EnglishVerbum › 原文閱讀 › 馬加比四書 · 🔍 搜尋
馬加比四書 第 17 章
希臘文原文.24 節.此語言尚無詞彙資料
📖 這一章另有 1 種原文 ——
並排對照(七十士譯本)
17:1
ἔλεγον δὲ καὶ τῶν δορυφόρων τινὲς ὅτι ὡς ἔμελλεν συλλαμβάνεσθαι καὶ αὐτὴ πρὸς θάνατον ἵνα μὴ ψαύσειέν τις τοῦ σώματος αὐτῆς ἑαυτὴν ἔρριψε κατὰ τῆς πυρᾶς
有些衛兵說,當她自己也將要被捕處死時,為免有人觸碰她的身體,她就投身於火堆之中。
And some of the spearbearers said, that when she herself was about to be seized for the purpose of being put to death, she threw herself upon the pile, rather than they should touch her person.
17:2
ὦ μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ καὶ δείξασα τὴν τῆς πίστεως γενναιότητα
哦,這母親與七個兒子一同瓦解了暴君的暴力,使他惡毒的詭計歸於無效,又彰顯了信心的高尚!
O you mother, who together with seven children did destroy the violence of the tyrant, and render void his wicked intentions, and exhibit the nobleness of faith!
17:3
καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοὺς στύλους τῶν παίδων γενναίως ἱδρυμένη ἀκλινὴς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν
因為你如同一座高尚地建在你兒女這些柱子上的房屋,毫不動搖地頂住了那藉酷刑而來的震撼。
For you, as an house bravely built upon the pillar of your children, did bear without swaying, the shock of tortures.
17:4
θάρρει τοιγαροῦν ὦ μήτηρ ἱερόψυχε τὴν ἐλπίδα τῆς ὑπομονῆς βεβαίαν ἔχουσα πρὸς τὸν θεόν
所以,這心志聖潔的母親啊,你要剛強,在神面前持守那因堅忍而有的確實盼望。
Be of good cheer, therefore, O holy-minded mother! holding the firm substance of the hope of your steadfastness with God.
17:5
οὐχ οὕτως σελήνη κατ’ οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας θεῷ καὶ ἐστήρισαι σὺν αὐτοῖς ἐν οὐρανῷ
天上的月亮同眾星雖然莊嚴,卻不及你尊貴;你用敬虔照亮你那七個如星辰般的兒子,在神面前得了尊榮,並與他們一同被堅立在天上。
Not so gracious does the moon appear with the stars in heaven, as you are established honorable before God, and fixed in the firmament with your sons who you did illuminate with religion to the stars.
17:6
ἦν γὰρ ἡ παιδοποιία σου ἀπὸ Αβρααμ τοῦ πατρός
因為你生養兒女,正有亞伯拉罕子孫的風範。
For your bearing of children was after the fashion of a child of Abraham.
17:7
εἰ δὲ ἐξὸν ἡμῖν ἦν ὥσπερ ἐπί τινος ζωγραφῆσαι τὴν τῆς εὐσεβείας σου ἱστορίαν οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες ὁρῶντες μητέρα ἑπτὰ τέκνων δῑ εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν
我們若能把你敬虔的事蹟描繪在一幅畫上,那些觀看的人就不至於戰慄,反要看見一位七子之母,為著敬虔忍受各樣的酷刑直到死亡。
And, were it lawful for us to paint as on a tablet the religion of your story, the spectators would not shudder at beholding the mother of seven children enduring for the sake of religion various tortures even to death.
17:8
καὶ γὰρ ἄξιον ἦν καὶ ἐπ’ αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα
確實也理當在墓碑上刻下這些話,作為本民族的記念,
And it had been a worth thing to have inscribed upon the tomb itself these words as a memorial to those of the nation,
17:9
ἐνταῦθα γέρων ἱερεὺς καὶ γυνὴ γεραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου βίαν τὴν Εβραίων πολιτείαν καταλῦσαι θέλοντος
「這裡安葬著一位年邁的祭司、一位年邁的婦人,以及七個兒子;他們是死於暴君的暴力之下,那暴君妄想廢除希伯來人的制度。
Here an aged priest, and an aged woman, and seven sons, are buried through the violence of a tyrant, who wished to destroy the polity of the Hebrews.
