνέμειξαν τοῖς πολεμίοις
猶大和跟隨他的人則一面呼求禱告,一面與仇敵交鋒。
but Judas and his company joined battle with the enemy with invocation and prayers.
15:27
καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι ταῖς δὲ καρδίαις πρὸς τὸν θεὸν εὐχόμενοι κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων τῇ τοῦ θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ
他們一面用手爭戰,一面用心向神禱告,殺了不下三萬五千人,因神的顯現大大歡欣。
And contending with their hands, and praying to God with their hearts, they killed no less than thirty and five thousand men, being made exceeding glad by the manifestation of God.
15:28
γενόμενοι δὲ ἀπὸ τῆς χρείας καὶ μετὰ χαρᾶς ἀναλύοντες ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ
戰事結束,他們歡喜地撤退時,認出尼迦挪已全副武裝地倒斃在地。
And when the engagement was over, and they were returning again with joy, they recognized Nicanor lying dead in full armor;
15:29
γενομένης δὲ κραυγῆς καὶ ταραχῆς εὐλόγουν τὸν δυνάστην τῇ πατρίῳ φωνῇ
於是眾人高聲歡呼,在一片騷動中用祖先的話稱頌那大能者。
and there arose a shout and tumult, and then they blessed the Sovereign Lord in the language of their fathers.
15:30
καὶ προσέταξεν ὁ καθ’ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ιεροσόλυμα
那位無論身體心靈都為同胞奮力作戰的領袖,那位畢生對同胞滿懷愛心的人,便吩咐人割下尼迦挪的頭,連同他的手臂和肩膀,帶到耶路撒冷去。
And he that in all things was in body and soul the foremost champion of his fellow-citizens, he that kept through life the good will of his youth toward his countrymen, commanded to cut off Nicanor’s head, and his hand with the shoulder, and bring them to Jerusalem.
15:31
παραγενόμενος δὲ ἐκεῖ καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας
他到了那裡,召集同胞和祭司站在祭壇前,又差人把衛城裡的人叫來,
And when he had arrived there, and had called his countrymen together and set the priests before the altar, he sent for those who were in the citadel;
15:32
καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν καὶ τὴν χεῖρα τοῦ δυσφήμου ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησεν
向他們展示那污穢的尼迦挪的頭顱,以及那褻瀆者的手——就是他從前向全能者聖殿伸出、誇口要毀殿的那隻手。
and showing the head of the vile Nicanor, and the hand of that profane man, which with proud brags he had stretched out against the holy house of the Almighty,
15:33
καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις τὰ δ’ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμάσαι
他又割下那不敬虔的尼迦挪的舌頭,說要把它一塊塊餵給飛鳥,並把他狂妄所招致的報應——那隻手——懸掛在聖殿對面。
and cutting out the tongue of the impious Nicanor, he said that he would give it by pieces to the birds, and hang up the rewards of his madness near the sanctuary.
15:34
οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ κύριον λέγοντες εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον
眾人都向天稱頌那顯現的主,說:「那保守自己聖所不受玷污的,是當受稱頌的。」
And they all looking up to heaven blessed the Lord who had manifested himself, saying, Blessed be he that has preserved his own place undefiled.
15:35
ἐξέδησεν δὲ τὴν τοῦ Νικάνορος προτομὴν ἐκ τῆς ἄκρας ἐπίδηλον πᾶσιν καὶ φανερὸν τῆς τοῦ κυρίου βοηθείας σημεῖον
他把尼迦挪的頭顱懸掛在衛城上,叫眾人都看得見、明白這是主幫助的明證。
And he hanged Nicanor’s head and shoulder from the citadel, a sign, evident to all and manifest, of the help of the Lord.
15:36
ἐδογμάτισαν δὲ πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τήνδε τὴν ἡμέραν ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς Αδαρ λέγεται τῇ Συριακῇ φωνῇ πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας
眾人又以公決一致議定,斷不可讓這日無記號地過去,倒要把亞達月——敘利亞話的第十二月——十三日,就是末底改日的前一天,定為紀念之日。
And they all ordained with a common decree in no wise to let this day pass undistinguished, but to mark with honor the thirteenth day of the twelfth month (it is called Adar in the Syrian tongue), the day before the day of Mordecai.
15:37
τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτως καὶ ἀπ’ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Εβραίων καὶ αὐτὸς αὐτόθι τὸν λόγον καταπαύσω
尼迦挪的事既這樣了結,那城從那時起就被希伯來人掌管。我也就在此擱筆。
THIS then having been the issue of the attempt of Nicanor, and the city having from those times been held by the Hebrews, I also will here make an end of my book.
15:38
καὶ εἰ μὲν καλῶς εὐθίκτως τῇ συντάξει τοῦτο καὶ αὐτὸς ἤθελον εἰ δὲ εὐτελῶς καὶ μετρίως τοῦτο ἐφικτὸν ἦν μοι
我這部著作若編寫得當、流暢得體,正是我所願的;若粗陋平庸,那也是我盡力所能及的了。
And if I have written well and to the point in my story, this is what I myself desired; but if meanly and indifferently, this is all I could attain to.
15:39
καθάπερ γὰρ οἶνον κατὰ μόνας πίνειν ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν πολέμιον ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ οὕτως καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει ἐνταῦθα δὲ ἔσται ἡ τελευτή
正如單獨喝酒不宜,單獨喝水同樣乏味,惟有酒水調和才甘甜可口、令人愉悅;照樣,敘事的精心編排也使讀者賞心悅耳。就此擱筆。
For as it is distasteful to drink wine alone and in like manner again to drink water alone, while the mingling of wine with water at once gives full pleasantness to the flavour; so also the fashioning of the language delights the ears of those who read the story. And here shall be the end.