EnglishVerbum原文閱讀馬加比四書 · 🔍 搜尋

馬加比四書 第 14 章

希臘文原文.20 節.此語言尚無詞彙資料

📖 這一章另有 1 種原文 —— 並排對照(七十士譯本)
14:1
προσέτι καὶ ἐπὶ τὸν αἰκισμὸν ἐποτρύνοντες ὡς μὴ μόνον τῶν ἀλγηδόνων περιφρονῆσαι αὐτούς ἀλλὰ καὶ τῶν τῆς φιλαδελφίας παθῶν κρατῆσαι
不僅如此,他們甚至彼此催促著去受這凌虐,以致他們不單藐視自身的痛苦,更勝過了弟兄之愛的情感。
And more that this, they even urged them on to this ill-treatment; so that they not only despised pains themselves, but they even got the better of their affections of brotherly love.
14:2
βασιλέων λογισμοὶ βασιλικώτεροι καὶ ἐλευθέρων ἐλευθερώτεροι
哦,這比君王更具王者之風、比自由人更自由的理性啊!
O reasonings more royal than a king, and freer than freemen!
14:3
ἱερᾶς καὶ εὐαρμόστου περὶ τῆς εὐσεβείας τῶν ἑπτὰ ἀδελφῶν συμφωνίας
哦,這七兄弟在敬虔上聖潔而和諧一致的同心啊!
Sacred and harmonious concert of the seven kindred as concerning piety!
14:4
οὐδεῖς ἐκ τῶν ἑπτὰ μειρακίων ἐδειλίασεν οὐδὲ πρὸς τὸν θάνατον ὤκνησεν
這七個少年中,沒有一個變為怯懦,也沒有一個在死亡面前退縮。
None of the seven youths turned cowardly, or shrank back from death.
14:5
ἀλλὰ πάντες ὥσπερ ἐπ’ ἀθανασίας ὁδὸν τρέχοντες ἐπὶ τὸν διὰ τῶν βασάνων θάνατον ἔσπευδον
反倒人人如同奔跑在通往不朽的路上,急切地藉著酷刑奔向死亡。
But all of them, as though running the road to immortality, hastened on to death through tortures.
14:6
καθάπερ αἱ χεῖρες καὶ οἱ πόδες συμφώνως τοῖς τῆς ψυχῆς ἀφηγήμασιν κινοῦνται οὕτως οἱ ἱεροὶ μείρακες ἐκεῖνοι ὡς ὑπὸ ψυχῆς ἀθανάτου τῆς εὐσεβείας πρὸς τὸν ὑπὲρ αὐτῆς συνεφώνησαν θάνατον
正如手腳隨著魂的指揮和諧地動作,那些聖潔的少年也如此,彷彿受著敬虔那不朽之魂的驅使,同心赴那為敬虔而存的死。
For just as hands and feet are moved sympathetically with the directions of the soul, so those holy youths agreed to death for religion’s sake, as through the immortal soul of religion.
14:7
πανάγιε συμφώνων ἀδελφῶν ἑβδομάς καθάπερ γὰρ ἑπτὰ τῆς κοσμοποιίας ἡμέραι περὶ τὴν εὐσέβειαν
哦,這至聖、和諧一致的七兄弟啊!正如那創世的七日是為著敬虔,
O holy seven of harmonious kindred! for as the seven days of creation, about religion,
14:8
οὕτως περὶ τὴν ἑβδομάδα χορεύοντες οἱ μείρακες ἐκύκλουν τὸν τῶν βασάνων φόβον καταλύοντες
這些少年也照樣圍繞著「七」這數目翩然起舞,瓦解了對酷刑的懼怕。
so the youths, circling around the number seven, annulled the fear of torments.
14:9
νῦν ἡμεῖς ἀκούοντες τὴν θλῖψιν τῶν νεανιῶν ἐκείνων φρίττομεν οἱ δὲ οὐ μόνον ὁρῶντες ἀλλ’ οὐδὲ μόνον ἀκούοντες τὸν παραχρῆμα ἀπειλῆς λόγον ἀλλὰ καὶ πάσχοντες ἐνεκαρτέρουν καὶ τοῦτο ταῖς διὰ πυρὸς ὀδύναις
如今我們聽見那些少年的苦難,尚且戰慄;他們卻不僅親眼目睹、不僅親耳聽見那即刻臨到的威嚇之言,更是親身經歷,仍然堅忍到底,而且是在火的痛楚中堅忍。
We now shudder at the recital of the affliction of those young men; but they not only saw, and not only heard the immediate execution of the threat, but undergoing it, persevered; and that through the pains of fire.
14:10
ὧν τί γένοιτο ἐπαλγέστερον ὀξεῖα γὰρ καὶ σύντομος οὖσα τοῦ πυρὸς δύναμις ταχέως διέλυεν τὰ σώματα
還有甚麼比這更痛苦的呢?因為火的能力既尖銳又迅猛,很快就把他們的身體燒毀了。
And what could be more painful? for the power of fire, being sharp and quick, speedily dissolved their bodies.
14:11