17:10
οἳ καὶ ἐξεδίκησαν τὸ γένος εἰς θεὸν ἀφορῶντες καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες
他們仰望神,忍受酷刑直到死亡,為本民族伸了冤。」
These also avenged their nation, looking to God, and enduring torments to death.
17:11
ἀληθῶς γὰρ ἦν ἀγὼν θεῖος ὁ δῑ αὐτῶν γεγενημένος
因為藉著他們所成就的,實在是一場神聖的爭戰。
For it was truly a divine contest which was carried through by them.
17:12
ἠθλοθέτει γὰρ τότε ἀρετὴ δῑ ὑπομονῆς δοκιμάζουσα τὸ νῖκος ἀφθαρσία ἐν ζωῇ πολυχρονίῳ
那時美德主持這場競賽,藉著堅忍考驗那勝利,就是長存生命中的不朽。
For at that time virtue presided over the contest, approving the victory through endurance, namely, immortality, eternal life.
17:13
Ελεαζαρ δὲ προηγωνίζετο ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο
以利亞撒率先上陣,七子之母也投入競賽,眾弟兄也奮力爭戰。
Eleazar was the first to contend: and the mother of the seven children entered the contest; and the kindred contended.
17:14
ὁ τύραννος ἀντηγωνίζετο ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει
暴君是敵對的一方,而世界和世人都是觀眾。
The tyrant was the opposite; and the world and living men were the spectators.
17:15
θεοσέβεια δὲ ἐνίκα τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα
敬畏神的心得勝了,為自己的鬥士加上冠冕。
And reverence for God conquered, and crowned her own athletes.
17:16
τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς θείας νομοθεσίας ἀθλητάς τίνες οὐκ ἐξεπλάγησαν
有誰不欽佩這些為神聖律法而戰的鬥士呢?有誰不為之驚異呢?
Who did not admire those champions of true legislation? who were not astonied?
17:17
αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συμβούλιον ἐθαύμασαν αὐτῶν τὴν ὑπομονήν
連暴君自己和他全體議會都欽佩他們的堅忍;
The tyrant himself, and all their council, admired their endurance;
17:18
δῑ ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα
藉此,他們如今得以站在神聖的寶座旁,享受那有福的永世。
through which, also, they now stand beside the divine throne, and live a blessed life.
17:19
καὶ γάρ φησιν ὁ Μωυσῆς καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου
因為摩西說:「眾聖徒都在你手中。」
For Moses says, And all the saints are under your hands.
17:20
καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον ταύτῃ τῇ τιμῇ ἀλλὰ καὶ τῷ δῑ αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι
所以這些人為神而成聖,得了尊榮;不僅得著這尊榮,更因他們的緣故,使仇敵不能勝過我們的民族,
These, therefore, having been sanctified through God, have been honored not only with this honor, but that also by their means the enemy did not overcome our nation;
17:21
καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας
使暴君受了懲罰,使祖國得了潔淨;他們彷彿成了本民族罪孽的贖價。
and that the tyrant was punished, and their country purified.
17:22
καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου τοῦ θανάτου αὐτῶν ἡ θεία πρόνοια τὸν Ισραηλ προκακωθέντα διέσωσεν
神聖的眷佑藉著那些敬虔之人的血,以及他們作為挽回祭的死,拯救了從前受苦的以色列。
For they became the ransom to the sin of the nation; and the Divine Providence saved Israel, aforetime afflicted, by the blood of those pious ones, and the propitiatory death.
17:23
πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν ἀνεκήρυξεν ὁ Ἀντίοχος τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονὴν
因為暴君安提阿古看見他們美德的勇敢,以及他們在酷刑中的堅忍,就向他的兵士宣揚,以他們的堅忍為榜樣。
For the tyrant Antiochus, looking to their manly virtue, and to their endurance in torture, proclaimed that endurance as an example to his soldiers.
17:24
ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους
他發覺這些兵士因此變得高尚勇敢,能徵善戰、善於攻城;他便征服並洗劫了一切仇敵的城邑。
And they proved to be to him noble and brave for land battles and for sieges; and he conquered and stormed the towns of all his enemies.