καὶ μὴ θαυμαστὸν ἡγεῖσθε εἰ λογισμὸς περιεκράτησε τῶν ἀνδρῶν ἐκείνων ἐν ταῖς βασάνοις ὅπου γε καὶ γυναικὸς νοῦς πολυτροπωτέρων ὑπερεφρόνησεν ἀλγηδόνων
你們不要以為希奇:理性竟在酷刑中駕馭了那些男子;連一個婦人的心智也藐視了更為繁多的痛苦。
And think it not wonderful that reasoning bore rule over those men in their torments, when even a woman’s mind despised more manifold pains.
14:12
μήτηρ γὰρ τῶν ἑπτὰ νεανίσκων ὑπήνεγκεν τὰς ἐφ’ ἑνὶ ἑκάστῳ τῶν τέκνων στρέβλας
因為這七個少年的母親,忍受了每一個兒女所受的拷打。
For the mother of those seven youths endured the rackings of each of her children.
14:13
θεωρεῖτε δὲ πῶς πολύπλοκός ἐστιν τῆς φιλοτεκνίας στοργὴ ἕλκουσα πάντα πρὸς τὴν τῶν σπλάγχνων συμπάθειαν
你們且思想:愛子女的天性是何等錯綜複雜,把每個人都牽引到骨肉相連的同情中;
And consider how comprehensive is the love of offspring, which draws every one to sympathy of affection,
14:14
ὅπου γε καὶ τὰ ἄλογα ζῷα ὁμοίαν τὴν εἰς τὰ ἐξ αὐτῶν γεννώμενα συμπάθειαν καὶ στοργὴν ἔχει τοῖς ἀνθρώποις
連那些無理性的走獸,對自己所生的也懷有與人類相似的同情與疼愛。
where irrational animals possess a similar sympathy and love for their offspring with men.
14:15
καὶ γὰρ τῶν πετεινῶν τὰ μὲν ἥμερα κατὰ τὰς οἰκίας ὀροφοιτοῦντα προασπίζει τῶν νεοττῶν
那些棲息在我們屋頂上的馴鳥,便護衛牠們的雛鳥;
The tame birds frequenting the roofs of our houses, defend their fledglings.
14:16
τὰ δὲ κατὰ κορυφὰς ὀρέων καὶ φαράγγων ἀπορρῶγας καὶ δένδρων ὀπὰς καὶ τὰς τούτων ἄκρας ἐννοσσοποιησάμενα ἀποτίκτει καὶ τὸν προσιόντα κωλύει
另有些鳥在羣山之巔、深谷的峭壁、樹洞和樹梢築巢產卵,並驅趕前來侵犯的。
Others build their nests, and hatch their young, in the tops of mountains and in the precipices of valleys, and the holes and tops of trees, and keep off the intruder.
14:17
εἰ δὲ καὶ μὴ δύναιντο κωλύειν περιιπτάμενα κυκλόθεν αὐτῶν ἀλγοῦντα τῇ στοργῇ ἀνακαλούμενα τῇ ἰδίᾳ φωνῇ καθ’ δύναται βοηθεῖ τοῖς τέκνοις
牠們若不能驅趕,就在四圍盤旋,因疼愛而哀痛,用自己的叫聲呼喚,盡其所能地救護自己的雛鳥。
And if not able to do this, they fly circling round them in agony of affection, calling out in their own note, and save their offspring in whatever manner they are able.
14:18
καὶ τί δεῖ τὴν διὰ τῶν ἀλόγων ζῴων ἐπιδεικνύναι πρὸς τὰ τέκνα συμπάθειαν
然而何必以無理性走獸對子女的同情為例呢?
But why should we point attention to the sympathy toward children shewn by irrational animals?
14:19
ὅπου γε καὶ μέλισσαι περὶ τὸν τῆς κηρογονίας καιρὸν ἐπαμύνονται τοὺς προσιόντας καὶ καθάπερ σιδήρῳ τῷ κέντρῳ πλήσσουσι τοὺς προσιόντας τῇ νοσσιᾷ αὐτῶν καὶ ἀπαμύνουσιν ἕως θανάτου
連蜜蜂在釀蜜的時節,也擊退前來侵犯的;牠們用螫針如刀劍般刺向那些靠近蜂巢的,至死驅趕牠們。
The very bees, at the season of honey-making, attack all who approach; and pierce with their sting, as with a sword, those who draw near their hive, and repel them even to death.
14:20
ἀλλ’ οὐχὶ τὴν Αβρααμ ὁμόψυχον τῶν νεανίσκων μητέρα μετεκίνησεν συμπάθεια τέκνων
但那位心志與亞伯拉罕相同的少年人之母,卻沒有被對子女的同情所動搖。
But sympathy with her children did not turn away the mother of the young men, who had a spirit kindred with that of Abraham.
123456789101112131415161718